Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΕΞΟΔΟΣ, κεφαλίς 15,  στἰχοι 22-27

22 ἐξη̃ρεν δὲ Μωυση̃ς τοὺς υἱοὺς Ισραηλ ἀπὸ θαλάσσης ἐρυθρα̃ς καὶ ἤγαγεν αὐτοὺς εἰς τὴν ἔρημον Σουρ καὶ ἐπορεύοντο τρει̃ς ἡμέρας ἐν τη̨̃ ἐρήμω̨ καὶ οὐχ ηὕρισκον ὕδωρ ὥστε πιει̃ν
23 ἠ̃λθον δὲ εἰς Μερρα καὶ οὐκ ἠδύναντο πιει̃ν ἐκ Μερρας πικρὸν γὰρ ἠ̃ν διὰ του̃το ἐπωνομάσθη τὸ ὄνομα του̃ τόπου ἐκείνου πικρία
24 καὶ διεγόγγυζεν ὁ λαὸς ἐπὶ Μωυση̃ν λέγοντες τί πιόμεθα
25 ἐβόησεν δὲ Μωυση̃ς πρὸς κύριον καὶ ἔδειξεν αὐτω̨̃ κύριος ξύλον καὶ ἐνέβαλεν αὐτὸ εἰς τὸ ὕδωρ καὶ ἐγλυκάνθη τὸ ὕδωρ ἐκει̃ ἔθετο αὐτω̨̃ δικαιώματα καὶ κρίσεις καὶ ἐκει̃ ἐπείρασεν αὐτὸν
26 καὶ εἰ̃πεν ἐὰν ἀκοη̨̃ ἀκούση̨ς τη̃ς φωνη̃ς κυρίου του̃ θεου̃ σου καὶ τὰ ἀρεστὰ ἐναντίον αὐτου̃ ποιήση̨ς καὶ ἐνωτίση̨ ται̃ς ἐντολαι̃ς αὐτου̃ καὶ φυλάξη̨ς πάντα τὰ δικαιώματα αὐτου̃ πα̃σαν νόσον ἣν ἐπήγαγον τοι̃ς Αἰγυπτίοις οὐκ ἐπάξω ἐπὶ σέ ἐγὼ γάρ εἰμι κύριος ὁ ἰώμενός σε
27 καὶ ἤλθοσαν εἰς Αιλιμ καὶ ἠ̃σαν ἐκει̃ δώδεκα πηγαὶ ὑδάτων καὶ ἑβδομήκοντα στελέχη φοινίκων παρενέβαλον δὲ ἐκει̃ παρὰ τὰ ὕδατα

ΕΞΟΔΟΣ, κεφαλίς 16

ἀπη̃ραν δὲ ἐξ Αιλιμ καὶ ἤλθοσαν πα̃σα συναγωγὴ υἱω̃ν Ισραηλ εἰς τὴν ἔρημον Σιν ὅ ἐστιν ἀνὰ μέσον Αιλιμ καὶ ἀνὰ μέσον Σινα τη̨̃ δὲ πεντεκαιδεκάτη̨ ἡμέρα̨ τω̨̃ μηνὶ τω̨̃ δευτέρω̨ ἐξεληλυθότων αὐτω̃ν ἐκ γη̃ς Αἰγύπτου
διεγόγγυζεν πα̃σα συναγωγὴ υἱω̃ν Ισραηλ ἐπὶ Μωυση̃ν καὶ Ααρων
καὶ εἰ̃παν πρὸς αὐτοὺς οἱ υἱοὶ Ισραηλ ὄφελον ἀπεθάνομεν πληγέντες ὑπὸ κυρίου ἐν γη̨̃ Αἰγύπτω̨ ὅταν ἐκαθίσαμεν ἐπὶ τω̃ν λεβήτων τω̃ν κρεω̃ν καὶ ἠσθίομεν ἄρτους εἰς πλησμονήν ὅτι ἐξηγάγετε ἡμα̃ς εἰς τὴν ἔρημον ταύτην ἀποκτει̃ναι πα̃σαν τὴν συναγωγὴν ταύτην ἐν λιμω̨̃
εἰ̃πεν δὲ κύριος πρὸς Μωυση̃ν ἰδοὺ ἐγὼ ὕω ὑμι̃ν ἄρτους ἐκ του̃ οὐρανου̃ καὶ ἐξελεύσεται ὁ λαὸς καὶ συλλέξουσιν τὸ τη̃ς ἡμέρας εἰς ἡμέραν ὅπως πειράσω αὐτοὺς εἰ πορεύσονται τω̨̃ νόμω̨ μου ἢ οὔ
καὶ ἔσται τη̨̃ ἡμέρα̨ τη̨̃ ἕκτη̨ καὶ ἑτοιμάσουσιν ὃ ἐὰν εἰσενέγκωσιν καὶ ἔσται διπλου̃ν ὃ ἐὰν συναγάγωσιν τὸ καθ' ἡμέραν εἰς ἡμέραν
καὶ εἰ̃πεν Μωυση̃ς καὶ Ααρων πρὸς πα̃σαν συναγωγὴν υἱω̃ν Ισραηλ ἑσπέρας γνώσεσθε ὅτι κύριος ἐξήγαγεν ὑμα̃ς ἐκ γη̃ς Αἰγύπτου
καὶ πρωὶ ὄψεσθε τὴν δόξαν κυρίου ἐν τω̨̃ εἰσακου̃σαι τὸν γογγυσμὸν ὑμω̃ν ἐπὶ τω̨̃ θεω̨̃ ἡμει̃ς δὲ τί ἐσμεν ὅτι διαγογγύζετε καθ' ἡμω̃ν
καὶ εἰ̃πεν Μωυση̃ς ἐν τω̨̃ διδόναι κύριον ὑμι̃ν ἑσπέρας κρέα φαγει̃ν καὶ ἄρτους τὸ πρωὶ εἰς πλησμονὴν διὰ τὸ εἰσακου̃σαι κύριον τὸν γογγυσμὸν ὑμω̃ν ὃν ὑμει̃ς διαγογγύζετε καθ' ἡμω̃ν ἡμει̃ς δὲ τί ἐσμεν οὐ γὰρ καθ' ἡμω̃ν ὁ γογγυσμὸς ὑμω̃ν ἐστιν ἀλλ' ἢ κατὰ του̃ θεου̃
εἰ̃πεν δὲ Μωυση̃ς πρὸς Ααρων εἰπὸν πάση̨ συναγωγη̨̃ υἱω̃ν Ισραηλ προσέλθατε ἐναντίον του̃ θεου̃ εἰσακήκοεν γὰρ ὑμω̃ν τὸν γογγυσμόν
10 ἡνίκα δὲ ἐλάλει Ααρων πάση̨ συναγωγη̨̃ υἱω̃ν Ισραηλ καὶ ἐπεστράφησαν εἰς τὴν ἔρημον καὶ ἡ δόξα κυρίου ὤφθη ἐν νεφέλη̨
11 καὶ ἐλάλησεν κύριος πρὸς Μωυση̃ν λέγων
12 εἰσακήκοα τὸν γογγυσμὸν τω̃ν υἱω̃ν Ισραηλ λάλησον πρὸς αὐτοὺς λέγων τὸ πρὸς ἑσπέραν ἔδεσθε κρέα καὶ τὸ πρωὶ πλησθήσεσθε ἄρτων καὶ γνώσεσθε ὅτι ἐγὼ κύριος ὁ θεὸς ὑμω̃ν
13 ἐγένετο δὲ ἑσπέρα καὶ ἀνέβη ὀρτυγομήτρα καὶ ἐκάλυψεν τὴν παρεμβολήν τὸ πρωὶ ἐγένετο καταπαυομένης τη̃ς δρόσου κύκλω̨ τη̃ς παρεμβολη̃ς
14 καὶ ἰδοὺ ἐπὶ πρόσωπον τη̃ς ἐρήμου λεπτὸν ὡσεὶ κόριον λευκὸν ὡσεὶ πάγος ἐπὶ τη̃ς γη̃ς
15 ἰδόντες δὲ αὐτὸ οἱ υἱοὶ Ισραηλ εἰ̃παν ἕτερος τω̨̃ ἑτέρω̨ τί ἐστιν του̃το οὐ γὰρ ἤ̨δεισαν τί ἠ̃ν εἰ̃πεν δὲ Μωυση̃ς πρὸς αὐτούς οὑ̃τος ὁ ἄρτος ὃν ἔδωκεν κύριος ὑμι̃ν φαγει̃ν
16 του̃το τὸ ῥη̃μα ὃ συνέταξεν κύριος συναγάγετε ἀπ' αὐτου̃ ἕκαστος εἰς τοὺς καθήκοντας γομορ κατὰ κεφαλὴν κατὰ ἀριθμὸν ψυχω̃ν ὑμω̃ν ἕκαστος σὺν τοι̃ς συσκηνίοις ὑμω̃ν συλλέξατε
17 ἐποίησαν δὲ οὕτως οἱ υἱοὶ Ισραηλ καὶ συνέλεξαν ὁ τὸ πολὺ καὶ ὁ τὸ ἔλαττον
18 καὶ μετρήσαντες τω̨̃ γομορ οὐκ ἐπλεόνασεν ὁ τὸ πολύ καὶ ὁ τὸ ἔλαττον οὐκ ἠλαττόνησεν ἕκαστος εἰς τοὺς καθήκοντας παρ' ἑαυτω̨̃ συνέλεξαν
19 εἰ̃πεν δὲ Μωυση̃ς πρὸς αὐτούς μηδεὶς καταλιπέτω ἀπ' αὐτου̃ εἰς τὸ πρωί
20 καὶ οὐκ εἰσήκουσαν Μωυση̃ ἀλλὰ κατέλιπόν τινες ἀπ' αὐτου̃ εἰς τὸ πρωί καὶ ἐξέζεσεν σκώληκας καὶ ἐπώζεσεν καὶ ἐπικράνθη ἐπ' αὐτοι̃ς Μωυση̃ς
21 καὶ συνέλεξαν αὐτὸ πρωὶ πρωί ἕκαστος τὸ καθη̃κον αὐτω̨̃ ἡνίκα δὲ διεθέρμαινεν ὁ ἥλιος ἐτήκετο
22 ἐγένετο δὲ τη̨̃ ἡμέρα̨ τη̨̃ ἕκτη̨ συνέλεξαν τὰ δέοντα διπλα̃ δύο Γομορ τω̨̃ ἑνί εἰσήλθοσαν δὲ πάντες οἱ ἄρχοντες τη̃ς συναγωγη̃ς καὶ ἀνήγγειλαν Μωυσει̃
23 εἰ̃πεν δὲ Μωυση̃ς πρὸς αὐτούς του̃το τὸ ῥη̃μά ἐστιν ὃ ἐλάλησεν κύριος σάββατα ἀνάπαυσις ἁγία τω̨̃ κυρίω̨ αὔριον ὅσα ἐὰν πέσσητε πέσσετε καὶ ὅσα ἐὰν ἕψητε ἕψετε καὶ πα̃ν τὸ πλεονάζον καταλίπετε αὐτὸ εἰς ἀποθήκην εἰς τὸ πρωί
24 καὶ κατελίποσαν ἀπ' αὐτου̃ εἰς τὸ πρωί καθάπερ συνέταξεν αὐτοι̃ς Μωυση̃ς καὶ οὐκ ἐπώζεσεν οὐδὲ σκώληξ ἐγένετο ἐν αὐτω̨̃
25 εἰ̃πεν δὲ Μωυση̃ς φάγετε σήμερον ἔστιν γὰρ σάββατα σήμερον τω̨̃ κυρίω̨ οὐχ εὑρεθήσεται ἐν τω̨̃ πεδίω̨
26 ἓξ ἡμέρας συλλέξετε τη̨̃ δὲ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ σάββατα ὅτι οὐκ ἔσται ἐν αὐτη̨̃
27 ἐγένετο δὲ ἐν τη̨̃ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ ἐξήλθοσάν τινες ἐκ του̃ λαου̃ συλλέξαι καὶ οὐχ εὑ̃ρον
28 εἰ̃πεν δὲ κύριος πρὸς Μωυση̃ν ἕως τίνος οὐ βούλεσθε εἰσακούειν τὰς ἐντολάς μου καὶ τὸν νόμον μου
29 ἴδετε ὁ γὰρ κύριος ἔδωκεν ὑμι̃ν τὴν ἡμέραν ταύτην τὰ σάββατα διὰ του̃το αὐτὸς ἔδωκεν ὑμι̃ν τη̨̃ ἡμέρα̨ τη̨̃ ἕκτη̨ ἄρτους δύο ἡμερω̃ν καθήσεσθε ἕκαστος εἰς τοὺς οἴκους ὑμω̃ν μηδεὶς ἐκπορευέσθω ἐκ του̃ τόπου αὐτου̃ τη̨̃ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨
30 καὶ ἐσαββάτισεν ὁ λαὸς τη̨̃ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨
31 καὶ ἐπωνόμασαν οἱ υἱοὶ Ισραηλ τὸ ὄνομα αὐτου̃ Μαν ἠ̃ν δὲ ὡς σπέρμα κορίου λευκόν τὸ δὲ γευ̃μα αὐτου̃ ὡς ἐγκρὶς ἐν μέλιτι
32 εἰ̃πεν δὲ Μωυση̃ς του̃το τὸ ῥη̃μα ὃ συνέταξεν κύριος πλήσατε τὸ γομορ του̃ μαν εἰς ἀποθήκην εἰς τὰς γενεὰς ὑμω̃ν ἵνα ἴδωσιν τὸν ἄρτον ὃν ἐφάγετε ὑμει̃ς ἐν τη̨̃ ἐρήμω̨ ὡς ἐξήγαγεν ὑμα̃ς κύριος ἐκ γη̃ς Αἰγύπτου
33 καὶ εἰ̃πεν Μωυση̃ς πρὸς Ααρων λαβὲ στάμνον χρυσου̃ν ἕνα καὶ ἔμβαλε εἰς αὐτὸν πλη̃ρες τὸ γομορ του̃ μαν καὶ ἀποθήσεις αὐτὸ ἐναντίον του̃ θεου̃ εἰς διατήρησιν εἰς τὰς γενεὰς ὑμω̃ν
34 ὃν τρόπον συνέταξεν κύριος τω̨̃ Μωυση̨̃ καὶ ἀπέθετο Ααρων ἐναντίον του̃ μαρτυρίου εἰς διατήρησιν
35 οἱ δὲ υἱοὶ Ισραηλ ἔφαγον τὸ μαν ἔτη τεσσαράκοντα ἕως ἠ̃λθον εἰς γη̃ν οἰκουμένην τὸ μαν ἐφάγοσαν ἕως παρεγένοντο εἰς μέρος τη̃ς Φοινίκης
36 τὸ δὲ γομορ τὸ δέκατον τω̃ν τριω̃ν μέτρων ἠ̃ν

ΕΞΟΔΟΣ, κεφαλίς 17

καὶ ἀπη̃ρεν πα̃σα συναγωγὴ υἱω̃ν Ισραηλ ἐκ τη̃ς ἐρήμου Σιν κατὰ παρεμβολὰς αὐτω̃ν διὰ ῥήματος κυρίου καὶ παρενεβάλοσαν ἐν Ραφιδιν οὐκ ἠ̃ν δὲ ὕδωρ τω̨̃ λαω̨̃ πιει̃ν
καὶ ἐλοιδορει̃το ὁ λαὸς πρὸς Μωυση̃ν λέγοντες δὸς ἡμι̃ν ὕδωρ ἵνα πίωμεν καὶ εἰ̃πεν αὐτοι̃ς Μωυση̃ς τί λοιδορει̃σθέ μοι καὶ τί πειράζετε κύριον
ἐδίψησεν δὲ ἐκει̃ ὁ λαὸς ὕδατι καὶ ἐγόγγυζεν ἐκει̃ ὁ λαὸς πρὸς Μωυση̃ν λέγοντες ἵνα τί του̃το ἀνεβίβασας ἡμα̃ς ἐξ Αἰγύπτου ἀποκτει̃ναι ἡμα̃ς καὶ τὰ τέκνα ἡμω̃ν καὶ τὰ κτήνη τω̨̃ δίψει
ἐβόησεν δὲ Μωυση̃ς πρὸς κύριον λέγων τί ποιήσω τω̨̃ λαω̨̃ τούτω̨ ἔτι μικρὸν καὶ καταλιθοβολήσουσίν με
καὶ εἰ̃πεν κύριος πρὸς Μωυση̃ν προπορεύου του̃ λαου̃ τούτου λαβὲ δὲ μετὰ σεαυτου̃ ἀπὸ τω̃ν πρεσβυτέρων του̃ λαου̃ καὶ τὴν ῥάβδον ἐν ἡ̨̃ ἐπάταξας τὸν ποταμόν λαβὲ ἐν τη̨̃ χειρί σου καὶ πορεύση̨
ὅδε ἐγὼ ἕστηκα πρὸ του̃ σὲ ἐκει̃ ἐπὶ τη̃ς πέτρας ἐν Χωρηβ καὶ πατάξεις τὴν πέτραν καὶ ἐξελεύσεται ἐξ αὐτη̃ς ὕδωρ καὶ πίεται ὁ λαός μου ἐποίησεν δὲ Μωυση̃ς οὕτως ἐναντίον τω̃ν υἱω̃ν Ισραηλ
καὶ ἐπωνόμασεν τὸ ὄνομα του̃ τόπου ἐκείνου πειρασμὸς καὶ λοιδόρησις διὰ τὴν λοιδορίαν τω̃ν υἱω̃ν Ισραηλ καὶ διὰ τὸ πειράζειν κύριον λέγοντας εἰ ἔστιν κύριος ἐν ἡμι̃ν ἢ οὔ
ἠ̃λθεν δὲ Αμαληκ καὶ ἐπολέμει Ισραηλ ἐν Ραφιδιν
εἰ̃πεν δὲ Μωυση̃ς τω̨̃ 'Ιησου̃ ἐπίλεξον σεαυτω̨̃ ἄνδρας δυνατοὺς καὶ ἐξελθὼν παράταξαι τω̨̃ Αμαληκ αὔριον καὶ ἰδοὺ ἐγὼ ἕστηκα ἐπὶ τη̃ς κορυφη̃ς του̃ βουνου̃ καὶ ἡ ῥάβδος του̃ θεου̃ ἐν τη̨̃ χειρί μου
10 καὶ ἐποίησεν 'Ιησου̃ς καθάπερ εἰ̃πεν αὐτω̨̃ Μωυση̃ς καὶ ἐξελθὼν παρετάξατο τω̨̃ Αμαληκ καὶ Μωυση̃ς καὶ Ααρων καὶ Ωρ ἀνέβησαν ἐπὶ τὴν κορυφὴν του̃ βουνου̃
11 καὶ ἐγίνετο ὅταν ἐπη̃ρεν Μωυση̃ς τὰς χει̃ρας κατίσχυεν Ισραηλ ὅταν δὲ καθη̃κεν τὰς χει̃ρας κατίσχυεν Αμαληκ
12 αἱ δὲ χει̃ρες Μωυση̃ βαρει̃αι καὶ λαβόντες λίθον ὑπέθηκαν ὑπ' αὐτόν καὶ ἐκάθητο ἐπ' αὐτου̃ καὶ Ααρων καὶ Ωρ ἐστήριζον τὰς χει̃ρας αὐτου̃ ἐντευ̃θεν εἱ̃ς καὶ ἐντευ̃θεν εἱ̃ς καὶ ἐγένοντο αἱ χει̃ρες Μωυση̃ ἐστηριγμέναι ἕως δυσμω̃ν ἡλίου
13 καὶ ἐτρέψατο 'Ιησου̃ς τὸν Αμαληκ καὶ πάντα τὸν λαὸν αὐτου̃ ἐν φόνω̨ μαχαίρας
14 εἰ̃πεν δὲ κύριος πρὸς Μωυση̃ν κατάγραψον του̃το εἰς μνημόσυνον ἐν βιβλίω̨ καὶ δὸς εἰς τὰ ὠ̃τα 'Ιησοι̃ ὅτι ἀλοιφη̨̃ ἐξαλείψω τὸ μνημόσυνον Αμαληκ ἐκ τη̃ς ὑπὸ τὸν οὐρανόν
15 καὶ ὠ̨κοδόμησεν Μωυση̃ς θυσιαστήριον κυρίω̨ καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτου̃ κύριός μου καταφυγή
16 ὅτι ἐν χειρὶ κρυφαία̨ πολεμει̃ κύριος ἐπὶ Αμαληκ ἀπὸ γενεω̃ν εἰς γενεάς

ΕΞΟΔΟΣ, κεφαλίς 18

ἤκουσεν δὲ Ιοθορ ὁ ἱερεὺς Μαδιαμ ὁ γαμβρὸς Μωυση̃ πάντα ὅσα ἐποίησεν κύριος Ισραηλ τω̨̃ ἑαυτου̃ λαω̨̃ ἐξήγαγεν γὰρ κύριος τὸν Ισραηλ ἐξ Αἰγύπτου
ἔλαβεν δὲ Ιοθορ ὁ γαμβρὸς Μωυση̃ Σεπφωραν τὴν γυναι̃κα Μωυση̃ μετὰ τὴν ἄφεσιν αὐτη̃ς
καὶ τοὺς δύο υἱοὺς αὐτου̃ ὄνομα τω̨̃ ἑνὶ αὐτω̃ν Γηρσαμ λέγων πάροικος ἤμην ἐν γη̨̃ ἀλλοτρία̨
καὶ τὸ ὄνομα του̃ δευτέρου Ελιεζερ λέγων ὁ γὰρ θεὸς του̃ πατρός μου βοηθός μου καὶ ἐξείλατό με ἐκ χειρὸς Φαραω
καὶ ἐξη̃λθεν Ιοθορ ὁ γαμβρὸς Μωυση̃ καὶ οἱ υἱοὶ καὶ ἡ γυνὴ πρὸς Μωυση̃ν εἰς τὴν ἔρημον οὑ̃ παρενέβαλεν ἐπ' ὄρους του̃ θεου̃
ἀνηγγέλη δὲ Μωυσει̃ λέγοντες ἰδοὺ ὁ γαμβρός σου Ιοθορ παραγίνεται πρὸς σέ καὶ ἡ γυνὴ καὶ οἱ δύο υἱοί σου μετ' αὐτου̃
ἐξη̃λθεν δὲ Μωυση̃ς εἰς συνάντησιν τω̨̃ γαμβρω̨̃ αὐτου̃ καὶ προσεκύνησεν αὐτω̨̃ καὶ ἐφίλησεν αὐτόν καὶ ἠσπάσαντο ἀλλήλους καὶ εἰσήγαγεν αὐτὸν εἰς τὴν σκηνήν
καὶ διηγήσατο Μωυση̃ς τω̨̃ γαμβρω̨̃ πάντα ὅσα ἐποίησεν κύριος τω̨̃ Φαραω καὶ τοι̃ς Αἰγυπτίοις ἕνεκεν του̃ Ισραηλ καὶ πάντα τὸν μόχθον τὸν γενόμενον αὐτοι̃ς ἐν τη̨̃ ὁδω̨̃ καὶ ὅτι ἐξείλατο αὐτοὺς κύριος ἐκ χειρὸς Φαραω καὶ ἐκ χειρὸς τω̃ν Αἰγυπτίων
ἐξέστη δὲ Ιοθορ ἐπὶ πα̃σι τοι̃ς ἀγαθοι̃ς οἱ̃ς ἐποίησεν αὐτοι̃ς κύριος ὅτι ἐξείλατο αὐτοὺς ἐκ χειρὸς Αἰγυπτίων καὶ ἐκ χειρὸς Φαραω
10 καὶ εἰ̃πεν Ιοθορ εὐλογητὸς κύριος ὅτι ἐξείλατο τὸν λαὸν αὐτου̃ ἐκ χειρὸς Αἰγυπτίων καὶ ἐκ χειρὸς Φαραω
11 νυ̃ν ἔγνων ὅτι μέγας κύριος παρὰ πάντας τοὺς θεούς ἕνεκεν τούτου ὅτι ἐπέθεντο αὐτοι̃ς
12 καὶ ἔλαβεν Ιοθορ ὁ γαμβρὸς Μωυση̃ ὁλοκαυτώματα καὶ θυσίας τω̨̃ θεω̨̃ παρεγένετο δὲ Ααρων καὶ πάντες οἱ πρεσβύτεροι Ισραηλ συμφαγει̃ν ἄρτον μετὰ του̃ γαμβρου̃ Μωυση̃ ἐναντίον του̃ θεου̃
13 καὶ ἐγένετο μετὰ τὴν ἐπαύριον συνεκάθισεν Μωυση̃ς κρίνειν τὸν λαόν παρειστήκει δὲ πα̃ς ὁ λαὸς Μωυσει̃ ἀπὸ πρωίθεν ἕως ἑσπέρας
14 καὶ ἰδὼν Ιοθορ πάντα ὅσα ἐποίει τω̨̃ λαω̨̃ λέγει τί του̃το ὃ σὺ ποιει̃ς τω̨̃ λαω̨̃ διὰ τί σὺ κάθησαι μόνος πα̃ς δὲ ὁ λαὸς παρέστηκέν σοι ἀπὸ πρωίθεν ἕως δείλης
15 καὶ λέγει Μωυση̃ς τω̨̃ γαμβρω̨̃ ὅτι παραγίνεται πρός με ὁ λαὸς ἐκζητη̃σαι κρίσιν παρὰ του̃ θεου̃
16 ὅταν γὰρ γένηται αὐτοι̃ς ἀντιλογία καὶ ἔλθωσι πρός με διακρίνω ἕκαστον καὶ συμβιβάζω αὐτοὺς τὰ προστάγματα του̃ θεου̃ καὶ τὸν νόμον αὐτου̃
17 εἰ̃πεν δὲ ὁ γαμβρὸς Μωυση̃ πρὸς αὐτόν οὐκ ὀρθω̃ς σὺ ποιει̃ς τὸ ῥη̃μα του̃το
18 φθορα̨̃ καταφθαρήση̨ ἀνυπομονήτω̨ καὶ σὺ καὶ πα̃ς ὁ λαὸς οὑ̃τος ὅς ἐστιν μετὰ σου̃ βαρύ σοι τὸ ῥη̃μα του̃το οὐ δυνήση̨ ποιει̃ν μόνος
19 νυ̃ν οὐ̃ν ἄκουσόν μου καὶ συμβουλεύσω σοι καὶ ἔσται ὁ θεὸς μετὰ σου̃ γίνου σὺ τω̨̃ λαω̨̃ τὰ πρὸς τὸν θεὸν καὶ ἀνοίσεις τοὺς λόγους αὐτω̃ν πρὸς τὸν θεὸν
20 καὶ διαμαρτυρη̨̃ αὐτοι̃ς τὰ προστάγματα του̃ θεου̃ καὶ τὸν νόμον αὐτου̃ καὶ σημανει̃ς αὐτοι̃ς τὰς ὁδούς ἐν αἱ̃ς πορεύσονται ἐν αὐται̃ς καὶ τὰ ἔργα ἃ ποιήσουσιν
21 καὶ σὺ σεαυτω̨̃ σκέψαι ἀπὸ παντὸς του̃ λαου̃ ἄνδρας δυνατοὺς θεοσεβει̃ς ἄνδρας δικαίους μισου̃ντας ὑπερηφανίαν καὶ καταστήσεις αὐτοὺς ἐπ' αὐτω̃ν χιλιάρχους καὶ ἑκατοντάρχους καὶ πεντηκοντάρχους καὶ δεκαδάρχους
22 καὶ κρινου̃σιν τὸν λαὸν πα̃σαν ὥραν τὸ δὲ ῥη̃μα τὸ ὑπέρογκον ἀνοίσουσιν ἐπὶ σέ τὰ δὲ βραχέα τω̃ν κριμάτων κρινου̃σιν αὐτοὶ καὶ κουφιου̃σιν ἀπὸ σου̃ καὶ συναντιλήμψονταί σοι
23 ἐὰν τὸ ῥη̃μα του̃το ποιήση̨ς κατισχύσει σε ὁ θεός καὶ δυνήση̨ παραστη̃ναι καὶ πα̃ς ὁ λαὸς οὑ̃τος εἰς τὸν ἑαυτου̃ τόπον μετ' εἰρήνης ἥξει
24 ἤκουσεν δὲ Μωυση̃ς τη̃ς φωνη̃ς του̃ γαμβρου̃ καὶ ἐποίησεν ὅσα αὐτω̨̃ εἰ̃πεν
25 καὶ ἐπέλεξεν Μωυση̃ς ἄνδρας δυνατοὺς ἀπὸ παντὸς Ισραηλ καὶ ἐποίησεν αὐτοὺς ἐπ' αὐτω̃ν χιλιάρχους καὶ ἑκατοντάρχους καὶ πεντηκοντάρχους καὶ δεκαδάρχους
26 καὶ ἐκρίνοσαν τὸν λαὸν πα̃σαν ὥραν πα̃ν δὲ ῥη̃μα ὑπέρογκον ἀνεφέροσαν ἐπὶ Μωυση̃ν πα̃ν δὲ ῥη̃μα ἐλαφρὸν ἐκρίνοσαν αὐτοί
27 ἐξαπέστειλεν δὲ Μωυση̃ς τὸν ἑαυτου̃ γαμβρόν καὶ ἀπη̃λθεν εἰς τὴν γη̃ν αὐτου̃
Читать далее:ΕΞΟΔΟΣ, κεφαλίς 19
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).