1 Παυ̃λος ἀπόστολος Χριστου̃ ’Ιησου̃ διὰ θελήματος θεου̃ καὶ Τιμόθεος ὁ ἀδελφòς |
2 τοι̃ς ἐν Κολοσσαι̃ς ἁγίοις καὶ πιστοι̃ς ἀδελφοι̃ς ἐν Χριστω̨̃ χάρις ὑμι̃ν καὶ εἰρήνη ἀπò θεου̃ πατρòς ἡμω̃ν |
3 εὐχαριστου̃μεν τω̨̃ θεω̨̃ πατρὶ του̃ κυρίου ἡμω̃ν ’Ιησου̃ Χριστου̃ πάντοτε περὶ ὑμω̃ν προσευχόμενοι |
4 ἀκούσαντες τὴν πίστιν ὑμω̃ν ἐν Χριστω̨̃ ’Ιησου̃ καὶ τὴν ἀγάπην ἣν ἔχετε εἰς πάντας τοὺς ἁγίους |
5 διὰ τὴν ἐλπίδα τὴν ἀποκειμένην ὑμι̃ν ἐν τοι̃ς οὐρανοι̃ς ἣν προηκούσατε ἐν τω̨̃ λόγω̨ τη̃ς ἀληθείας του̃ εὐαγγελίου |
6 του̃ παρόντος εἰς ὑμα̃ς καθὼς καὶ ἐν παντὶ τω̨̃ κόσμω̨ ἐστὶν καρποφορούμενον καὶ αὐξανόμενον καθὼς καὶ ἐν ὑμι̃ν ἀφ' ἡ̃ς ἡμέρας ἠκούσατε καὶ ἐπέγνωτε τὴν χάριν του̃ θεου̃ ἐν ἀληθεία̨ |
7 καθὼς ἐμάθετε ἀπò ’Επαφρα̃ του̃ ἀγαπητου̃ συνδούλου ἡμω̃ν ὅς ἐστιν πιστòς ὑπὲρ ὑμω̃ν διάκονος του̃ Χριστου̃ |
8 ὁ καὶ δηλώσας ἡμι̃ν τὴν ὑμω̃ν ἀγάπην ἐν πνεύματι |
9 διὰ του̃το καὶ ἡμει̃ς ἀφ' ἡ̃ς ἡμέρας ἠκούσαμεν οὐ παυόμεθα ὑπὲρ ὑμω̃ν προσευχόμενοι καὶ αἰτούμενοι ἵνα πληρωθη̃τε τὴν ἐπίγνωσιν του̃ θελήματος αὐτου̃ ἐν πάση̨ σοφία̨ καὶ συνέσει πνευματικη̨̃ |
10 περιπατη̃σαι ἀξίως του̃ κυρίου εἰς πα̃σαν ἀρεσκείαν ἐν παντὶ ἔργω̨ ἀγαθω̨̃ καρποφορου̃ντες καὶ αὐξανόμενοι τη̨̃ ἐπιγνώσει του̃ θεου̃ |
11 ἐν πάση̨ δυνάμει δυναμούμενοι κατὰ τò κράτος τη̃ς δόξης αὐτου̃ εἰς πα̃σαν ὑπομονὴν καὶ μακροθυμίαν μετὰ χαρα̃ς |
12 εὐχαριστου̃ντες τω̨̃ πατρὶ τω̨̃ ἱκανώσαντι ὑμα̃ς εἰς τὴν μερίδα του̃ κλήρου τω̃ν ἁγίων ἐν τω̨̃ φωτί |
13 ὃς ἐρρύσατο ἡμα̃ς ἐκ τη̃ς ἐξουσίας του̃ σκότους καὶ μετέστησεν εἰς τὴν βασιλείαν του̃ υἱου̃ τη̃ς ἀγάπης αὐτου̃ |
14 ἐν ὡ̨̃ ἔχομεν τὴν ἀπολύτρωσιν τὴν ἄφεσιν τω̃ν ἁμαρτιω̃ν |
15 ὅς ἐστιν εἰκὼν του̃ θεου̃ του̃ ἀοράτου πρωτότοκος πάσης κτίσεως |
16 ὅτι ἐν αὐτω̨̃ ἐκτίσθη τὰ πάντα ἐν τοι̃ς οὐρανοι̃ς καὶ ἐπὶ τη̃ς γη̃ς τὰ ὁρατὰ καὶ τὰ ἀόρατα εἴτε θρόνοι εἴτε κυριότητες εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι τὰ πάντα δι' αὐτου̃ καὶ εἰς αὐτòν ἔκτισται |
17 καὶ αὐτός ἐστιν πρò πάντων καὶ τὰ πάντα ἐν αὐτω̨̃ συνέστηκεν |
18 καὶ αὐτός ἐστιν ἡ κεφαλὴ του̃ σώματος τη̃ς ἐκκλησίας ὅς ἐστιν ἀρχή πρωτότοκος ἐκ τω̃ν νεκρω̃ν ἵνα γένηται ἐν πα̃σιν αὐτòς πρωτεύων |
19 ὅτι ἐν αὐτω̨̃ εὐδόκησεν πα̃ν τò πλήρωμα κατοικη̃σαι |
20 καὶ δι' αὐτου̃ ἀποκαταλλάξαι τὰ πάντα εἰς αὐτόν εἰρηνοποιήσας διὰ του̃ αἵματος του̃ σταυρου̃ αὐτου̃ δι' αὐτου̃ εἴτε τὰ ἐπὶ τη̃ς γη̃ς εἴτε τὰ ἐν τοι̃ς οὐρανοι̃ς |
21 καὶ ὑμα̃ς ποτε ὄντας ἀπηλλοτριωμένους καὶ ἐχθροὺς τη̨̃ διανοία̨ ἐν τοι̃ς ἔργοις τοι̃ς πονηροι̃ς |
22 νυνὶ δὲ ἀποκατήλλαξεν ἐν τω̨̃ σώματι τη̃ς σαρκòς αὐτου̃ διὰ του̃ θανάτου παραστη̃σαι ὑμα̃ς ἁγίους καὶ ἀμώμους καὶ ἀνεγκλήτους κατενώπιον αὐτου̃ |
23 εἴ γε ἐπιμένετε τη̨̃ πίστει τεθεμελιωμένοι καὶ ἑδραι̃οι καὶ μὴ μετακινούμενοι ἀπò τη̃ς ἐλπίδος του̃ εὐαγγελίου οὑ̃ ἠκούσατε του̃ κηρυχθέντος ἐν πάση̨ κτίσει τη̨̃ ὑπò τòν οὐρανόν οὑ̃ ἐγενόμην ἐγὼ Παυ̃λος διάκονος |
24 νυ̃ν χαίρω ἐν τοι̃ς παθήμασιν ὑπὲρ ὑμω̃ν καὶ ἀνταναπληρω̃ τὰ ὑστερήματα τω̃ν θλίψεων του̃ Χριστου̃ ἐν τη̨̃ σαρκί μου ὑπὲρ του̃ σώματος αὐτου̃ ὅ ἐστιν ἡ ἐκκλησία |
25 ἡ̃ς ἐγενόμην ἐγὼ διάκονος κατὰ τὴν οἰκονομίαν του̃ θεου̃ τὴν δοθει̃σάν μοι εἰς ὑμα̃ς πληρω̃σαι τòν λόγον του̃ θεου̃ |
26 τò μυστήριον τò ἀποκεκρυμμένον ἀπò τω̃ν αἰώνων καὶ ἀπò τω̃ν γενεω̃ν νυ̃ν δὲ ἐφανερώθη τοι̃ς ἁγίοις αὐτου̃ |
27 οἱ̃ς ἠθέλησεν ὁ θεòς γνωρίσαι τί τò πλου̃τος τη̃ς δόξης του̃ μυστηρίου τούτου ἐν τοι̃ς ἔθνεσιν ὅ ἐστιν Χριστòς ἐν ὑμι̃ν ἡ ἐλπὶς τη̃ς δόξης |
28 ὃν ἡμει̃ς καταγγέλλομεν νουθετου̃ντες πάντα ἄνθρωπον καὶ διδάσκοντες πάντα ἄνθρωπον ἐν πάση̨ σοφία̨ ἵνα παραστήσωμεν πάντα ἄνθρωπον τέλειον ἐν Χριστω̨̃ |
29 εἰς ὃ καὶ κοπιω̃ ἀγωνιζόμενος κατὰ τὴν ἐνέργειαν αὐτου̃ τὴν ἐνεργουμένην ἐν ἐμοὶ ἐν δυνάμει |