ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ,
κεφαλίς 10,
στἰχοι 34-43
34 ἀνοίξας δὲ Πέτρος τò στόμα εἰ̃πεν ἐπ' ἀληθείας καταλαμβάνομαι ὅτι οὐκ ἔστιν προσωπολήμπτης ὁ θεός |
35 ἀλλ' ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτòν καὶ ἐργαζόμενος δικαιοσύνην δεκτòς αὐτω̨̃ ἐστιν |
36 τòν λόγον ὃν ἀπέστειλεν τοι̃ς υἱοι̃ς ’Ισραὴλ εὐαγγελιζόμενος εἰρήνην διὰ ’Ιησου̃ Χριστου̃ οὑ̃τός ἐστιν πάντων κύριος |
37 ὑμει̃ς οἴδατε τò γενόμενον ῥη̃μα καθ' ὅλης τη̃ς ’Ιουδαίας ἀρξάμενος ἀπò τη̃ς Γαλιλαίας μετὰ τò βάπτισμα ὃ ἐκήρυξεν ’Ιωάννης |
38 ’Ιησου̃ν τòν ἀπò Ναζαρέθ ὡς ἔχρισεν αὐτòν ὁ θεòς πνεύματι ἁγίω̨ καὶ δυνάμει ὃς διη̃λθεν εὐεργετω̃ν καὶ ἰώμενος πάντας τοὺς καταδυναστευομένου ὑπò του̃ διαβόλου ὅτι ὁ θεòς ἠ̃ν μετ' αὐτου̃ |
39 καὶ ἡμει̃ς μάρτυρες πάντων ὡ̃ν ἐποίησεν ἔν τε τη̨̃ χώρα̨ τω̃ν ’Ιουδαίων καὶ ἐν ’Ιερουσαλήμ ὃν καὶ ἀνει̃λαν κρεμάσαντες ἐπὶ ξύλου |
40 του̃τον ὁ θεòς ἤγειρεν ἐν τη̨̃ τρίτη̨ ἡμέρα̨ καὶ ἔδωκεν αὐτòν ἐμφανη̃ γενέσθαι |
41 οὐ παντὶ τω̨̃ λαω̨̃ ἀλλὰ μάρτυσιν τοι̃ς προκεχειροτονημένο ὑπò του̃ θεου̃ ἡμι̃ν οἵτινες συνεφάγομεν καὶ συνεπίομεν αὐτω̨̃ μετὰ τò ἀναστη̃ναι αὐτòν ἐκ νεκρω̃ν |
42 καὶ παρήγγειλεν ἡμι̃ν κηρύξαι τω̨̃ λαω̨̃ καὶ διαμαρτύρασθαι ὅτι οὑ̃τός ἐστιν ὁ ὡρισμένος ὑπò του̃ θεου̃ κριτὴς ζώντων καὶ νεκρω̃ν |
43 τούτω̨ πάντες οἱ προφη̃ται μαρτυρου̃σιν ἄφεσιν ἁμαρτιω̃ν λαβει̃ν διὰ του̃ ὀνόματος αὐτου̃ πάντα τòν πιστεύοντα εἰς αὐτόν |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.