1 βασιλεὺς Πτολεμαι̃ος Φιλοπάτωρ τοι̃ς κατ' Αἴγυπτον στρατηγοι̃ς καὶ πα̃σιν τοι̃ς τεταγμένοις ἐπὶ πραγμάτων χαίρειν καὶ ἐρρω̃σθαι |
2 ἐρρώμεθα δὲ καὶ αὐτοὶ καὶ τὰ τέκνα ἡμω̃ν κατευθύναντος ἡμι̃ν του̃ μεγάλου θεου̃ τὰ πράγματα καθὼς προαιρούμεθα |
3 τω̃ν φίλων τινὲς κατὰ κακοήθειαν πυκνότερον ἡμι̃ν παρακείμενοι συνέπεισαν ἡμα̃ς εἰς τὸ τοὺς ὑπὸ τὴν βασιλείαν Ιουδαίους συναθροίσαντας σύστημα κολάσασθαι ξενιζούσαις ἀποστατω̃ν τιμωρίαις |
4 προφερόμενοι μηδέποτε εὐσταθήσειν τὰ πράγματα ἡμω̃ν δι' ἣν ἔχουσιν οὑ̃τοι πρὸς πάντα τὰ ἔθνη δυσμένειαν μέχρι ἂν συντελεσθη̨̃ του̃το |
5 οἳ καὶ δεσμίους καταγαγόντες αὐτοὺς μετὰ σκυλμω̃ν ὡς ἀνδράποδα μα̃λλον δὲ ὡς ἐπιβούλους ἄνευ πάσης ἀνακρίσεως καὶ ἐξετάσεως ἐπεχείρησαν ἀνελει̃ν νόμου Σκυθω̃ν ἀγριωτέραν ἐμπεπορπημένοι ὠμότητα |
6 ἡμει̃ς δὲ ἐπὶ τούτοις σκληρότερον διαπειλησάμενοι καθ' ἣν ἔχομεν πρὸς ἅπαντας ἀνθρώπους ἐπιείκειαν μόγις τὸ ζη̃ν αὐτοι̃ς χαρισάμενοι καὶ τὸν ἐπουράνιον θεὸν ἐγνωκότες ἀσφαλω̃ς ὑπερησπικότα τω̃ν Ιουδαίων ὡς πατέρα ὑπὲρ υἱω̃ν διὰ παντὸς συμμαχου̃ντα |
7 τήν τε του̃ φίλου ἣν ἔχουσιν βεβαίαν πρὸς ἡμα̃ς καὶ τοὺς προγόνους ἡμω̃ν εὔνοιαν ἀναλογισάμενοι δικαίως ἀπολελύκαμεν πάσης καθ' ὁντινου̃ν αἰτίας τρόπον |
8 καὶ προστετάχαμεν ἑκάστω̨ πάντας εἰς τὰ ἴδια ἐπιστρέφειν ἐν παντὶ τόπω̨ μηθενὸς αὐτοὺς τὸ σύνολον καταβλάπτοντος μήτε ὀνειδίζειν περὶ τω̃ν γεγενημένων παρὰ λόγον |
9 γινώσκετε γὰρ ὅτι κατὰ τούτων ἐάν τι κακοτεχνήσωμεν πονηρὸν ἢ ἐπιλυπήσωμεν αὐτοὺς τὸ σύνολον οὐκ ἄνθρωπον ἀλλὰ τὸν πάσης δεσπόζοντα δυνάμεως θεὸν ὕψιστον ἀντικείμενον ἡμι̃ν ἐπ' ἐκδικήσει τω̃ν πραγμάτων κατὰ πα̃ν ἀφεύκτως διὰ παντὸς ἕξομεν ἔρρωσθε |
10 λαβόντες δὲ τὴν ἐπιστολὴν ταύτην οὐκ ἐσπούδασαν εὐθέως γενέσθαι περὶ τὴν ἄφοδον ἀλλὰ τὸν βασιλέα προσηξίωσαν τοὺς ἐκ του̃ γένους τω̃ν Ιουδαίων τὸν ἅγιον θεὸν αὐθαιρέτως παραβεβηκότας καὶ του̃ θεου̃ τὸν νόμον τυχει̃ν δι' αὐτω̃ν τη̃ς ὀφειλομένης κολάσεως |
11 προφερόμενοι τοὺς γαστρὸς ἕνεκεν τὰ θει̃α παραβεβηκότας προστάγματα μηδέποτε εὐνοήσειν μηδὲ τοι̃ς του̃ βασιλέως πράγμασιν |
12 ὁ δὲ τἀληθὲς αὐτοὺς λέγειν παραδεξάμενος καὶ παραινέσας ἔδωκεν αὐτοι̃ς ἄδειαν πάντων ὅπως τοὺς παραβεβηκότας του̃ θεου̃ τὸν νόμον ἐξολεθρεύσωσιν κατὰ πάντα τὸν ὑπὸ τὴν βασιλείαν αὐτου̃ τόπον μετὰ παρρησίας ἄνευ πάσης βασιλικη̃ς ἐξουσίας καὶ ἐπισκέψεως |
13 τότε κατευφημήσαντες αὐτόν ὡς πρέπον ἠ̃ν οἱ τούτων ἱερει̃ς καὶ πα̃ν τὸ πλη̃θος ἐπιφωνήσαντες τὸ αλληλουια μετὰ χαρα̃ς ἀνέλυσαν |
14 οὕτως τε τὸν ἐμπεσόντα τω̃ν μεμιαμμένων ὁμοεθνη̃ κατὰ τὴν ὁδὸν ἐκολάζοντο καὶ μετὰ παραδειγματισμω̃ν ἀνή̨ρουν |
15 ἐκείνη̨ δὲ τη̨̃ ἡμέρα̨ ἀνει̃λον ὑπὲρ τοὺς τριακοσίους ἄνδρας ἣν καὶ ἤγαγον εὐφροσύνην μετὰ χαρα̃ς βεβήλους χειρωσάμενοι |
16 αὐτοὶ δὲ οἱ μέχρι θανάτου τὸν θεὸν ἐσχηκότες παντελη̃ σωτηρίας ἀπόλαυσιν εἰληφότες ἀνέζευξαν ἐκ τη̃ς πόλεως παντοίοις εὐωδεστάτοις ἄνθεσιν κατεστεμμένοι μετ' εὐφροσύνης καὶ βοη̃ς ἐν αἴνοις καὶ παμμελέσιν ὕμνοις εὐχαριστου̃ντες τω̨̃ θεω̨̃ τω̃ν πατέρων αὐτω̃ν αἰωνίω̨ σωτη̃ρι του̃ Ισραηλ |
17 παραγενηθέντες δὲ εἰς Πτολεμαίδα τὴν ὀνομαζομένην διὰ τὴν του̃ τόπου ἰδιότητα ῥοδοφόρον ἐν ἡ̨̃ προσέμεινεν αὐτοὺς ὁ στόλος κατὰ κοινὴν αὐτω̃ν βουλὴν ἡμέρας ἑπτά |
18 ἐκει̃ ἐποίησαν πότον σωτήριον του̃ βασιλέως χορηγήσαντος αὐτοι̃ς εὐψύχως τὰ πρὸς τὴν ἄφιξιν πάντα ἑκάστω̨ ἕως εἰς τὴν ἰδίαν οἰκίαν |
19 καταχθέντες δὲ μετ' εἰρήνης ἐν ται̃ς πρεπούσαις ἐξομολογήσεσιν ὡσαύτως κἀκει̃ ἔστησαν καὶ ταύτας ἄγειν τὰς ἡμέρας ἐπὶ τὸν τη̃ς παροικίας αὐτω̃ν χρόνον εὐφροσύνους |
20 ἃς καὶ ἀνιερώσαντες ἐν στήλη̨ κατὰ τὸν τη̃ς συμποσίας τόπον προσευχη̃ς καθιδρύσαντες ἀνέλυσαν ἀσινει̃ς ἐλεύθεροι ὑπερχαρει̃ς διά τε γη̃ς καὶ θαλάσσης καὶ ποταμου̃ ἀνασω̨ζόμενοι τη̨̃ του̃ βασιλέως ἐπιταγη̨̃ ἕκαστος εἰς τὴν ἰδίαν |
21 καὶ πλείστην ἢ ἔμπροσθεν ἐν τοι̃ς ἐχθροι̃ς ἐξουσίαν ἐσχηκότες μετὰ δόξης καὶ φόβου τὸ σύνολον ὑπὸ μηδενὸς διασεισθέντες τω̃ν ὑπαρχόντων |
22 καὶ πάντα τὰ ἑαυτω̃ν πάντες ἐκομίσαντο ἐξ ἀπογραφη̃ς ὥστε τοὺς ἔχοντάς τι μετὰ φόβου μεγίστου ἀποδου̃ναι αὐτοι̃ς τὰ μεγαλει̃α του̃ μεγίστου θεου̃ ποιήσαντος τελείως ἐπὶ σωτηρία̨ αὐτω̃ν |
23 εὐλογητὸς ὁ ῥύστης Ισραηλ εἰς τοὺς ἀεὶ χρόνους αμην |