Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΊΣ Β, κεφαλίς 1

Παυ̃λος καὶ Σιλουανòς καὶ Τιμόθεος τη̨̃ ἐκκλησία̨ Θεσσαλονικέων ἐν θεω̨̃ πατρὶ ἡμω̃ν καὶ κυρίω̨ ’Ιησου̃ Χριστω̨̃
χάρις ὑμι̃ν καὶ εἰρήνη ἀπò θεου̃ πατρòς ἡμω̃ν καὶ κυρίου ’Ιησου̃ Χριστου̃
εὐχαριστει̃ν ὀφείλομεν τω̨̃ θεω̨̃ πάντοτε περὶ ὑμω̃ν ἀδελφοί καθὼς ἄξιόν ἐστιν ὅτι ὑπεραυξάνει ἡ πίστις ὑμω̃ν καὶ πλεονάζει ἡ ἀγάπη ἑνòς ἑκάστου πάντων ὑμω̃ν εἰς ἀλλήλους
ὥστε αὐτοὺς ἡμα̃ς ἐν ὑμι̃ν ἐγκαυχα̃σθαι ἐν ται̃ς ἐκκλησίαις του̃ θεου̃ ὑπὲρ τη̃ς ὑπομονη̃ς ὑμω̃ν καὶ πίστεως ἐν πα̃σιν τοι̃ς διωγμοι̃ς ὑμω̃ν καὶ ται̃ς θλίψεσιν αἱ̃ς ἀνέχεσθε
ἔνδειγμα τη̃ς δικαίας κρίσεως του̃ θεου̃ εἰς τò καταξιωθη̃ναι ὑμα̃ς τη̃ς βασιλείας του̃ θεου̃ ὑπὲρ ἡ̃ς καὶ πάσχετε
εἴπερ δίκαιον παρὰ θεω̨̃ ἀνταποδου̃ναι τοι̃ς θλίβουσιν ὑμα̃ς θλι̃ψιν
καὶ ὑμι̃ν τοι̃ς θλιβομένοις ἄνεσιν μεθ' ἡμω̃ν ἐν τη̨̃ ἀποκαλύψει του̃ κυρίου ’Ιησου̃ ἀπ' οὐρανου̃ μετ' ἀγγέλων δυνάμεως αὐτου̃
ἐν πυρὶ φλογός διδόντος ἐκδίκησιν τοι̃ς μὴ εἰδόσιν θεòν καὶ τοι̃ς μὴ ὑπακούουσιν τω̨̃ εὐαγγελίω̨ του̃ κυρίου ἡμω̃ν ’Ιησου̃
οἵτινες δίκην τίσουσιν ὄλεθρον αἰώνιον ἀπò προσώπου του̃ κυρίου καὶ ἀπò τη̃ς δόξης τη̃ς ἰσχύος αὐτου̃
10 ὅταν ἔλθη̨ ἐνδοξασθη̃ναι ἐν τοι̃ς ἁγίοις αὐτου̃ καὶ θαυμασθη̃ναι ἐν πα̃σιν τοι̃ς πιστεύσασιν ὅτι ἐπιστεύθη τò μαρτύριον ἡμω̃ν ἐφ' ὑμα̃ς ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨
11 εἰς ὃ καὶ προσευχόμεθα πάντοτε περὶ ὑμω̃ν ἵνα ὑμα̃ς ἀξιώση̨ τη̃ς κλήσεως ὁ θεòς ἡμω̃ν καὶ πληρώση̨ πα̃σαν εὐδοκίαν ἀγαθωσύνης καὶ ἔργον πίστεως ἐν δυνάμει
12 ὅπως ἐνδοξασθη̨̃ τò ὄνομα του̃ κυρίου ἡμω̃ν ’Ιησου̃ ἐν ὑμι̃ν καὶ ὑμει̃ς ἐν αὐτω̨̃ κατὰ τὴν χάριν του̃ θεου̃ ἡμω̃ν καὶ κυρίου ’Ιησου̃ Χριστου̃
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).