Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΊΣ Α, κεφαλίς 5

περὶ δὲ τω̃ν χρόνων καὶ τω̃ν καιρω̃ν ἀδελφοί οὐ χρείαν ἔχετε ὑμι̃ν γράφεσθαι
αὐτοὶ γὰρ ἀκριβω̃ς οἴδατε ὅτι ἡμέρα κυρίου ὡς κλέπτης ἐν νυκτὶ οὕτως ἔρχεται
ὅταν λέγωσιν εἰρήνη καὶ ἀσφάλεια τότε αἰφνίδιος αὐτοι̃ς ἐφίσταται ὄλεθρος ὥσπερ ἡ ὠδὶν τη̨̃ ἐν γαστρὶ ἐχούση̨ καὶ οὐ μὴ ἐκφύγωσιν
ὑμει̃ς δέ ἀδελφοί οὐκ ἐστὲ ἐν σκότει ἵνα ἡ ἡμέρα ὑμα̃ς ὡς κλέπτης καταλάβη̨
πάντες γὰρ ὑμει̃ς υἱοὶ φωτός ἐστε καὶ υἱοὶ ἡμέρας οὐκ ἐσμὲν νυκτòς οὐδὲ σκότους
ἄρα οὐ̃ν μὴ καθεύδωμεν ὡς οἱ λοιποί ἀλλὰ γρηγορω̃μεν καὶ νήφωμεν
οἱ γὰρ καθεύδοντες νυκτòς καθεύδουσιν καὶ οἱ μεθυσκόμενοι νυκτòς μεθύουσιν
ἡμει̃ς δὲ ἡμέρας ὄντες νήφωμεν ἐνδυσάμενοι θώρακα πίστεως καὶ ἀγάπης καὶ περικεφαλαίαν ἐλπίδα σωτηρίας
ὅτι οὐκ ἔθετο ἡμα̃ς ὁ θεòς εἰς ὀργὴν ἀλλὰ εἰς περιποίησιν σωτηρίας διὰ του̃ κυρίου ἡμω̃ν ’Ιησου̃ Χριστου̃
10 του̃ ἀποθανόντος ὑπὲρ ἡμω̃ν ἵνα εἴτε γρηγορω̃μεν εἴτε καθεύδωμεν ἅμα σὺν αὐτω̨̃ ζήσωμεν
11 διò παρακαλει̃τε ἀλλήλους καὶ οἰκοδομει̃τε εἱ̃ς τòν ἕνα καθὼς καὶ ποιει̃τε
12 ἐρωτω̃μεν δὲ ὑμα̃ς ἀδελφοί εἰδέναι τοὺς κοπιω̃ντας ἐν ὑμι̃ν καὶ προϊσταμένους ὑμω̃ν ἐν κυρίω̨ καὶ νουθετου̃ντας ὑμα̃ς
13 καὶ ἡγει̃σθαι αὐτοὺς ὑπερεκπερισσου̃ ἐν ἀγάπη̨ διὰ τò ἔργον αὐτω̃ν εἰρηνεύετε ἐν ἑαυτοι̃ς
14 παρακαλου̃μεν δὲ ὑμα̃ς ἀδελφοί νουθετει̃τε τοὺς ἀτάκτους παραμυθει̃σθε τοὺς ὀλιγοψύχους ἀντέχεσθε τω̃ν ἀσθενω̃ν μακροθυμει̃τε πρòς πάντας
15 ὁρα̃τε μή τις κακòν ἀντὶ κακου̃ τινι ἀποδω̨̃ ἀλλὰ πάντοτε τò ἀγαθòν διώκετε καὶ εἰς ἀλλήλους καὶ εἰς πάντας
16 πάντοτε χαίρετε
17 ἀδιαλείπτως προσεύχεσθε
18 ἐν παντὶ εὐχαριστει̃τε του̃το γὰρ θέλημα θεου̃ ἐν Χριστω̨̃ ’Ιησου̃ εἰς ὑμα̃ς
19 τò πνευ̃μα μὴ σβέννυτε
20 προφητείας μὴ ἐξουθενει̃τε
21 πάντα δὲ δοκιμάζετε τò καλòν κατέχετε
22 ἀπò παντòς εἴδους πονηρου̃ ἀπέχεσθε
23 αὐτòς δὲ ὁ θεòς τη̃ς εἰρήνης ἁγιάσαι ὑμα̃ς ὁλοτελει̃ς καὶ ὁλόκληρον ὑμω̃ν τò πνευ̃μα καὶ ἡ ψυχὴ καὶ τò σω̃μα ἀμέμπτως ἐν τη̨̃ παρουσία̨ του̃ κυρίου ἡμω̃ν ’Ιησου̃ Χριστου̃ τηρηθείη
24 πιστòς ὁ καλω̃ν ὑμα̃ς ὃς καὶ ποιήσει
25 ἀδελφοί προσεύχεσθε καὶ περὶ ἡμω̃ν
26 ἀσπάσασθε τοὺς ἀδελφοὺς πάντας ἐν φιλήματι ἁγίω̨
27 ἐνορκίζω ὑμα̃ς τòν κύριον ἀναγνωσθη̃ναι τὴν ἐπιστολὴν πα̃σιν τοι̃ς ἀδελφοι̃ς
28 ἡ χάρις του̃ κυρίου ἡμω̃ν ’Ιησου̃ Χριστου̃ μεθ' ὑμω̃ν
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).