Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ, κεφαλίς 3

εἰ οὐ̃ν συνηγέρθητε τω̨̃ Χριστω̨̃ τὰ ἄνω ζητει̃τε οὑ̃ ὁ Χριστός ἐστιν ἐν δεξια̨̃ του̃ θεου̃ καθήμενος
τὰ ἄνω φρονει̃τε μὴ τὰ ἐπὶ τη̃ς γη̃ς
ἀπεθάνετε γάρ καὶ ἡ ζωὴ ὑμω̃ν κέκρυπται σὺν τω̨̃ Χριστω̨̃ ἐν τω̨̃ θεω̨̃
ὅταν ὁ Χριστòς φανερωθη̨̃ ἡ ζωὴ ὑμω̃ν τότε καὶ ὑμει̃ς σὺν αὐτω̨̃ φανερωθήσεσθε ἐν δόξη̨
νεκρώσατε οὐ̃ν τὰ μέλη τὰ ἐπὶ τη̃ς γη̃ς πορνείαν ἀκαθαρσίαν πάθος ἐπιθυμίαν κακήν καὶ τὴν πλεονεξίαν ἥτις ἐστὶν εἰδωλολατρία
δι' ἃ ἔρχεται ἡ ὀργὴ του̃ θεου̃ ἐπὶ τοὺς υἱοὺς τη̃ς ἀπειθείας
ἐν οἱ̃ς καὶ ὑμει̃ς περιεπατήσατέ ποτε ὅτε ἐζη̃τε ἐν τούτοις
νυνὶ δὲ ἀπόθεσθε καὶ ὑμει̃ς τὰ πάντα ὀργήν θυμόν κακίαν βλασφημίαν αἰσχρολογίαν ἐκ του̃ στόματος ὑμω̃ν
μὴ ψεύδεσθε εἰς ἀλλήλους ἀπεκδυσάμενοι τòν παλαιòν ἄνθρωπον σὺν ται̃ς πράξεσιν αὐτου̃
10 καὶ ἐνδυσάμενοι τòν νέον τòν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ' εἰκόνα του̃ κτίσαντος αὐτόν
11 ὅπου οὐκ ἔνι ‘Έλλην καὶ ’Ιουδαι̃ος περιτομὴ καὶ ἀκροβυστία βάρβαρος σκύθης δου̃λος ἐλεύθερος ἀλλὰ τὰ πάντα καὶ ἐν πα̃σιν Χριστός
12 ἐνδύσασθε οὐ̃ν ὡς ἐκλεκτοὶ του̃ θεου̃ ἅγιοι καὶ ἠγαπημένοι σπλάγχνα οἰκτιρμου̃ χρηστότητα ταπεινοφροσύνην πραΰτητα μακροθυμίαν
13 ἀνεχόμενοι ἀλλήλων καὶ χαριζόμενοι ἑαυτοι̃ς ἐάν τις πρός τινα ἔχη̨ μομφήν καθὼς καὶ ὁ κύριος ἐχαρίσατο ὑμι̃ν οὕτως καὶ ὑμει̃ς
14 ἐπὶ πα̃σιν δὲ τούτοις τὴν ἀγάπην ὅ ἐστιν σύνδεσμος τη̃ς τελειότητος
15 καὶ ἡ εἰρήνη του̃ Χριστου̃ βραβευέτω ἐν ται̃ς καρδίαις ὑμω̃ν εἰς ἣν καὶ ἐκλήθητε ἐν ἑνὶ σώματι καὶ εὐχάριστοι γίνεσθε
16 ὁ λόγος του̃ Χριστου̃ ἐνοικείτω ἐν ὑμι̃ν πλουσίως ἐν πάση̨ σοφία̨ διδάσκοντες καὶ νουθετου̃ντες ἑαυτοὺς ψαλμοι̃ς ὕμνοις ὠ̨δαι̃ς πνευματικαι̃ς ἐν τη̨̃ χάριτι ἄ̨δοντες ἐν ται̃ς καρδίαις ὑμω̃ν τω̨̃ θεω̨̃
17 καὶ πα̃ν ὅ τι ἐὰν ποιη̃τε ἐν λόγω̨ ἢ ἐν ἔργω̨ πάντα ἐν ὀνόματι κυρίου ’Ιησου̃ εὐχαριστου̃ντες τω̨̃ θεω̨̃ πατρὶ δι' αὐτου̃
18 αἱ γυναι̃κες ὑποτάσσεσθε τοι̃ς ἀνδράσιν ὡς ἀνη̃κεν ἐν κυρίω̨
19 οἱ ἄνδρες ἀγαπα̃τε τὰς γυναι̃κας καὶ μὴ πικραίνεσθε πρòς αὐτάς
20 τὰ τέκνα ὑπακούετε τοι̃ς γονευ̃σιν κατὰ πάντα του̃το γὰρ εὐάρεστόν ἐστιν ἐν κυρίω̨
21 οἱ πατέρες μὴ ἐρεθίζετε τὰ τέκνα ὑμω̃ν ἵνα μὴ ἀθυμω̃σιν
22 οἱ δου̃λοι ὑπακούετε κατὰ πάντα τοι̃ς κατὰ σάρκα κυρίοις μὴ ἐν ὀφθαλμοδουλία̨ ὡς ἀνθρωπάρεσκοι ἀλλ' ἐν ἁπλότητι καρδίας φοβούμενοι τòν κύριον
23 ὃ ἐὰν ποιη̃τε ἐκ ψυχη̃ς ἐργάζεσθε ὡς τω̨̃ κυρίω̨ καὶ οὐκ ἀνθρώποις
24 εἰδότες ὅτι ἀπò κυρίου ἀπολήμψεσθε τὴν ἀνταπόδοσιν τη̃ς κληρονομίας τω̨̃ κυρίω̨ Χριστω̨̃ δουλεύετε
25 ὁ γὰρ ἀδικω̃ν κομίσεται ὃ ἠδίκησεν καὶ οὐκ ἔστιν προσωπολημψία
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).