Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΠΡΟΣ ΘΕΣΣΑΛΟΝΙΚΕΊΣ Β, κεφαλίς 2

ἐρωτω̃μεν δὲ ὑμα̃ς ἀδελφοί ὑπὲρ τη̃ς παρουσίας του̃ κυρίου ἡμω̃ν ’Ιησου̃ Χριστου̃ καὶ ἡμω̃ν ἐπισυναγωγη̃ς ἐπ' αὐτόν
εἰς τò μὴ ταχέως σαλευθη̃ναι ὑμα̃ς ἀπò του̃ νοòς μηδὲ θροει̃σθαι μήτε διὰ πνεύματος μήτε διὰ λόγου μήτε δι' ἐπιστολη̃ς ὡς δι' ἡμω̃ν ὡς ὅτι ἐνέστηκεν ἡ ἡμέρα του̃ κυρίου
μή τις ὑμα̃ς ἐξαπατήση̨ κατὰ μηδένα τρόπον ὅτι ἐὰν μὴ ἔλθη̨ ἡ ἀποστασία πρω̃τον καὶ ἀποκαλυφθη̨̃ ὁ ἄνθρωπος τη̃ς ἀνομίας ὁ υἱòς τη̃ς ἀπωλείας
ὁ ἀντικείμενος καὶ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον θεòν ἢ σέβασμα ὥστε αὐτòν εἰς τòν ναòν του̃ θεου̃ καθίσαι ἀποδεικνύντα ἑαυτòν ὅτι ἔστιν θεός
οὐ μνημονεύετε ὅτι ἔτι ὢν πρòς ὑμα̃ς ταυ̃τα ἔλεγον ὑμι̃ν
καὶ νυ̃ν τò κατέχον οἴδατε εἰς τò ἀποκαλυφθη̃ναι αὐτòν ἐν τω̨̃ ἑαυτου̃ καιρω̨̃
τò γὰρ μυστήριον ἤδη ἐνεργει̃ται τη̃ς ἀνομίας μόνον ὁ κατέχων ἄρτι ἕως ἐκ μέσου γένηται
καὶ τότε ἀποκαλυφθήσεται ὁ ἄνομος ὃν ὁ κύριος ’Ιησου̃ς ἀνελει̃ τω̨̃ πνεύματι του̃ στόματος αὐτου̃ καὶ καταργήσει τη̨̃ ἐπιφανεία̨ τη̃ς παρουσίας αὐτου̃
οὑ̃ ἐστιν ἡ παρουσία κατ' ἐνέργειαν του̃ Σατανα̃ ἐν πάση̨ δυνάμει καὶ σημείοις καὶ τέρασιν ψεύδους
10 καὶ ἐν πάση̨ ἀπάτη̨ ἀδικίας τοι̃ς ἀπολλυμένοις ἀνθ' ὡ̃ν τὴν ἀγάπην τη̃ς ἀληθείας οὐκ ἐδέξαντο εἰς τò σωθη̃ναι αὐτούς
11 καὶ διὰ του̃το πέμπει αὐτοι̃ς ὁ θεòς ἐνέργειαν πλάνης εἰς τò πιστευ̃σαι αὐτοὺς τω̨̃ ψεύδει
12 ἵνα κριθω̃σιν πάντες οἱ μὴ πιστεύσαντες τη̨̃ ἀληθεία̨ ἀλλὰ εὐδοκήσαντες τη̨̃ ἀδικία̨
13 ἡμει̃ς δὲ ὀφείλομεν εὐχαριστει̃ν τω̨̃ θεω̨̃ πάντοτε περὶ ὑμω̃ν ἀδελφοὶ ἠγαπημένοι ὑπò κυρίου ὅτι εἵλατο ὑμα̃ς ὁ θεòς ἀπαρχὴν εἰς σωτηρίαν ἐν ἁγιασμω̨̃ πνεύματος καὶ πίστει ἀληθείας
14 εἰς ὃ καὶ ἐκάλεσεν ὑμα̃ς διὰ του̃ εὐαγγελίου ἡμω̃ν εἰς περιποίησιν δόξης του̃ κυρίου ἡμω̃ν ’Ιησου̃ Χριστου̃
15 ἄρα οὐ̃ν ἀδελφοί στήκετε καὶ κρατει̃τε τὰς παραδόσεις ἃς ἐδιδάχθητε εἴτε διὰ λόγου εἴτε δι' ἐπιστολη̃ς ἡμω̃ν
16 αὐτòς δὲ ὁ κύριος ἡμω̃ν ’Ιησου̃ς Χριστòς καὶ ὁ θεòς ὁ πατὴρ ἡμω̃ν ὁ ἀγαπήσας ἡμα̃ς καὶ δοὺς παράκλησιν αἰωνίαν καὶ ἐλπίδα ἀγαθὴν ἐν χάριτι
17 παρακαλέσαι ὑμω̃ν τὰς καρδίας καὶ στηρίξαι ἐν παντὶ ἔργω̨ καὶ λόγω̨ ἀγαθω̨̃
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).