Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΕΠΙΣΤΟΛΗ ΠΕΤΡΟΥ Β, κεφαλίς 1

Συμεὼν Πέτρος δου̃λος καὶ ἀπόστολος ’Ιησου̃ Χριστου̃ τοι̃ς ἰσότιμον ἡμι̃ν λαχου̃σιν πίστιν ἐν δικαιοσύνη̨ του̃ θεου̃ ἡμω̃ν καὶ σωτη̃ρος ’Ιησου̃ Χριστου̃
χάρις ὑμι̃ν καὶ εἰρήνη πληθυνθείη ἐν ἐπιγνώσει του̃ θεου̃ καὶ ’Ιησου̃ του̃ κυρίου ἡμω̃ν
ὡς πάντα ἡμι̃ν τη̃ς θείας δυνάμεως αὐτου̃ τὰ πρòς ζωὴν καὶ εὐσέβειαν δεδωρημένης διὰ τη̃ς ἐπιγνώσεως του̃ καλέσαντος ἡμα̃ς ἰδία̨ δόξη̨ καὶ ἀρετη̨̃
δι' ὡ̃ν τὰ τίμια καὶ μέγιστα ἡμι̃ν ἐπαγγέλματα δεδώρηται ἵνα διὰ τούτων γένησθε θείας κοινωνοὶ φύσεως ἀποφυγόντες τη̃ς ἐν τω̨̃ κόσμω̨ ἐν ἐπιθυμία̨ φθορα̃ς
καὶ αὐτò του̃το δὲ σπουδὴν πα̃σαν παρεισενέγκαντες ἐπιχορηγήσατε ἐν τη̨̃ πίστει ὑμω̃ν τὴν ἀρετήν ἐν δὲ τη̨̃ ἀρετη̨̃ τὴν γνω̃σιν
ἐν δὲ τη̨̃ γνώσει τὴν ἐγκράτειαν ἐν δὲ τη̨̃ ἐγκρατεία̨ τὴν ὑπομονήν ἐν δὲ τη̨̃ ὑπομονη̨̃ τὴν εὐσέβειαν
ἐν δὲ τη̨̃ εὐσεβεία̨ τὴν φιλαδελφίαν ἐν δὲ τη̨̃ φιλαδελφία̨ τὴν ἀγάπην
ταυ̃τα γὰρ ὑμι̃ν ὑπάρχοντα καὶ πλεονάζοντα οὐκ ἀργοὺς οὐδὲ ἀκάρπους καθίστησιν εἰς τὴν του̃ κυρίου ἡμω̃ν ’Ιησου̃ Χριστου̃ ἐπίγνωσιν
ὡ̨̃ γὰρ μὴ πάρεστιν ταυ̃τα τυφλός ἐστιν μυωπάζων λήθην λαβὼν του̃ καθαρισμου̃ τω̃ν πάλαι αὐτου̃ ἁμαρτιω̃ν
10 διò μα̃λλον ἀδελφοί σπουδάσατε βεβαίαν ὑμω̃ν τὴν κλη̃σιν καὶ ἐκλογὴν ποιει̃σθαι ταυ̃τα γὰρ ποιου̃ντες οὐ μὴ πταίσητέ ποτε
11 οὕτως γὰρ πλουσίως ἐπιχορηγηθήσεται ὑμι̃ν ἡ εἴσοδος εἰς τὴν αἰώνιον βασιλείαν του̃ κυρίου ἡμω̃ν καὶ σωτη̃ρος ’Ιησου̃ Χριστου̃
12 διò μελλήσω ἀεὶ ὑμα̃ς ὑπομιμνή̨σκειν περὶ τούτων καίπερ εἰδότας καὶ ἐστηριγμένους ἐν τη̨̃ παρούση̨ ἀληθεία̨
13 δίκαιον δὲ ἡγου̃μαι ἐφ' ὅσον εἰμὶ ἐν τούτω̨ τω̨̃ σκηνώματι διεγείρειν ὑμα̃ς ἐν ὑπομνήσει
14 εἰδὼς ὅτι ταχινή ἐστιν ἡ ἀπόθεσις του̃ σκηνώματός μου καθὼς καὶ ὁ κύριος ἡμω̃ν ’Ιησου̃ς Χριστòς ἐδήλωσέν μοι
15 σπουδάσω δὲ καὶ ἑκάστοτε ἔχειν ὑμα̃ς μετὰ τὴν ἐμὴν ἔξοδον τὴν τούτων μνήμην ποιει̃σθαι
16 οὐ γὰρ σεσοφισμένοις μύθοις ἐξακολουθήσαντες ἐγνωρίσαμεν ὑμι̃ν τὴν του̃ κυρίου ἡμω̃ν ’Ιησου̃ Χριστου̃ δύναμιν καὶ παρουσίαν ἀλλ' ἐπόπται γενηθέντες τη̃ς ἐκείνου μεγαλειότητος
17 λαβὼν γὰρ παρὰ θεου̃ πατρòς τιμὴν καὶ δόξαν φωνη̃ς ἐνεχθείσης αὐτω̨̃ τοια̃σδε ὑπò τη̃ς μεγαλοπρεπου̃ς δόξης ὁ υἱός μου ὁ ἀγαπητός μου οὑ̃τός ἐστιν εἰς ὃν ἐγὼ εὐδόκησα
18 καὶ ταύτην τὴν φωνὴν ἡμει̃ς ἠκούσαμεν ἐξ οὐρανου̃ ἐνεχθει̃σαν σὺν αὐτω̨̃ ὄντες ἐν τω̨̃ ἁγίω̨ ὄρει
19 καὶ ἔχομεν βεβαιότερον τòν προφητικòν λόγον ὡ̨̃ καλω̃ς ποιει̃τε προσέχοντες ὡς λύχνω̨ φαίνοντι ἐν αὐχμηρω̨̃ τόπω̨ ἕως οὑ̃ ἡμέρα διαυγάση̨ καὶ φωσφόρος ἀνατείλη̨ ἐν ται̃ς καρδίαις ὑμω̃ν
20 του̃το πρω̃τον γινώσκοντες ὅτι πα̃σα προφητεία γραφη̃ς ἰδίας ἐπιλύσεως οὐ γίνεται
21 οὐ γὰρ θελήματι ἀνθρώπου ἠνέχθη προφητεία ποτέ ἀλλὰ ὑπò πνεύματος ἁγίου φερόμενοι ἐλάλησαν ἀπò θεου̃ ἄνθρωποι
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).