1 Σαυ̃λος δὲ ἠ̃ν συνευδοκω̃ν τη̨̃ ἀναιρέσει αὐτου̃ ἐγένετο δὲ ἐν ἐκείνη̨ τη̨̃ ἡμέρα̨ διωγμòς μέγας ἐπὶ τὴν ἐκκλησίαν τὴν ἐν ‘Ιεροσολύμοις πάντες δὲ διεσπάρησαν κατὰ τὰς χώρας τη̃ς ’Ιουδαίας καὶ Σαμαρείας πλὴν τω̃ν ἀποστόλων |
2 συνεκόμισαν δὲ τòν Στέφανον ἄνδρες εὐλαβει̃ς καὶ ἐποίησαν κοπετòν μέγαν ἐπ' αὐτω̨̃ |
3 Σαυ̃λος δὲ ἐλυμαίνετο τὴν ἐκκλησίαν κατὰ τοὺς οἴκους εἰσπορευόμενος σύρων τε ἄνδρας καὶ γυναι̃κας παρεδίδου εἰς φυλακήν |
4 οἱ μὲν οὐ̃ν διασπαρέντες διη̃λθον εὐαγγελιζόμενοι τòν λόγον |
5 Φίλιππος δὲ κατελθὼν εἰς τὴν πόλιν τη̃ς Σαμαρείας ἐκήρυσσεν αὐτοι̃ς τòν Χριστόν |
6 προσει̃χον δὲ οἱ ὄχλοι τοι̃ς λεγομένοις ὑπò του̃ Φιλίππου ὁμοθυμαδòν ἐν τω̨̃ ἀκούειν αὐτοὺς καὶ βλέπειν τὰ σημει̃α ἃ ἐποίει |
7 πολλοὶ γὰρ τω̃ν ἐχόντων πνεύματα ἀκάθαρτα βοω̃ντα φωνη̨̃ μεγάλη̨ ἐξήρχοντο πολλοὶ δὲ παραλελυμένοι καὶ χωλοὶ ἐθεραπεύθησαν |
8 ἐγένετο δὲ πολλὴ χαρὰ ἐν τη̨̃ πόλει ἐκείνη̨ |
9 ἀνὴρ δέ τις ὀνόματι Σίμων προϋπη̃ρχεν ἐν τη̨̃ πόλει μαγεύων καὶ ἐξιστάνων τò ἔθνος τη̃ς Σαμαρείας λέγων εἰ̃ναί τινα ἑαυτòν μέγαν |
10 ὡ̨̃ προσει̃χον πάντες ἀπò μικρου̃ ἕως μεγάλου λέγοντες οὑ̃τός ἐστιν ἡ δύναμις του̃ θεου̃ ἡ καλουμένη μεγάλη |
11 προσει̃χον δὲ αὐτω̨̃ διὰ τò ἱκανω̨̃ χρόνω̨ ται̃ς μαγείαις ἐξεστακέναι αὐτούς |
12 ὅτε δὲ ἐπίστευσαν τω̨̃ Φιλίππω̨ εὐαγγελιζομένω̨ περὶ τη̃ς βασιλείας του̃ θεου̃ καὶ του̃ ὀνόματος ’Ιησου̃ Χριστου̃ ἐβαπτίζοντο ἄνδρες τε καὶ γυναι̃κες |
13 ὁ δὲ Σίμων καὶ αὐτòς ἐπίστευσεν καὶ βαπτισθεὶς ἠ̃ν προσκαρτερω̃ν τω̨̃ Φιλίππω̨ θεωρω̃ν τε σημει̃α καὶ δυνάμεις μεγάλας γινομένας ἐξίστατο |
14 ἀκούσαντες δὲ οἱ ἐν ‘Ιεροσολύμοις ἀπόστολοι ὅτι δέδεκται ἡ Σαμάρεια τòν λόγον του̃ θεου̃ ἀπέστειλαν πρòς αὐτοὺς Πέτρον καὶ ’Ιωάννην |
15 οἵτινες καταβάντες προσηύξαντο περὶ αὐτω̃ν ὅπως λάβωσιν πνευ̃μα ἅγιον |
16 οὐδέπω γὰρ ἠ̃ν ἐπ' οὐδενὶ αὐτω̃ν ἐπιπεπτωκός μόνον δὲ βεβαπτισμένοι ὑπη̃ρχον εἰς τò ὄνομα του̃ κυρίου ’Ιησου̃ |
17 τότε ἐπετίθεσαν τὰς χει̃ρας ἐπ' αὐτούς καὶ ἐλάμβανον πνευ̃μα ἅγιον |
18 ἰδὼν δὲ ὁ Σίμων ὅτι διὰ τη̃ς ἐπιθέσεως τω̃ν χειρω̃ν τω̃ν ἀποστόλων δίδοται τò πνευ̃μα προσήνεγκεν αὐτοι̃ς χρήματα |
19 λέγων δότε κἀμοὶ τὴν ἐξουσίαν ταύτην ἵνα ὡ̨̃ ἐὰν ἐπιθω̃ τὰς χει̃ρας λαμβάνη̨ πνευ̃μα ἅγιον |
20 Πέτρος δὲ εἰ̃πεν πρòς αὐτόν τò ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν ὅτι τὴν δωρεὰν του̃ θεου̃ ἐνόμισας διὰ χρημάτων κτα̃σθαι |
21 οὐκ ἔστιν σοι μερὶς οὐδὲ κλη̃ρος ἐν τω̨̃ λόγω̨ τούτω̨ ἡ γὰρ καρδία σου οὐκ ἔστιν εὐθει̃α ἔναντι του̃ θεου̃ |
22 μετανόησον οὐ̃ν ἀπò τη̃ς κακίας σου ταύτης καὶ δεήθητι του̃ κυρίου εἰ ἄρα ἀφεθήσεταί σοι ἡ ἐπίνοια τη̃ς καρδίας σου |
23 εἰς γὰρ χολὴν πικρίας καὶ σύνδεσμον ἀδικίας ὁρω̃ σε ὄντα |
24 ἀποκριθεὶς δὲ ὁ Σίμων εἰ̃πεν δεήθητε ὑμει̃ς ὑπὲρ ἐμου̃ πρòς τòν κύριον ὅπως μηδὲν ἐπέλθη̨ ἐπ' ἐμὲ ὡ̃ν εἰρήκατε |
25 οἱ μὲν οὐ̃ν διαμαρτυράμενοι καὶ λαλήσαντες τòν λόγον του̃ κυρίου ὑπέστρεφον εἰς ‘Ιεροσόλυμα πολλάς τε κώμας τω̃ν Σαμαριτω̃ν εὐηγγελίζοντο |
26 ἄγγελος δὲ κυρίου ἐλάλησεν πρòς Φίλιππον λέγων ἀνάστηθι καὶ πορεύου κατὰ μεσημβρίαν ἐπὶ τὴν ὁδòν τὴν καταβαίνουσαν ἀπò ’Ιερουσαλὴμ εἰς Γάζαν αὕτη ἐστὶν ἔρημος |
27 καὶ ἀναστὰς ἐπορεύθη καὶ ἰδοὺ ἀνὴρ Αἰθίοψ εὐνου̃χος δυνάστης Κανδάκης βασιλίσσης Αἰθιόπων ὃς ἠ̃ν ἐπὶ πάσης τη̃ς γάζης αὐτη̃ς ὃς ἐληλύθει προσκυνήσων εἰς ’Ιερουσαλήμ |
28 ἠ̃ν τε ὑποστρέφων καὶ καθήμενος ἐπὶ του̃ ἅρματος αὐτου̃ καὶ ἀνεγίνωσκεν τòν προφήτην ’Ησαΐαν |
29 εἰ̃πεν δὲ τò πνευ̃μα τω̨̃ Φιλίππω̨ πρόσελθε καὶ κολλήθητι τω̨̃ ἅρματι τούτω̨ |
30 προσδραμὼν δὲ ὁ Φίλιππος ἤκουσεν αὐτου̃ ἀναγινώσκοντος ’Ησαΐαν τòν προφήτην καὶ εἰ̃πεν ἀ̃ρά γε γινώσκεις ἃ ἀναγινώσκεις |
31 ὁ δὲ εἰ̃πεν πω̃ς γὰρ ἂν δυναίμην ἐὰν μή τις ὁδηγήσει με παρεκάλεσέν τε τòν Φίλιππον ἀναβάντα καθίσαι σὺν αὐτω̨̃ |
32 ἡ δὲ περιοχὴ τη̃ς γραφη̃ς ἣν ἀνεγίνωσκεν ἠ̃ν αὕτη ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη καὶ ὡς ἀμνòς ἐναντίον του̃ κείραντος αὐτòν ἄφωνος οὕτως οὐκ ἀνοίγει τò στόμα αὐτου̃ |
33 ἐν τη̨̃ ταπεινώσει αὐτου̃ ἡ κρίσις αὐτου̃ ἤρθη τὴν γενεὰν αὐτου̃ τίς διηγήσεται ὅτι αἴρεται ἀπò τη̃ς γη̃ς ἡ ζωὴ αὐτου̃ |
34 ἀποκριθεὶς δὲ ὁ εὐνου̃χος τω̨̃ Φιλίππω̨ εἰ̃πεν δέομαί σου περὶ τίνος ὁ προφήτης λέγει του̃το περὶ ἑαυτου̃ ἢ περὶ ἑτέρου τινός |
35 ἀνοίξας δὲ ὁ Φίλιππος τò στόμα αὐτου̃ καὶ ἀρξάμενος ἀπò τη̃ς γραφη̃ς ταύτης εὐηγγελίσατο αὐτω̨̃ τòν ’Ιησου̃ν |
36 ὡς δὲ ἐπορεύοντο κατὰ τὴν ὁδόν ἠ̃λθον ἐπί τι ὕδωρ καί φησιν ὁ εὐνου̃χος ἰδοὺ ὕδωρ τί κωλύει με βαπτισθη̃ναι |
|
38 καὶ ἐκέλευσεν στη̃ναι τò ἅρμα καὶ κατέβησαν ἀμφότεροι εἰς τò ὕδωρ ὅ τε Φίλιππος καὶ ὁ εὐνου̃χος καὶ ἐβάπτισεν αὐτόν |
39 ὅτε δὲ ἀνέβησαν ἐκ του̃ ὕδατος πνευ̃μα κυρίου ἥρπασεν τòν Φίλιππον καὶ οὐκ εἰ̃δεν αὐτòν οὐκέτι ὁ εὐνου̃χος ἐπορεύετο γὰρ τὴν ὁδòν αὐτου̃ χαίρων |
40 Φίλιππος δὲ εὑρέθη εἰς ’Άζωτον καὶ διερχόμενος εὐηγγελίζετο τὰς πόλεις πάσας ἕως του̃ ἐλθει̃ν αὐτòν εἰς Καισάρειαν |