ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β,
κεφαλίς 8,
στἰχοι 16-22
16 χάρις δὲ τω̨̃ θεω̨̃ τω̨̃ δόντι τὴν αὐτὴν σπουδὴν ὑπὲρ ὑμω̃ν ἐν τη̨̃ καρδία̨ Τίτου |
17 ὅτι τὴν μὲν παράκλησιν ἐδέξατο σπουδαιότερος δὲ ὑπάρχων αὐθαίρετος ἐξη̃λθεν πρòς ὑμα̃ς |
18 συνεπέμψαμεν δὲ μετ' αὐτου̃ τòν ἀδελφòν οὑ̃ ὁ ἔπαινος ἐν τω̨̃ εὐαγγελίω̨ διὰ πασω̃ν τω̃ν ἐκκλησιω̃ν |
19 οὐ μόνον δὲ ἀλλὰ καὶ χειροτονηθεὶς ὑπò τω̃ν ἐκκλησιω̃ν συνέκδημος ἡμω̃ν σὺν τη̨̃ χάριτι ταύτη̨ τη̨̃ διακονουμένη̨ ὑφ' ἡμω̃ν πρòς τὴν αὐτου̃ του̃ κυρίου δόξαν καὶ προθυμίαν ἡμω̃ν |
20 στελλόμενοι του̃το μή τις ἡμα̃ς μωμήσηται ἐν τη̨̃ ἁδρότητι ταύτη̨ τη̨̃ διακονουμένη̨ ὑφ' ἡμω̃ν |
21 προνοου̃μεν γὰρ καλὰ οὐ μόνον ἐνώπιον κυρίου ἀλλὰ καὶ ἐνώπιον ἀνθρώπων |
22 συνεπέμψαμεν δὲ αὐτοι̃ς τòν ἀδελφòν ἡμω̃ν ὃν ἐδοκιμάσαμεν ἐν πολλοι̃ς πολλάκις σπουδαι̃ον ὄντα νυνὶ δὲ πολὺ σπουδαιότερον πεποιθήσει πολλη̨̃ τη̨̃ εἰς ὑμα̃ς |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.