Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΒΑΣΙΛΕΙΩΝ Δ, κεφαλίς 12

ἐν ἔτει ἑβδόμω̨ τω̨̃ Ιου ἐβασίλευσεν Ιωας καὶ τεσσαράκοντα ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ὄνομα τη̃ς μητρὸς αὐτου̃ Αβια ἐκ τη̃ς Βηρσαβεε
καὶ ἐποίησεν Ιωας τὸ εὐθὲς ἐνώπιον κυρίου πάσας τὰς ἡμέρας ἃς ἐφώτισεν αὐτὸν Ιωδαε ὁ ἱερεύς
πλὴν τω̃ν ὑψηλω̃ν οὐ μετεστάθησαν καὶ ἐκει̃ ἔτι ὁ λαὸς ἐθυσίαζεν καὶ ἐθυμίων ἐν τοι̃ς ὑψηλοι̃ς
καὶ εἰ̃πεν Ιωας πρὸς τοὺς ἱερει̃ς πα̃ν τὸ ἀργύριον τω̃ν ἁγίων τὸ εἰσοδιαζόμενον ἐν τω̨̃ οἴκω̨ κυρίου ἀργύριον συντιμήσεως ἀνὴρ ἀργύριον λαβὼν συντιμήσεως πα̃ν ἀργύριον ὃ ἐὰν ἀναβη̨̃ ἐπὶ καρδίαν ἀνδρὸς ἐνεγκει̃ν ἐν οἴκω̨ κυρίου
λαβέτωσαν ἑαυτοι̃ς οἱ ἱερει̃ς ἀνὴρ ἀπὸ τη̃ς πράσεως αὐτω̃ν καὶ αὐτοὶ κρατήσουσιν τὸ βεδεκ του̃ οἴκου εἰς πάντα οὑ̃ ἐὰν εὑρεθη̨̃ ἐκει̃ βεδεκ
καὶ ἐγενήθη ἐν τω̨̃ εἰκοστω̨̃ καὶ τρίτω̨ ἔτει τω̨̃ βασιλει̃ Ιωας οὐκ ἐκραταίωσαν οἱ ἱερει̃ς τὸ βεδεκ του̃ οἴκου
καὶ ἐκάλεσεν Ιωας ὁ βασιλεὺς Ιωδαε τὸν ἱερέα καὶ τοὺς ἱερει̃ς καὶ εἰ̃πεν πρὸς αὐτούς τί ὅτι οὐκ ἐκραταιου̃τε τὸ βεδεκ του̃ οἴκου καὶ νυ̃ν μὴ λάβητε ἀργύριον ἀπὸ τω̃ν πράσεων ὑμω̃ν ὅτι εἰς τὸ βεδεκ του̃ οἴκου δώσετε αὐτό
καὶ συνεφώνησαν οἱ ἱερει̃ς του̃ μὴ λαβει̃ν ἀργύριον παρὰ του̃ λαου̃ καὶ του̃ μὴ ἐνισχυ̃σαι τὸ βεδεκ του̃ οἴκου
καὶ ἔλαβεν Ιωδαε ὁ ἱερεὺς κιβωτὸν μίαν καὶ ἔτρησεν τρώγλην ἐπὶ τη̃ς σανίδος αὐτη̃ς καὶ ἔδωκεν αὐτὴν παρὰ ιαμιβιν ἐν τω̨̃ οἴκω̨ ἀνδρὸς οἴκου κυρίου καὶ ἔδωκαν οἱ ἱερει̃ς οἱ φυλάσσοντες τὸν σταθμὸν πα̃ν τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν οἴκω̨ κυρίου
10 καὶ ἐγένετο ὡς εἰ̃δον ὅτι πολὺ τὸ ἀργύριον ἐν τη̨̃ κιβωτω̨̃ καὶ ἀνέβη ὁ γραμματεὺς του̃ βασιλέως καὶ ὁ ἱερεὺς ὁ μέγας καὶ ἔσφιγξαν καὶ ἠρίθμησαν τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν οἴκω̨ κυρίου
11 καὶ ἔδωκαν τὸ ἀργύριον τὸ ἑτοιμασθὲν ἐπὶ χει̃ρας ποιούντων τὰ ἔργα τω̃ν ἐπισκόπων οἴκου κυρίου καὶ ἐξέδοσαν τοι̃ς τέκτοσιν τω̃ν ξύλων καὶ τοι̃ς οἰκοδόμοις τοι̃ς ποιου̃σιν ἐν οἴκω̨ κυρίου
12 καὶ τοι̃ς τειχισται̃ς καὶ τοι̃ς λατόμοις τω̃ν λίθων του̃ κτήσασθαι ξύλα καὶ λίθους λατομητοὺς του̃ κατασχει̃ν τὸ βεδεκ οἴκου κυρίου εἰς πάντα ὅσα ἐξωδιάσθη ἐπὶ τὸν οἰ̃κον του̃ κραταιω̃σαι
13 πλὴν οὐ ποιηθήσεται οἴκω̨ κυρίου θύραι ἀργυραι̃ ἡ̃λοι φιάλαι καὶ σάλπιγγες πα̃ν σκευ̃ος χρυσου̃ν καὶ σκευ̃ος ἀργυρου̃ν ἐκ του̃ ἀργυρίου του̃ εἰσενεχθέντος ἐν οἴκω̨ κυρίου
14 ὅτι τοι̃ς ποιου̃σιν τὰ ἔργα δώσουσιν αὐτό καὶ ἐκραταίωσαν ἐν αὐτω̨̃ τὸν οἰ̃κον κυρίου
15 καὶ οὐκ ἐξελογίζοντο τοὺς ἄνδρας οἱ̃ς ἐδίδουν τὸ ἀργύριον ἐπὶ χει̃ρας αὐτω̃ν δου̃ναι τοι̃ς ποιου̃σιν τὰ ἔργα ὅτι ἐν πίστει αὐτω̃ν ποιου̃σιν
16 ἀργύριον περὶ ἁμαρτίας καὶ ἀργύριον περὶ πλημμελείας ὅ τι εἰσηνέχθη ἐν οἴκω̨ κυρίου τοι̃ς ἱερευ̃σιν ἐγένετο
17 τότε ἀνέβη Αζαηλ βασιλεὺς Συρίας καὶ ἐπολέμησεν ἐπὶ Γεθ καὶ προκατελάβετο αὐτήν καὶ ἔταξεν Αζαηλ τὸ πρόσωπον αὐτου̃ ἀναβη̃ναι ἐπὶ Ιερουσαλημ
18 καὶ ἔλαβεν Ιωας βασιλεὺς Ιουδα πάντα τὰ ἅγια ὅσα ἡγίασεν Ιωσαφατ καὶ Ιωραμ καὶ Οχοζιας οἱ πατέρες αὐτου̃ καὶ βασιλει̃ς Ιουδα καὶ τὰ ἅγια αὐτου̃ καὶ πα̃ν τὸ χρυσίον τὸ εὑρεθὲν ἐν θησαυροι̃ς οἴκου κυρίου καὶ οἴκου του̃ βασιλέως καὶ ἀπέστειλεν τω̨̃ Αζαηλ βασιλει̃ Συρίας καὶ ἀνέβη ἀπὸ Ιερουσαλημ
19 καὶ τὰ λοιπὰ τω̃ν λόγων Ιωας καὶ πάντα ὅσα ἐποίησεν οὐκ ἰδοὺ ταυ̃τα γεγραμμένα ἐπὶ βιβλίω̨ λόγων τω̃ν ἡμερω̃ν τοι̃ς βασιλευ̃σιν Ιουδα
20 καὶ ἀνέστησαν οἱ δου̃λοι αὐτου̃ καὶ ἔδησαν πάντα σύνδεσμον καὶ ἐπάταξαν τὸν Ιωας ἐν οἴκω̨ Μαλλω τω̨̃ ἐν Γααλλα
21 καὶ Ιεζιχαρ υἱὸς Ιεμουαθ καὶ Ιεζεβουθ ὁ υἱὸς αὐτου̃ Σωμηρ οἱ δου̃λοι αὐτου̃ ἐπάταξαν αὐτόν καὶ ἀπέθανεν καὶ ἔθαψαν αὐτὸν μετὰ τω̃ν πατέρων αὐτου̃ ἐν πόλει Δαυιδ καὶ ἐβασίλευσεν Αμεσσιας υἱὸς αὐτου̃ ἀντ' αὐτου̃
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).