ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ,
κεφαλίς 8,
στἰχοι 14-25
14 ἀκούσαντες δὲ οἱ ἐν ‘Ιεροσολύμοις ἀπόστολοι ὅτι δέδεκται ἡ Σαμάρεια τòν λόγον του̃ θεου̃ ἀπέστειλαν πρòς αὐτοὺς Πέτρον καὶ ’Ιωάννην |
15 οἵτινες καταβάντες προσηύξαντο περὶ αὐτω̃ν ὅπως λάβωσιν πνευ̃μα ἅγιον |
16 οὐδέπω γὰρ ἠ̃ν ἐπ' οὐδενὶ αὐτω̃ν ἐπιπεπτωκός μόνον δὲ βεβαπτισμένοι ὑπη̃ρχον εἰς τò ὄνομα του̃ κυρίου ’Ιησου̃ |
17 τότε ἐπετίθεσαν τὰς χει̃ρας ἐπ' αὐτούς καὶ ἐλάμβανον πνευ̃μα ἅγιον |
18 ἰδὼν δὲ ὁ Σίμων ὅτι διὰ τη̃ς ἐπιθέσεως τω̃ν χειρω̃ν τω̃ν ἀποστόλων δίδοται τò πνευ̃μα προσήνεγκεν αὐτοι̃ς χρήματα |
19 λέγων δότε κἀμοὶ τὴν ἐξουσίαν ταύτην ἵνα ὡ̨̃ ἐὰν ἐπιθω̃ τὰς χει̃ρας λαμβάνη̨ πνευ̃μα ἅγιον |
20 Πέτρος δὲ εἰ̃πεν πρòς αὐτόν τò ἀργύριόν σου σὺν σοὶ εἴη εἰς ἀπώλειαν ὅτι τὴν δωρεὰν του̃ θεου̃ ἐνόμισας διὰ χρημάτων κτα̃σθαι |
21 οὐκ ἔστιν σοι μερὶς οὐδὲ κλη̃ρος ἐν τω̨̃ λόγω̨ τούτω̨ ἡ γὰρ καρδία σου οὐκ ἔστιν εὐθει̃α ἔναντι του̃ θεου̃ |
22 μετανόησον οὐ̃ν ἀπò τη̃ς κακίας σου ταύτης καὶ δεήθητι του̃ κυρίου εἰ ἄρα ἀφεθήσεταί σοι ἡ ἐπίνοια τη̃ς καρδίας σου |
23 εἰς γὰρ χολὴν πικρίας καὶ σύνδεσμον ἀδικίας ὁρω̃ σε ὄντα |
24 ἀποκριθεὶς δὲ ὁ Σίμων εἰ̃πεν δεήθητε ὑμει̃ς ὑπὲρ ἐμου̃ πρòς τòν κύριον ὅπως μηδὲν ἐπέλθη̨ ἐπ' ἐμὲ ὡ̃ν εἰρήκατε |
25 οἱ μὲν οὐ̃ν διαμαρτυράμενοι καὶ λαλήσαντες τòν λόγον του̃ κυρίου ὑπέστρεφον εἰς ‘Ιεροσόλυμα πολλάς τε κώμας τω̃ν Σαμαριτω̃ν εὐηγγελίζοντο |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.