14 ταυ̃τα ὑπομίμνη̨σκε διαμαρτυρόμενος ἐνώπιον του̃ θεου̃ μὴ λογομαχει̃ν ἐπ' οὐδὲν χρήσιμον ἐπὶ καταστροφη̨̃ τω̃ν ἀκουόντων |
15 σπούδασον σεαυτòν δόκιμον παραστη̃σαι τω̨̃ θεω̨̃ ἐργάτην ἀνεπαίσχυντον ὀρθοτομου̃ντα τòν λόγον τη̃ς ἀληθείας |
16 τὰς δὲ βεβήλους κενοφωνίας περιΐστασο ἐπὶ πλει̃ον γὰρ προκόψουσιν ἀσεβείας |
17 καὶ ὁ λόγος αὐτω̃ν ὡς γάγγραινα νομὴν ἕξει ὡ̃ν ἐστιν ‘Υμέναιος καὶ Φίλητος |
18 οἵτινες περὶ τὴν ἀλήθειαν ἠστόχησαν λέγοντες τὴν ἀνάστασιν ἤδη γεγονέναι καὶ ἀνατρέπουσιν τήν τινων πίστιν |
19 ὁ μέντοι στερεòς θεμέλιος του̃ θεου̃ ἕστηκεν ἔχων τὴν σφραγι̃δα ταύτην ἔγνω κύριος τοὺς ὄντας αὐτου̃ καί ἀποστήτω ἀπò ἀδικίας πα̃ς ὁ ὀνομάζων τò ὄνομα κυρίου |
20 ἐν μεγάλη̨ δὲ οἰκία̨ οὐκ ἔστιν μόνον σκεύη χρυσα̃ καὶ ἀργυρα̃ ἀλλὰ καὶ ξύλινα καὶ ὀστράκινα καὶ ἃ μὲν εἰς τιμὴν ἃ δὲ εἰς ἀτιμίαν |
21 ἐὰν οὐ̃ν τις ἐκκαθάρη̨ ἑαυτòν ἀπò τούτων ἔσται σκευ̃ος εἰς τιμήν ἡγιασμένον εὔχρηστον τω̨̃ δεσπότη̨ εἰς πα̃ν ἔργον ἀγαθòν ἡτοιμασμένον |
22 τὰς δὲ νεωτερικὰς ἐπιθυμίας φευ̃γε δίωκε δὲ δικαιοσύνην πίστιν ἀγάπην εἰρήνην μετὰ τω̃ν ἐπικαλουμένων τòν κύριον ἐκ καθαρα̃ς καρδίας |
23 τὰς δὲ μωρὰς καὶ ἀπαιδεύτους ζητήσεις παραιτου̃ εἰδὼς ὅτι γεννω̃σιν μάχας |
24 δου̃λον δὲ κυρίου οὐ δει̃ μάχεσθαι ἀλλὰ ἤπιον εἰ̃ναι πρòς πάντας διδακτικόν ἀνεξίκακον |
25 ἐν πραΰτητι παιδεύοντα τοὺς ἀντιδιατιθεμένους μήποτε δώη̨ αὐτοι̃ς ὁ θεòς μετάνοιαν εἰς ἐπίγνωσιν ἀληθείας |
26 καὶ ἀνανήψωσιν ἐκ τη̃ς του̃ διαβόλου παγίδος ἐζωγρημένοι ὑπ' αὐτου̃ εἰς τò ἐκείνου θέλημα |