19 τότε Ναβουχοδονοσορ ἐπλήσθη θυμου̃ καὶ ἡ ὄψις του̃ προσώπου αὐτου̃ ἠλλοιώθη ἐπὶ Σεδραχ Μισαχ καὶ Αβδεναγω καὶ εἰ̃πεν ἐκκαυ̃σαι τὴν κάμινον ἑπταπλασίως ἕως οὑ̃ εἰς τέλος ἐκκαη̨̃ |
20 καὶ ἄνδρας ἰσχυροὺς ἰσχύι εἰ̃πεν πεδήσαντας τὸν Σεδραχ Μισαχ καὶ Αβδεναγω ἐμβαλει̃ν εἰς τὴν κάμινον του̃ πυρὸς τὴν καιομένην |
21 τότε οἱ ἄνδρες ἐκει̃νοι ἐπεδήθησαν σὺν τοι̃ς σαραβάροις αὐτω̃ν καὶ τιάραις καὶ περικνημι̃σι καὶ ἐνδύμασιν αὐτω̃ν καὶ ἐβλήθησαν εἰς μέσον τη̃ς καμίνου του̃ πυρὸς τη̃ς καιομένης |
22 ἐπεὶ τὸ ῥη̃μα του̃ βασιλέως ὑπερίσχυεν καὶ ἡ κάμινος ἐξεκαύθη ἐκ περισσου̃ |
23 καὶ οἱ τρει̃ς οὑ̃τοι Σεδραχ Μισαχ καὶ Αβδεναγω ἔπεσον εἰς μέσον τη̃ς καμίνου του̃ πυρὸς τη̃ς καιομένης πεπεδημένοι |