ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΊΣ Α,
κεφαλίς 5,
στἰχοι 1-14
1 περὶ δὲ τω̃ν χρόνων καὶ τω̃ν καιρω̃ν ἀδελφοί οὐ χρείαν ἔχετε ὑμι̃ν γράφεσθαι |
2 αὐτοὶ γὰρ ἀκριβω̃ς οἴδατε ὅτι ἡμέρα κυρίου ὡς κλέπτης ἐν νυκτὶ οὕτως ἔρχεται |
3 ὅταν λέγωσιν εἰρήνη καὶ ἀσφάλεια τότε αἰφνίδιος αὐτοι̃ς ἐφίσταται ὄλεθρος ὥσπερ ἡ ὠδὶν τη̨̃ ἐν γαστρὶ ἐχούση̨ καὶ οὐ μὴ ἐκφύγωσιν |
4 ὑμει̃ς δέ ἀδελφοί οὐκ ἐστὲ ἐν σκότει ἵνα ἡ ἡμέρα ὑμα̃ς ὡς κλέπτης καταλάβη̨ |
5 πάντες γὰρ ὑμει̃ς υἱοὶ φωτός ἐστε καὶ υἱοὶ ἡμέρας οὐκ ἐσμὲν νυκτòς οὐδὲ σκότους |
6 ἄρα οὐ̃ν μὴ καθεύδωμεν ὡς οἱ λοιποί ἀλλὰ γρηγορω̃μεν καὶ νήφωμεν |
7 οἱ γὰρ καθεύδοντες νυκτòς καθεύδουσιν καὶ οἱ μεθυσκόμενοι νυκτòς μεθύουσιν |
8 ἡμει̃ς δὲ ἡμέρας ὄντες νήφωμεν ἐνδυσάμενοι θώρακα πίστεως καὶ ἀγάπης καὶ περικεφαλαίαν ἐλπίδα σωτηρίας |
9 ὅτι οὐκ ἔθετο ἡμα̃ς ὁ θεòς εἰς ὀργὴν ἀλλὰ εἰς περιποίησιν σωτηρίας διὰ του̃ κυρίου ἡμω̃ν ’Ιησου̃ Χριστου̃ |
10 του̃ ἀποθανόντος ὑπὲρ ἡμω̃ν ἵνα εἴτε γρηγορω̃μεν εἴτε καθεύδωμεν ἅμα σὺν αὐτω̨̃ ζήσωμεν |
11 διò παρακαλει̃τε ἀλλήλους καὶ οἰκοδομει̃τε εἱ̃ς τòν ἕνα καθὼς καὶ ποιει̃τε |
12 ἐρωτω̃μεν δὲ ὑμα̃ς ἀδελφοί εἰδέναι τοὺς κοπιω̃ντας ἐν ὑμι̃ν καὶ προϊσταμένους ὑμω̃ν ἐν κυρίω̨ καὶ νουθετου̃ντας ὑμα̃ς |
13 καὶ ἡγει̃σθαι αὐτοὺς ὑπερεκπερισσου̃ ἐν ἀγάπη̨ διὰ τò ἔργον αὐτω̃ν εἰρηνεύετε ἐν ἑαυτοι̃ς |
14 παρακαλου̃μεν δὲ ὑμα̃ς ἀδελφοί νουθετει̃τε τοὺς ἀτάκτους παραμυθει̃σθε τοὺς ὀλιγοψύχους ἀντέχεσθε τω̃ν ἀσθενω̃ν μακροθυμει̃τε πρòς πάντας |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.