ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ,
κεφαλίς 23,
στἰχοι 12-22
12 γενομένης δὲ ἡμέρας ποιήσαντες συστροφὴν οἱ ’Ιουδαι̃οι ἀνεθεμάτισαν ἑαυτοὺς λέγοντες μήτε φαγει̃ν μήτε πίειν ἕως οὑ̃ ἀποκτείνωσιν τòν Παυ̃λον |
13 ἠ̃σαν δὲ πλείους τεσσεράκοντα οἱ ταύτην τὴν συνωμοσίαν ποιησάμενοι |
14 οἵτινες προσελθόντες τοι̃ς ἀρχιερευ̃σιν καὶ τοι̃ς πρεσβυτέροις εἰ̃παν ἀναθέματι ἀνεθεματίσαμεν ἑαυτοὺς μηδενòς γεύσασθαι ἕως οὑ̃ ἀποκτείνωμεν τòν Παυ̃λον |
15 νυ̃ν οὐ̃ν ὑμει̃ς ἐμφανίσατε τω̨̃ χιλιάρχω̨ σὺν τω̨̃ συνεδρίω̨ ὅπως καταγάγη̨ αὐτòν εἰς ὑμα̃ς ὡς μέλλοντας διαγινώσκειν ἀκριβέστερον τὰ περὶ αὐτου̃ ἡμει̃ς δὲ πρò του̃ ἐγγίσαι αὐτòν ἕτοιμοί ἐσμεν του̃ ἀνελει̃ν αὐτόν |
16 ἀκούσας δὲ ὁ υἱòς τη̃ς ἀδελφη̃ς Παύλου τὴν ἐνέδραν παραγενόμενος καὶ εἰσελθὼν εἰς τὴν παρεμβολὴν ἀπήγγειλεν τω̨̃ Παύλω̨ |
17 προσκαλεσάμενος δὲ ὁ Παυ̃λος ἕνα τω̃ν ἑκατονταρχω̃ν ἔφη τòν νεανίαν του̃τον ἀπάγαγε πρòς τòν χιλίαρχον ἔχει γὰρ ἀπαγγει̃λαί τι αὐτω̨̃ |
18 ὁ μὲν οὐ̃ν παραλαβὼν αὐτòν ἤγαγεν πρòς τòν χιλίαρχον καὶ φησίν ὁ δέσμιος Παυ̃λος προσκαλεσάμενός με ἠρώτησεν του̃τον τòν νεανίσκον ἀγαγει̃ν πρòς σέ ἔχοντά τι λαλη̃σαί σοι |
19 ἐπιλαβόμενος δὲ τη̃ς χειρòς αὐτου̃ ὁ χιλίαρχος καὶ ἀναχωρήσας κατ' ἰδίαν ἐπυνθάνετο τί ἐστιν ὃ ἔχεις ἀπαγγει̃λαί μοι |
20 εἰ̃πεν δὲ ὅτι οἱ ’Ιουδαι̃οι συνέθεντο του̃ ἐρωτη̃σαί σε ὅπως αὔριον τòν Παυ̃λον καταγάγη̨ς εἰς τò συνέδριον ὡς μέλλον τι ἀκριβέστερον πυνθάνεσθαι περὶ αὐτου̃ |
21 σὺ οὐ̃ν μὴ πεισθη̨̃ς αὐτοι̃ς ἐνεδρεύουσιν γὰρ αὐτòν ἐξ αὐτω̃ν ἄνδρες πλείους τεσσεράκοντα οἵτινες ἀνεθεμάτισαν ἑαυτοὺς μήτε φαγει̃ν μήτε πιει̃ν ἕως οὑ̃ ἀνέλωσιν αὐτόν καὶ νυ̃ν εἰσιν ἕτοιμοι προσδεχόμενοι τὴν ἀπò σου̃ ἐπαγγελίαν |
22 ὁ μὲν οὐ̃ν χιλίαρχος ἀπέλυσε τòν νεανίσκον παραγγείλας μηδενὶ ἐκλαλη̃σαι ὅτι ταυ̃τα ἐνεφάνισας πρός με |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.