1 γνωρίζομεν δὲ ὑμι̃ν ἀδελφοί τὴν χάριν του̃ θεου̃ τὴν δεδομένην ἐν ται̃ς ἐκκλησίαις τη̃ς Μακεδονίας |
2 ὅτι ἐν πολλη̨̃ δοκιμη̨̃ θλίψεως ἡ περισσεία τη̃ς χαρα̃ς αὐτω̃ν καὶ ἡ κατὰ βάθους πτωχεία αὐτω̃ν ἐπερίσσευσεν εἰς τò πλου̃τος τη̃ς ἁπλότητος αὐτω̃ν |
3 ὅτι κατὰ δύναμιν μαρτυρω̃ καὶ παρὰ δύναμιν αὐθαίρετοι |
4 μετὰ πολλη̃ς παρακλήσεως δεόμενοι ἡμω̃ν τὴν χάριν καὶ τὴν κοινωνίαν τη̃ς διακονίας τη̃ς εἰς τοὺς ἁγίους |
5 καὶ οὐ καθὼς ἠλπίσαμεν ἀλλ' ἑαυτοὺς ἔδωκαν πρω̃τον τω̨̃ κυρίω̨ καὶ ἡμι̃ν διὰ θελήματος θεου̃ |
6 εἰς τò παρακαλέσαι ἡμα̃ς Τίτον ἵνα καθὼς προενήρξατο οὕτως καὶ ἐπιτελέση̨ εἰς ὑμα̃ς καὶ τὴν χάριν ταύτην |
7 ἀλλ' ὥσπερ ἐν παντὶ περισσεύετε πίστει καὶ λόγω̨ καὶ γνώσει καὶ πάση̨ σπουδη̨̃ καὶ τη̨̃ ἐξ ἡμω̃ν ἐν ὑμι̃ν ἀγάπη̨ ἵνα καὶ ἐν ταύτη̨ τη̨̃ χάριτι περισσεύητε |
8 οὐ κατ' ἐπιταγὴν λέγω ἀλλὰ διὰ τη̃ς ἑτέρων σπουδη̃ς καὶ τò τη̃ς ὑμετέρας ἀγάπης γνήσιον δοκιμάζων |
9 γινώσκετε γὰρ τὴν χάριν του̃ κυρίου ἡμω̃ν ’Ιησου̃ Χριστου̃ ὅτι δι' ὑμα̃ς ἐπτώχευσεν πλούσιος ὤν ἵνα ὑμει̃ς τη̨̃ ἐκείνου πτωχεία̨ πλουτήσητε |
10 καὶ γνώμην ἐν τούτω̨ δίδωμι του̃το γὰρ ὑμι̃ν συμφέρει οἵτινες οὐ μόνον τò ποιη̃σαι ἀλλὰ καὶ τò θέλειν προενήρξασθε ἀπò πέρυσι |
11 νυνὶ δὲ καὶ τò ποιη̃σαι ἐπιτελέσατε ὅπως καθάπερ ἡ προθυμία του̃ θέλειν οὕτως καὶ τò ἐπιτελέσαι ἐκ του̃ ἔχειν |
12 εἰ γὰρ ἡ προθυμία πρόκειται καθò ἐὰν ἔχη̨ εὐπρόσδεκτος οὐ καθò οὐκ ἔχει |
13 οὐ γὰρ ἵνα ἄλλοις ἄνεσις ὑμι̃ν θλι̃ψις ἀλλ' ἐξ ἰσότητος |
14 ἐν τω̨̃ νυ̃ν καιρω̨̃ τò ὑμω̃ν περίσσευμα εἰς τò ἐκείνων ὑστέρημα ἵνα καὶ τò ἐκείνων περίσσευμα γένηται εἰς τò ὑμω̃ν ὑστέρημα ὅπως γένηται ἰσότης |
15 καθὼς γέγραπται ὁ τò πολὺ οὐκ ἐπλεόνασεν καὶ ὁ τò ὀλίγον οὐκ ἠλαττόνησεν |
16 χάρις δὲ τω̨̃ θεω̨̃ τω̨̃ δόντι τὴν αὐτὴν σπουδὴν ὑπὲρ ὑμω̃ν ἐν τη̨̃ καρδία̨ Τίτου |
17 ὅτι τὴν μὲν παράκλησιν ἐδέξατο σπουδαιότερος δὲ ὑπάρχων αὐθαίρετος ἐξη̃λθεν πρòς ὑμα̃ς |
18 συνεπέμψαμεν δὲ μετ' αὐτου̃ τòν ἀδελφòν οὑ̃ ὁ ἔπαινος ἐν τω̨̃ εὐαγγελίω̨ διὰ πασω̃ν τω̃ν ἐκκλησιω̃ν |
19 οὐ μόνον δὲ ἀλλὰ καὶ χειροτονηθεὶς ὑπò τω̃ν ἐκκλησιω̃ν συνέκδημος ἡμω̃ν σὺν τη̨̃ χάριτι ταύτη̨ τη̨̃ διακονουμένη̨ ὑφ' ἡμω̃ν πρòς τὴν αὐτου̃ του̃ κυρίου δόξαν καὶ προθυμίαν ἡμω̃ν |
20 στελλόμενοι του̃το μή τις ἡμα̃ς μωμήσηται ἐν τη̨̃ ἁδρότητι ταύτη̨ τη̨̃ διακονουμένη̨ ὑφ' ἡμω̃ν |
21 προνοου̃μεν γὰρ καλὰ οὐ μόνον ἐνώπιον κυρίου ἀλλὰ καὶ ἐνώπιον ἀνθρώπων |
22 συνεπέμψαμεν δὲ αὐτοι̃ς τòν ἀδελφòν ἡμω̃ν ὃν ἐδοκιμάσαμεν ἐν πολλοι̃ς πολλάκις σπουδαι̃ον ὄντα νυνὶ δὲ πολὺ σπουδαιότερον πεποιθήσει πολλη̨̃ τη̨̃ εἰς ὑμα̃ς |
23 εἴτε ὑπὲρ Τίτου κοινωνòς ἐμòς καὶ εἰς ὑμα̃ς συνεργός εἴτε ἀδελφοὶ ἡμω̃ν ἀπόστολοι ἐκκλησιω̃ν δόξα Χριστου̃ |
24 τὴν οὐ̃ν ἔνδειξιν τη̃ς ἀγάπης ὑμω̃ν καὶ ἡμω̃ν καυχήσεως ὑπὲρ ὑμω̃ν εἰς αὐτοὺς ἐνδεικνύμενοι εἰς πρόσωπον τω̃ν ἐκκλησιω̃ν |