ΠΑΡΑΛΕΙΠΟΜΕΝΩΝ Β,
κεφαλίς 11,
στἰχοι 13-17
13 καὶ οἱ ἱερει̃ς καὶ οἱ Λευι̃ται οἳ ἠ̃σαν ἐν παντὶ Ισραηλ συνήχθησαν πρὸς αὐτὸν ἐκ πάντων τω̃ν ὁρίων |
14 ὅτι ἐγκατέλιπον οἱ Λευι̃ται τὰ σκηνώματα τη̃ς κατασχέσεως αὐτω̃ν καὶ ἐπορεύθησαν πρὸς Ιουδαν εἰς Ιερουσαλημ ὅτι ἐξέβαλεν αὐτοὺς Ιεροβοαμ καὶ οἱ υἱοὶ αὐτου̃ του̃ μὴ λειτουργει̃ν κυρίω̨ |
15 καὶ κατέστησεν ἑαυτω̨̃ ἱερει̃ς τω̃ν ὑψηλω̃ν καὶ τοι̃ς εἰδώλοις καὶ τοι̃ς ματαίοις καὶ τοι̃ς μόσχοις ἃ ἐποίησεν Ιεροβοαμ |
16 καὶ ἐξέβαλεν αὐτοὺς ἀπὸ φυλω̃ν Ισραηλ οἳ ἔδωκαν καρδίαν αὐτω̃ν του̃ ζητη̃σαι κύριον θεὸν Ισραηλ καὶ ἠ̃λθον εἰς Ιερουσαλημ θυ̃σαι κυρίω̨ θεω̨̃ τω̃ν πατέρων αὐτω̃ν |
17 καὶ κατίσχυσαν τὴν βασιλείαν Ιουδα καὶ κατίσχυσαν Ροβοαμ τὸν του̃ Σαλωμων εἰς ἔτη τρία ὅτι ἐπορεύθη ἐν ται̃ς ὁδοι̃ς Δαυιδ καὶ Σαλωμων ἔτη τρία |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.