Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α, κεφαλίς 3

πιστòς ὁ λόγος εἴ τις ἐπισκοπη̃ς ὀρέγεται καλου̃ ἔργου ἐπιθυμει̃
δει̃ οὐ̃ν τòν ἐπίσκοπον ἀνεπίλημπτον εἰ̃ναι μια̃ς γυναικòς ἄνδρα νηφάλιον σώφρονα κόσμιον φιλόξενον διδακτικόν
μὴ πάροινον μὴ πλήκτην ἀλλὰ ἐπιεικη̃ ἄμαχον ἀφιλάργυρον
του̃ ἰδίου οἴκου καλω̃ς προϊστάμενον τέκνα ἔχοντα ἐν ὑποταγη̨̃ μετὰ πάσης σεμνότητος
εἰ δέ τις του̃ ἰδίου οἴκου προστη̃ναι οὐκ οἰ̃δεν πω̃ς ἐκκλησίας θεου̃ ἐπιμελήσεται
μὴ νεόφυτον ἵνα μὴ τυφωθεὶς εἰς κρίμα ἐμπέση̨ του̃ διαβόλου
δει̃ δὲ καὶ μαρτυρίαν καλὴν ἔχειν ἀπò τω̃ν ἔξωθεν ἵνα μὴ εἰς ὀνειδισμòν ἐμπέση̨ καὶ παγίδα του̃ διαβόλου
διακόνους ὡσαύτως σεμνούς μὴ διλόγους μὴ οἴνω̨ πολλω̨̃ προσέχοντας μὴ αἰσχροκερδει̃ς
ἔχοντας τò μυστήριον τη̃ς πίστεως ἐν καθαρα̨̃ συνειδήσει
10 καὶ οὑ̃τοι δὲ δοκιμαζέσθωσαν πρω̃τον εἰ̃τα διακονείτωσαν ἀνέγκλητοι ὄντες
11 γυναι̃κας ὡσαύτως σεμνάς μὴ διαβόλους νηφαλίους πιστὰς ἐν πα̃σιν
12 διάκονοι ἔστωσαν μια̃ς γυναικòς ἄνδρες τέκνων καλω̃ς προϊστάμενοι καὶ τω̃ν ἰδίων οἴκων
13 οἱ γὰρ καλω̃ς διακονήσαντες βαθμòν ἑαυτοι̃ς καλòν περιποιου̃νται καὶ πολλὴν παρρησίαν ἐν πίστει τη̨̃ ἐν Χριστω̨̃ ’Ιησου̃
14 ταυ̃τά σοι γράφω ἐλπίζων ἐλθει̃ν πρòς σὲ ἐν τάχει
15 ἐὰν δὲ βραδύνω ἵνα εἰδη̨̃ς πω̃ς δει̃ ἐν οἴκω̨ θεου̃ ἀναστρέφεσθαι ἥτις ἐστὶν ἐκκλησία θεου̃ ζω̃ντος στυ̃λος καὶ ἑδραίωμα τη̃ς ἀληθείας
16 καὶ ὁμολογουμένως μέγα ἐστὶν τò τη̃ς εὐσεβείας μυστήριον ὃς ἐφανερώθη ἐν σαρκί ἐδικαιώθη ἐν πνεύματι ὤφθη ἀγγέλοις ἐκηρύχθη ἐν ἔθνεσιν ἐπιστεύθη ἐν κόσμω̨ ἀνελήμφθη ἐν δόξη̨
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).