1 φύλαξαι τὸν μη̃να τω̃ν νέων καὶ ποιήσεις τὸ πασχα κυρίω̨ τω̨̃ θεω̨̃ σου ὅτι ἐν τω̨̃ μηνὶ τω̃ν νέων ἐξη̃λθες ἐξ Αἰγύπτου νυκτός |
2 καὶ θύσεις τὸ πασχα κυρίω̨ τω̨̃ θεω̨̃ σου πρόβατα καὶ βόας ἐν τω̨̃ τόπω̨ ὡ̨̃ ἐὰν ἐκλέξηται κύριος ὁ θεός σου αὐτὸν ἐπικληθη̃ναι τὸ ὄνομα αὐτου̃ ἐκει̃ |
3 οὐ φάγη̨ ἐπ' αὐτου̃ ζύμην ἑπτὰ ἡμέρας φάγη̨ ἐπ' αὐτου̃ ἄζυμα ἄρτον κακώσεως ὅτι ἐν σπουδη̨̃ ἐξήλθετε ἐξ Αἰγύπτου ἵνα μνησθη̃τε τὴν ἡμέραν τη̃ς ἐξοδίας ὑμω̃ν ἐκ γη̃ς Αἰγύπτου πάσας τὰς ἡμέρας τη̃ς ζωη̃ς ὑμω̃ν |
4 οὐκ ὀφθήσεταί σοι ζύμη ἐν πα̃σι τοι̃ς ὁρίοις σου ἑπτὰ ἡμέρας καὶ οὐ κοιμηθήσεται ἀπὸ τω̃ν κρεω̃ν ὡ̃ν ἐὰν θύση̨ς τὸ ἑσπέρας τη̨̃ ἡμέρα̨ τη̨̃ πρώτη̨ εἰς τὸ πρωί |
5 οὐ δυνήση̨ θυ̃σαι τὸ πασχα ἐν οὐδεμια̨̃ τω̃ν πόλεών σου ὡ̃ν κύριος ὁ θεός σου δίδωσίν σοι |
6 ἀλλ' ἢ εἰς τὸν τόπον ὃν ἐὰν ἐκλέξηται κύριος ὁ θεός σου ἐπικληθη̃ναι τὸ ὄνομα αὐτου̃ ἐκει̃ θύσεις τὸ πασχα ἑσπέρας πρὸς δυσμὰς ἡλίου ἐν τω̨̃ καιρω̨̃ ὡ̨̃ ἐξη̃λθες ἐξ Αἰγύπτου |
7 καὶ ἑψήσεις καὶ ὀπτήσεις καὶ φάγη̨ ἐν τω̨̃ τόπω̨ ὡ̨̃ ἐὰν ἐκλέξηται κύριος ὁ θεός σου αὐτόν καὶ ἀποστραφήση̨ τὸ πρωὶ καὶ ἀπελεύση̨ εἰς τοὺς οἴκους σου |
8 ἓξ ἡμέρας φάγη̨ ἄζυμα καὶ τη̨̃ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ ἐξόδιον ἑορτὴ κυρίω̨ τω̨̃ θεω̨̃ σου οὐ ποιήσεις ἐν αὐτη̨̃ πα̃ν ἔργον πλὴν ὅσα ποιηθήσεται ψυχη̨̃ |
9 ἑπτὰ ἑβδομάδας ὁλοκλήρους ἐξαριθμήσεις σεαυτω̨̃ ἀρξαμένου σου δρέπανον ἐπ' ἀμητὸν ἄρξη̨ ἐξαριθμη̃σαι ἑπτὰ ἑβδομάδας |
10 καὶ ποιήσεις ἑορτὴν ἑβδομάδων κυρίω̨ τω̨̃ θεω̨̃ σου καθότι ἡ χείρ σου ἰσχύει ὅσα ἂν δω̨̃ σοι καθότι ηὐλόγησέν σε κύριος ὁ θεός σου |
11 καὶ εὐφρανθήση̨ ἐναντίον κυρίου του̃ θεου̃ σου σὺ καὶ ὁ υἱός σου καὶ ἡ θυγάτηρ σου ὁ παι̃ς σου καὶ ἡ παιδίσκη σου καὶ ὁ Λευίτης ὁ ἐν ται̃ς πόλεσίν σου καὶ ὁ προσήλυτος καὶ ὁ ὀρφανὸς καὶ ἡ χήρα ἡ ἐν ὑμι̃ν ἐν τω̨̃ τόπω̨ ὡ̨̃ ἐὰν ἐκλέξηται κύριος ὁ θεός σου ἐπικληθη̃ναι τὸ ὄνομα αὐτου̃ ἐκει̃ |
12 καὶ μνησθήση̨ ὅτι οἰκέτης ἠ̃σθα ἐν γη̨̃ Αἰγύπτω̨ καὶ φυλάξη̨ καὶ ποιήσεις τὰς ἐντολὰς ταύτας |
13 ἑορτὴν σκηνω̃ν ποιήσεις σεαυτω̨̃ ἑπτὰ ἡμέρας ἐν τω̨̃ συναγαγει̃ν σε ἐκ του̃ ἅλωνός σου καὶ ἀπὸ τη̃ς ληνου̃ σου |
14 καὶ εὐφρανθήση̨ ἐν τη̨̃ ἑορτη̨̃ σου σὺ καὶ ὁ υἱός σου καὶ ἡ θυγάτηρ σου ὁ παι̃ς σου καὶ ἡ παιδίσκη σου καὶ ὁ Λευίτης καὶ ὁ προσήλυτος καὶ ὁ ὀρφανὸς καὶ ἡ χήρα ἡ οὐ̃σα ἐν ται̃ς πόλεσίν σου |
15 ἑπτὰ ἡμέρας ἑορτάσεις κυρίω̨ τω̨̃ θεω̨̃ σου ἐν τω̨̃ τόπω̨ ὡ̨̃ ἐὰν ἐκλέξηται κύριος ὁ θεός σου αὐτω̨̃ ἐὰν δὲ εὐλογήση̨ σε κύριος ὁ θεός σου ἐν πα̃σιν τοι̃ς γενήμασίν σου καὶ ἐν παντὶ ἔργω̨ τω̃ν χειρω̃ν σου καὶ ἔση̨ εὐφραινόμενος |
16 τρει̃ς καιροὺς του̃ ἐνιαυτου̃ ὀφθήσεται πα̃ν ἀρσενικόν σου ἐναντίον κυρίου του̃ θεου̃ σου ἐν τω̨̃ τόπω̨ ὡ̨̃ ἐὰν ἐκλέξηται αὐτὸν κύριος ἐν τη̨̃ ἑορτη̨̃ τω̃ν ἀζύμων καὶ ἐν τη̨̃ ἑορτη̨̃ τω̃ν ἑβδομάδων καὶ ἐν τη̨̃ ἑορτη̨̃ τη̃ς σκηνοπηγίας οὐκ ὀφθήση̨ ἐνώπιον κυρίου του̃ θεου̃ σου κενός |
17 ἕκαστος κατὰ δύναμιν τω̃ν χειρω̃ν ὑμω̃ν κατὰ τὴν εὐλογίαν κυρίου του̃ θεου̃ σου ἣν ἔδωκέν σοι |
18 κριτὰς καὶ γραμματοεισαγωγει̃ς καταστήσεις σεαυτω̨̃ ἐν πάσαις ται̃ς πόλεσίν σου αἱ̃ς κύριος ὁ θεός σου δίδωσίν σοι κατὰ φυλάς καὶ κρινου̃σιν τὸν λαὸν κρίσιν δικαίαν |
19 οὐκ ἐκκλινου̃σιν κρίσιν οὐκ ἐπιγνώσονται πρόσωπον οὐδὲ λήμψονται δω̃ρον τὰ γὰρ δω̃ρα ἐκτυφλοι̃ ὀφθαλμοὺς σοφω̃ν καὶ ἐξαίρει λόγους δικαίων |
20 δικαίως τὸ δίκαιον διώξη̨ ἵνα ζη̃τε καὶ εἰσελθόντες κληρονομήσητε τὴν γη̃ν ἣν κύριος ὁ θεός σου δίδωσίν σοι |
21 οὐ φυτεύσεις σεαυτω̨̃ ἄλσος πα̃ν ξύλον παρὰ τὸ θυσιαστήριον κυρίου του̃ θεου̃ σου ὃ ποιήσεις σεαυτω̨̃ |
22 οὐ στήσεις σεαυτω̨̃ στήλην ἃ ἐμίσησεν κύριος ὁ θεός σου |