Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β, κεφαλίς 12

καυχα̃σθαι δει̃ οὐ συμφέρον μέν ἐλεύσομαι δὲ εἰς ὀπτασίας καὶ ἀποκαλύψεις κυρίου
οἰ̃δα ἄνθρωπον ἐν Χριστω̨̃ πρò ἐτω̃ν δεκατεσσάρων εἴτε ἐν σώματι οὐκ οἰ̃δα εἴτε ἐκτòς του̃ σώματος οὐκ οἰ̃δα ὁ θεòς οἰ̃δεν ἁρπαγέντα τòν τοιου̃τον ἕως τρίτου οὐρανου̃
καὶ οἰ̃δα τòν τοιου̃τον ἄνθρωπον εἴτε ἐν σώματι εἴτε χωρὶς του̃ σώματος οὐκ οἰ̃δα ὁ θεòς οἰ̃δεν
ὅτι ἡρπάγη εἰς τòν παράδεισον καὶ ἤκουσεν ἄρρητα ῥήματα ἃ οὐκ ἐξòν ἀνθρώπω̨ λαλη̃σαι
ὑπὲρ του̃ τοιούτου καυχήσομαι ὑπὲρ δὲ ἐμαυτου̃ οὐ καυχήσομαι εἰ μὴ ἐν ται̃ς ἀσθενείαις
ἐὰν γὰρ θελήσω καυχήσασθαι οὐκ ἔσομαι ἄφρων ἀλήθειαν γὰρ ἐρω̃ φείδομαι δέ μή τις εἰς ἐμὲ λογίσηται ὑπὲρ ὃ βλέπει με ἢ ἀκούει τι ἐξ ἐμου̃
καὶ τη̨̃ ὑπερβολη̨̃ τω̃ν ἀποκαλύψεων διό ἵνα μὴ ὑπεραίρωμαι ἐδόθη μοι σκόλοψ τη̨̃ σαρκί ἄγγελος Σατανα̃ ἵνα με κολαφίζη̨ ἵνα μὴ ὑπεραίρωμαι
ὑπὲρ τούτου τρὶς τòν κύριον παρεκάλεσα ἵνα ἀποστη̨̃ ἀπ' ἐμου̃
καὶ εἴρηκέν μοι ἀρκει̃ σοι ἡ χάρις μου ἡ γὰρ δύναμις ἐν ἀσθενεία̨ τελει̃ται ἥδιστα οὐ̃ν μα̃λλον καυχήσομαι ἐν ται̃ς ἀσθενείαις μου ἵνα ἐπισκηνώση̨ ἐπ' ἐμὲ ἡ δύναμις του̃ Χριστου̃
10 διò εὐδοκω̃ ἐν ἀσθενείαις ἐν ὕβρεσιν ἐν ἀνάγκαις ἐν διωγμοι̃ς καὶ στενοχωρίαις ὑπὲρ Χριστου̃ ὅταν γὰρ ἀσθενω̃ τότε δυνατός εἰμι
11 γέγονα ἄφρων ὑμει̃ς με ἠναγκάσατε ἐγὼ γὰρ ὤφειλον ὑφ' ὑμω̃ν συνίστασθαι οὐδὲν γὰρ ὑστέρησα τω̃ν ὑπερλίαν ἀποστόλων εἰ καὶ οὐδέν εἰμι
12 τὰ μὲν σημει̃α του̃ ἀποστόλου κατειργάσθη ἐν ὑμι̃ν ἐν πάση̨ ὑπομονη̨̃ σημείοις τε καὶ τέρασιν καὶ δυνάμεσιν
13 τί γάρ ἐστιν ὃ ἡσσώθητε ὑπὲρ τὰς λοιπὰς ἐκκλησίας εἰ μὴ ὅτι αὐτòς ἐγὼ οὐ κατενάρκησα ὑμω̃ν χαρίσασθέ μοι τὴν ἀδικίαν ταύτην
14 ἰδοὺ τρίτον του̃το ἑτοίμως ἔχω ἐλθει̃ν πρòς ὑμα̃ς καὶ οὐ καταναρκήσω οὐ γὰρ ζητω̃ τὰ ὑμω̃ν ἀλλὰ ὑμα̃ς οὐ γὰρ ὀφείλει τὰ τέκνα τοι̃ς γονευ̃σιν θησαυρίζειν ἀλλὰ οἱ γονει̃ς τοι̃ς τέκνοις
15 ἐγὼ δὲ ἥδιστα δαπανήσω καὶ ἐκδαπανηθήσομαι ὑπὲρ τω̃ν ψυχω̃ν ὑμω̃ν εἰ περισσοτέρως ὑμα̃ς ἀγαπω̃ν ἡ̃σσον ἀγαπω̃μαι
16 ἔστω δέ ἐγὼ οὐ κατεβάρησα ὑμα̃ς ἀλλὰ ὑπάρχων πανου̃ργος δόλω̨ ὑμα̃ς ἔλαβον
17 μή τινα ὡ̃ν ἀπέσταλκα πρòς ὑμα̃ς δι' αὐτου̃ ἐπλεονέκτησα ὑμα̃ς
18 παρεκάλεσα Τίτον καὶ συναπέστειλα τòν ἀδελφόν μήτι ἐπλεονέκτησεν ὑμα̃ς Τίτος οὐ τω̨̃ αὐτω̨̃ πνεύματι περιεπατήσαμεν οὐ τοι̃ς αὐτοι̃ς ἴχνεσιν
19 πάλαι δοκει̃τε ὅτι ὑμι̃ν ἀπολογούμεθα κατέναντι θεου̃ ἐν Χριστω̨̃ λαλου̃μεν τὰ δὲ πάντα ἀγαπητοί ὑπὲρ τη̃ς ὑμω̃ν οἰκοδομη̃ς
20 φοβου̃μαι γὰρ μή πως ἐλθὼν οὐχ οἵους θέλω εὕρω ὑμα̃ς κἀγὼ εὑρεθω̃ ὑμι̃ν οἱ̃ον οὐ θέλετε μή πως ἔρις ζη̃λος θυμοί ἐριθείαι καταλαλιαί ψιθυρισμοί φυσιώσεις ἀκαταστασίαι
21 μὴ πάλιν ἐλθόντος μου ταπεινώση̨ με ὁ θεός μου πρòς ὑμα̃ς καὶ πενθήσω πολλοὺς τω̃ν προημαρτηκότων καὶ μὴ μετανοησάντων ἐπὶ τη̨̃ ἀκαθαρσία̨ καὶ πορνεία̨ καὶ ἀσελγεία̨ ἡ̨̃ ἔπραξαν
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).