Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ, κεφαλίς 7

εἰ̃πεν δὲ ὁ ἀρχιερεύς εἰ ταυ̃τα οὕτως ἔχει
ὁ δὲ ἔφη ἄνδρες ἀδελφοὶ καὶ πατέρες ἀκούσατε ὁ θεòς τη̃ς δόξης ὤφθη τω̨̃ πατρὶ ἡμω̃ν ’Αβραὰμ ὄντι ἐν τη̨̃ Μεσοποταμία̨ πρὶν ἢ κατοικη̃σαι αὐτòν ἐν Χαρράν
καὶ εἰ̃πεν πρòς αὐτόν ἔξελθε ἐκ τη̃ς γη̃ς σου καὶ ἐκ τη̃ς συγγενείας σου καὶ δευ̃ρο εἰς τὴν γη̃ν ἣν ἄν σοι δείξω
τότε ἐξελθὼν ἐκ γη̃ς Χαλδαίων κατώ̨κησεν ἐν Χαρράν κἀκει̃θεν μετὰ τò ἀποθανει̃ν τòν πατέρα αὐτου̃ μετώ̨κισεν αὐτòν εἰς τὴν γη̃ν ταύτην εἰς ἣν ὑμει̃ς νυ̃ν κατοικει̃τε
καὶ οὐκ ἔδωκεν αὐτω̨̃ κληρονομίαν ἐν αὐτη̨̃ οὐδὲ βη̃μα ποδός καὶ ἐπηγγείλατο δου̃ναι αὐτω̨̃ εἰς κατάσχεσιν αὐτὴν καὶ τω̨̃ σπέρματι αὐτου̃ μετ' αὐτόν οὐκ ὄντος αὐτω̨̃ τέκνου
ἐλάλησεν δὲ οὕτως ὁ θεòς ὅτι ἔσται τò σπέρμα αὐτου̃ πάροικον ἐν γη̨̃ ἀλλοτρία̨ καὶ δουλώσουσιν αὐτò καὶ κακώσουσιν ἔτη τετρακόσια
καὶ τò ἔθνος ὡ̨̃ ἐὰν δουλεύσουσιν κρινω̃ ἐγώ ὁ θεòς εἰ̃πεν καὶ μετὰ ταυ̃τα ἐξελεύσονται καὶ λατρεύσουσίν μοι ἐν τω̨̃ τόπω̨ τούτω̨
καὶ ἔδωκεν αὐτω̨̃ διαθήκην περιτομη̃ς καὶ οὕτως ἐγέννησεν τòν ’Ισαὰκ καὶ περιέτεμεν αὐτòν τη̨̃ ἡμέρα̨ τη̨̃ ὀγδόη̨ καὶ ’Ισαὰκ τòν ’Ιακώβ καὶ ’Ιακὼβ τοὺς δώδεκα πατριάρχας
καὶ οἱ πατριάρχαι ζηλώσαντες τòν ’Ιωσὴφ ἀπέδοντο εἰς Αἴγυπτον καὶ ἠ̃ν ὁ θεòς μετ' αὐτου̃
10 καὶ ἐξείλατο αὐτòν ἐκ πασω̃ν τω̃ν θλίψεων αὐτου̃ καὶ ἔδωκεν αὐτω̨̃ χάριν καὶ σοφίαν ἐναντίον Φαραὼ βασιλέως Αἰγύπτου καὶ κατέστησεν αὐτòν ἡγούμενον ἐπ' Αἴγυπτον καὶ ἐφ' ὅλον τòν οἰ̃κον αὐτου̃
11 ἠ̃λθεν δὲ λιμòς ἐφ' ὅλην τὴν Αἴγυπτον καὶ Χανάαν καὶ θλι̃ψις μεγάλη καὶ οὐχ ηὕρισκον χορτάσματα οἱ πατέρες ἡμω̃ν
12 ἀκούσας δὲ ’Ιακὼβ ὄντα σιτία εἰς Αἴγυπτον ἐξαπέστειλεν τοὺς πατέρας ἡμω̃ν πρω̃τον
13 καὶ ἐν τω̨̃ δευτέρω̨ ἀνεγνωρίσθη ’Ιωσὴφ τοι̃ς ἀδελφοι̃ς αὐτου̃ καὶ φανερòν ἐγένετο τω̨̃ Φαραὼ τò γένος του̃ ’Ιωσήφ
14 ἀποστείλας δὲ ’Ιωσὴφ μετεκαλέσατο ’Ιακὼβ τòν πατέρα αὐτου̃ καὶ πα̃σαν τὴν συγγένειαν ἐν ψυχαι̃ς ἑβδομήκοντα πέντε
15 καὶ κατέβη ’Ιακὼβ εἰς Αἴγυπτον καὶ ἐτελεύτησεν αὐτòς καὶ οἱ πατέρες ἡμω̃ν
16 καὶ μετετέθησαν εἰς Συχὲμ καὶ ἐτέθησαν ἐν τω̨̃ μνήματι ὡ̨̃ ὠνήσατο ’Αβραὰμ τιμη̃ς ἀργυρίου παρὰ τω̃ν υἱω̃ν ‘Εμμὼρ ἐν Συχέμ
17 καθὼς δὲ ἤγγιζεν ὁ χρόνος τη̃ς ἐπαγγελίας ἡ̃ς ὡμολόγησεν ὁ θεòς τω̨̃ ’Αβραάμ ηὔξησεν ὁ λαòς καὶ ἐπληθύνθη ἐν Αἰγύπτω̨
18 ἄχρι οὑ̃ ἀνέστη βασιλεὺς ἕτερος ἐπ' Αἴγυπτον ὃς οὐκ ἤ̨δει τòν ’Ιωσήφ
19 οὑ̃τος κατασοφισάμενος τò γένος ἡμω̃ν ἐκάκωσεν τοὺς πατέρας ἡμω̃ν του̃ ποιει̃ν τὰ βρέφη ἔκθετα αὐτω̃ν εἰς τò μὴ ζω̨ογονει̃σθαι
20 ἐν ὡ̨̃ καιρω̨̃ ἐγεννήθη Μωϋση̃ς καὶ ἠ̃ν ἀστει̃ος τω̨̃ θεω̨̃ ὃς ἀνετράφη μη̃νας τρει̃ς ἐν τω̨̃ οἴκω̨ του̃ πατρός
21 ἐκτεθέντος δὲ αὐτου̃ ἀνείλατο αὐτòν ἡ θυγάτηρ Φαραὼ καὶ ἀνεθρέψατο αὐτòν ἑαυτη̨̃ εἰς υἱόν
22 καὶ ἐπαιδεύθη Μωϋση̃ς ἐν πάση̨ σοφία̨ Αἰγυπτίων ἠ̃ν δὲ δυνατòς ἐν λόγοις καὶ ἔργοις αὐτου̃
23 ὡς δὲ ἐπληρου̃το αὐτω̨̃ τεσσερακονταετὴς χρόνος ἀνέβη ἐπὶ τὴν καρδίαν αὐτου̃ ἐπισκέψασθαι τοὺς ἀδελφοὺς αὐτου̃ τοὺς υἱοὺς ’Ισραήλ
24 καὶ ἰδών τινα ἀδικούμενον ἠμύνατο καὶ ἐποίησεν ἐκδίκησιν τω̨̃ καταπονουμένω̨ πατάξας τòν Αἰγύπτιον
25 ἐνόμιζεν δὲ συνιέναι τοὺς ἀδελφοὺς αὐτου̃ ὅτι ὁ θεòς διὰ χειρòς αὐτου̃ δίδωσιν σωτηρίαν αὐτοι̃ς οἱ δὲ οὐ συνη̃καν
26 τη̨̃ τε ἐπιούση̨ ἡμέρα̨ ὤφθη αὐτοι̃ς μαχομένοις καὶ συνήλλασσεν αὐτοὺς εἰς εἰρήνην εἰπών ἄνδρες ἀδελφοί ἐστε ἱνατί ἀδικει̃τε ἀλλήλους
27 ὁ δὲ ἀδικω̃ν τòν πλησίον ἀπώσατο αὐτòν εἰπών τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ' ἡμω̃ν
28 μὴ ἀνελει̃ν με σὺ θέλεις ὃν τρόπον ἀνει̃λες ἐχθὲς τòν Αἰγύπτιον
29 ἔφυγεν δὲ Μωϋση̃ς ἐν τω̨̃ λόγω̨ τούτω̨ καὶ ἐγένετο πάροικος ἐν γη̨̃ Μαδιάμ οὑ̃ ἐγέννησεν υἱοὺς δύο
30 καὶ πληρωθέντων ἐτω̃ν τεσσεράκοντα ὤφθη αὐτω̨̃ ἐν τη̨̃ ἐρήμω̨ του̃ ὄρους Σινα̃ ἄγγελος ἐν φλογὶ πυρòς βάτου
31 ὁ δὲ Μωϋση̃ς ἰδὼν ἐθαύμαζεν τò ὅραμα προσερχομένου δὲ αὐτου̃ κατανοη̃σαι ἐγένετο φωνὴ κυρίου
32 ἐγὼ ὁ θεòς τω̃ν πατέρων σου ὁ θεòς ’Αβραὰμ καὶ ’Ισαὰκ καὶ ’Ιακώβ ἔντρομος δὲ γενόμενος Μωϋση̃ς οὐκ ἐτόλμα κατανοη̃σαι
33 εἰ̃πεν δὲ αὐτω̨̃ ὁ κύριος λυ̃σον τò ὑπόδημα τω̃ν ποδω̃ν σου ὁ γὰρ τόπος ἐφ' ὡ̨̃ ἕστηκας γη̃ ἁγία ἐστίν
34 ἰδὼν εἰ̃δον τὴν κάκωσιν του̃ λαου̃ μου του̃ ἐν Αἰγύπτω̨ καὶ του̃ στεναγμου̃ αὐτω̃ν ἤκουσα καὶ κατέβην ἐξελέσθαι αὐτούς καὶ νυ̃ν δευ̃ρο ἀποστείλω σε εἰς Αἴγυπτον
35 του̃τον τòν Μωϋση̃ν ὃν ἠρνήσαντο εἰπόντες τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστήν του̃τον ὁ θεòς καὶ ἄρχοντα καὶ λυτρωτὴν ἀπέσταλκεν σὺν χειρὶ ἀγγέλου του̃ ὀφθέντος αὐτω̨̃ ἐν τη̨̃ βάτω̨
36 οὑ̃τος ἐξήγαγεν αὐτοὺς ποιήσας τέρατα καὶ σημει̃α ἐν γη̨̃ Αἰγύπτω̨ καὶ ἐν ἐρυθρα̨̃ Θαλάσση̨ καὶ ἐν τη̨̃ ἐρήμω̨ ἔτη τεσσεράκοντα
37 οὑ̃τός ἐστιν ὁ Μωϋση̃ς ὁ εἴπας τοι̃ς υἱοι̃ς ’Ισραήλ προφήτην ὑμι̃ν ἀναστήσει ὁ θεòς ἐκ τω̃ν ἀδελφω̃ν ὑμω̃ν ὡς ἐμέ
38 οὑ̃τός ἐστιν ὁ γενόμενος ἐν τη̨̃ ἐκκλησία̨ ἐν τη̨̃ ἐρήμω̨ μετὰ του̃ ἀγγέλου του̃ λαλου̃ντος αὐτω̨̃ ἐν τω̨̃ ὄρει Σινα̃ καὶ τω̃ν πατέρων ἡμω̃ν ὃς ἐδέξατο λόγια ζω̃ντα δου̃ναι ἡμι̃ν
39 ὡ̨̃ οὐκ ἠθέλησαν ὑπήκοοι γενέσθαι οἱ πατέρες ἡμω̃ν ἀλλὰ ἀπώσαντο καὶ ἐστράφησαν ἐν ται̃ς καρδίαις αὐτω̃ν εἰς Αἴγυπτον
40 εἰπόντες τω̨̃ ’Ααρών ποίησον ἡμι̃ν θεοὺς οἳ προπορεύσονται ἡμω̃ν ὁ γὰρ Μωϋση̃ς οὑ̃τος ὃς ἐξήγαγεν ἡμα̃ς ἐκ γη̃ς Αἰγύπτου οὐκ οἴδαμεν τί ἐγένετο αὐτω̨̃
41 καὶ ἐμοσχοποίησαν ἐν ται̃ς ἡμέραις ἐκείναις καὶ ἀνήγαγον θυσίαν τω̨̃ εἰδώλω̨ καὶ εὐφραίνοντο ἐν τοι̃ς ἔργοις τω̃ν χειρω̃ν αὐτω̃ν
42 ἔστρεψεν δὲ ὁ θεòς καὶ παρέδωκεν αὐτοὺς λατρεύειν τη̨̃ στρατια̨̃ του̃ οὐρανου̃ καθὼς γέγραπται ἐν βίβλω̨ τω̃ν προφητω̃ν μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι ἔτη τεσσεράκοντα ἐν τη̨̃ ἐρήμω̨ οἰ̃κος ’Ισραήλ
43 καὶ ἀνελάβετε τὴν σκηνὴν του̃ Μολòχ καὶ τò ἄστρον του̃ θεου̃ ὑμω̃ν ‘Ραιφάν τοὺς τύπους οὓς ἐποιήσατε προσκυνει̃ν αὐτοι̃ς καὶ μετοικιω̃ ὑμα̃ς ἐπέκεινα Βαβυλω̃νος
44 ἡ σκηνὴ του̃ μαρτυρίου ἠ̃ν τοι̃ς πατράσιν ἡμω̃ν ἐν τη̨̃ ἐρήμω̨ καθὼς διετάξατο ὁ λαλω̃ν τω̨̃ Μωϋση̨̃ ποιη̃σαι αὐτὴν κατὰ τòν τύπον ὃν ἑωράκει
45 ἣν καὶ εἰσήγαγον διαδεξάμενοι οἱ πατέρες ἡμω̃ν μετὰ ’Ιησου̃ ἐν τη̨̃ κατασχέσει τω̃ν ἐθνω̃ν ὡ̃ν ἐξω̃σεν ὁ θεòς ἀπò προσώπου τω̃ν πατέρων ἡμω̃ν ἕως τω̃ν ἡμερω̃ν Δαυίδ
46 ὃς εὑ̃ρεν χάριν ἐνώπιον του̃ θεου̃ καὶ ἠ̨τήσατο εὑρει̃ν σκήνωμα τω̨̃ οἴκω̨ ’Ιακώβ
47 Σολομω̃ν δὲ οἰκοδόμησεν αὐτω̨̃ οἰ̃κον
48 ἀλλ' οὐχ ὁ ὕψιστος ἐν χειροποιήτοις κατοικει̃ καθὼς ὁ προφήτης λέγει
49 ὁ οὐρανός μοι θρόνος ἡ δὲ γη̃ ὑποπόδιον τω̃ν ποδω̃ν μου ποι̃ον οἰ̃κον οἰκοδομήσετέ μοι λέγει κύριος ἢ τίς τόπος τη̃ς καταπαύσεώς μου
50 οὐχὶ ἡ χείρ μου ἐποίησεν ταυ̃τα πάντα
51 σκληροτράχηλοι καὶ ἀπερίτμητοι καρδίαις καὶ τοι̃ς ὠσίν ὑμει̃ς ἀεὶ τω̨̃ πνεύματι τω̨̃ ἁγίω̨ ἀντιπίπτετε ὡς οἱ πατέρες ὑμω̃ν καὶ ὑμει̃ς
52 τίνα τω̃ν προφητω̃ν οὐκ ἐδίωξαν οἱ πατέρες ὑμω̃ν καὶ ἀπέκτειναν τοὺς προκαταγγείλαντας περὶ τη̃ς ἐλεύσεως του̃ δικαίου οὑ̃ νυ̃ν ὑμει̃ς προδόται καὶ φονει̃ς ἐγένεσθε
53 οἵτινες ἐλάβετε τòν νόμον εἰς διαταγὰς ἀγγέλων καὶ οὐκ ἐφυλάξατε
54 ἀκούοντες δὲ ταυ̃τα διεπρίοντο ται̃ς καρδίαις αὐτω̃ν καὶ ἔβρυχον τοὺς ὀδόντας ἐπ' αὐτόν
55 ὑπάρχων δὲ πλήρης πνεύματος ἁγίου ἀτενίσας εἰς τòν οὐρανòν εἰ̃δεν δόξαν θεου̃ καὶ ’Ιησου̃ν ἑστω̃τα ἐκ δεξιω̃ν του̃ θεου̃
56 καὶ εἰ̃πεν ἰδοὺ θεωρω̃ τοὺς οὐρανοὺς διηνοιγμένους καὶ τòν υἱòν του̃ ἀνθρώπου ἐκ δεξιω̃ν ἑστω̃τα του̃ θεου̃
57 κράξαντες δὲ φωνη̨̃ μεγάλη̨ συνέσχον τὰ ὠ̃τα αὐτω̃ν καὶ ὥρμησαν ὁμοθυμαδòν ἐπ' αὐτόν
58 καὶ ἐκβαλόντες ἔξω τη̃ς πόλεως ἐλιθοβόλουν καὶ οἱ μάρτυρες ἀπέθεντο τὰ ἱμάτια αὐτω̃ν παρὰ τοὺς πόδας νεανίου καλουμένου Σαύλου
59 καὶ ἐλιθοβόλουν τòν Στέφανον ἐπικαλούμενον καὶ λέγοντα κύριε ’Ιησου̃ δέξαι τò πνευ̃μά μου
60 θεὶς δὲ τὰ γόνατα ἔκραξεν φωνη̨̃ μεγάλη̨ κύριε μὴ στήση̨ς αὐτοι̃ς ταύτην τὴν ἁμαρτίαν καὶ του̃το εἰπὼν ἐκοιμήθη
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).