ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ,
κεφαλίς 3,
στἰχοι 18-24
18 ὁ δὲ θεòς ἃ προκατήγγειλεν διὰ στόματος πάντων τω̃ν προφητω̃ν παθει̃ν τòν Χριστòν αὐτου̃ ἐπλήρωσεν οὕτως |
19 μετανοήσατε οὐ̃ν καὶ ἐπιστρέψατε εἰς τò ἐξαλειφθη̃ναι ὑμω̃ν τὰς ἁμαρτίας |
20 ὅπως ἂν ἔλθωσιν καιροὶ ἀναψύξεως ἀπò προσώπου του̃ κυρίου καὶ ἀποστείλη̨ τòν προκεχειρισμένον ὑμι̃ν Χριστόν ’Ιησου̃ν |
21 ὃν δει̃ οὐρανòν μὲν δέξασθαι ἄχρι χρόνων ἀποκαταστάσεως πάντων ὡ̃ν ἐλάλησεν ὁ θεòς διὰ στόματος τω̃ν ἁγίων ἀπ' αἰω̃νος αὐτου̃ προφητω̃ν |
22 Μωϋση̃ς μὲν εἰ̃πεν ὅτι προφήτην ὑμι̃ν ἀναστήσει κύριος ὁ θεòς ὑμω̃ν ἐκ τω̃ν ἀδελφω̃ν ὑμω̃ν ὡς ἐμέ αὐτου̃ ἀκούσεσθε κατὰ πάντα ὅσα ἂν λαλήση̨ πρòς ὑμα̃ς |
23 ἔσται δὲ πα̃σα ψυχὴ ἥτις ἐὰν μὴ ἀκούση̨ του̃ προφήτου ἐκείνου ἐξολεθρευθήσεται ἐκ του̃ λαου̃ |
24 καὶ πάντες δὲ οἱ προφη̃ται ἀπò Σαμουὴλ καὶ τω̃ν καθεξη̃ς ὅσοι ἐλάλησαν καὶ κατήγγειλαν τὰς ἡμέρας ταύτας |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.