ΜΑΚΚΑΒΑΊΩΝ Β,
κεφαλίς 7,
στἰχοι 31-37
31 σὺ δὲ πάσης κακίας εὑρετὴς γενόμενος εἰς τοὺς Εβραίους οὐ μὴ διαφύγη̨ς τὰς χει̃ρας του̃ θεου̃ |
32 ἡμει̃ς γὰρ διὰ τὰς ἑαυτω̃ν ἁμαρτίας πάσχομεν |
33 εἰ δὲ χάριν ἐπιπλήξεως καὶ παιδείας ὁ ζω̃ν κύριος ἡμω̃ν βραχέως ἐπώργισται καὶ πάλιν καταλλαγήσεται τοι̃ς ἑαυτου̃ δούλοις |
34 σὺ δέ ὠ̃ ἀνόσιε καὶ πάντων ἀνθρώπων μιαρώτατε μὴ μάτην μετεωρίζου φρυαττόμενος ἀδήλοις ἐλπίσιν ἐπὶ τοὺς οὐρανίους παι̃δας ἐπαιρόμενος χει̃ρα |
35 οὔπω γὰρ τὴν του̃ παντοκράτορος ἐπόπτου θεου̃ κρίσιν ἐκπέφευγας |
36 οἱ μὲν γὰρ νυ̃ν ἡμέτεροι ἀδελφοὶ βραχὺν ὑπενέγκαντες πόνον ἀενάου ζωη̃ς ὑπὸ διαθήκην θεου̃ πεπτώκασιν σὺ δὲ τη̨̃ του̃ θεου̃ κρίσει δίκαια τὰ πρόστιμα τη̃ς ὑπερηφανίας ἀποίση̨ |
37 ἐγὼ δέ καθάπερ οἱ ἀδελφοί καὶ σω̃μα καὶ ψυχὴν προδίδωμι περὶ τω̃ν πατρίων νόμων ἐπικαλούμενος τὸν θεὸν ἵλεως ταχὺ τω̨̃ ἔθνει γενέσθαι καὶ σὲ μετὰ ἐτασμω̃ν καὶ μαστίγων ἐξομολογήσασθαι διότι μόνος αὐτὸς θεός ἐστιν |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.