1 καὶ ταυ̃τά ἐστιν ἃ ποιήσεις αὐτοι̃ς ἁγιάσαι αὐτοὺς ὥστε ἱερατεύειν μοι αὐτούς λήμψη̨ μοσχάριον ἐκ βοω̃ν ἓν καὶ κριοὺς δύο ἀμώμους |
2 καὶ ἄρτους ἀζύμους πεφυραμένους ἐν ἐλαίω̨ καὶ λάγανα ἄζυμα κεχρισμένα ἐν ἐλαίω̨ σεμίδαλιν ἐκ πυρω̃ν ποιήσεις αὐτά |
3 καὶ ἐπιθήσεις αὐτὰ ἐπὶ κανου̃ν ἓν καὶ προσοίσεις αὐτὰ ἐπὶ τω̨̃ κανω̨̃ καὶ τὸ μοσχάριον καὶ τοὺς δύο κριούς |
4 καὶ Ααρων καὶ τοὺς υἱοὺς αὐτου̃ προσάξεις ἐπὶ τὰς θύρας τη̃ς σκηνη̃ς του̃ μαρτυρίου καὶ λούσεις αὐτοὺς ἐν ὕδατι |
5 καὶ λαβὼν τὰς στολὰς ἐνδύσεις Ααρων τὸν ἀδελφόν σου καὶ τὸν χιτω̃να τὸν ποδήρη καὶ τὴν ἐπωμίδα καὶ τὸ λογει̃ον καὶ συνάψεις αὐτω̨̃ τὸ λογει̃ον πρὸς τὴν ἐπωμίδα |
6 καὶ ἐπιθήσεις τὴν μίτραν ἐπὶ τὴν κεφαλὴν αὐτου̃ καὶ ἐπιθήσεις τὸ πέταλον τὸ ἁγίασμα ἐπὶ τὴν μίτραν |
7 καὶ λήμψη̨ του̃ ἐλαίου του̃ χρίσματος καὶ ἐπιχεει̃ς αὐτὸ ἐπὶ τὴν κεφαλὴν αὐτου̃ καὶ χρίσεις αὐτόν |
8 καὶ τοὺς υἱοὺς αὐτου̃ προσάξεις καὶ ἐνδύσεις αὐτοὺς χιτω̃νας |
9 καὶ ζώσεις αὐτοὺς ται̃ς ζώναις καὶ περιθήσεις αὐτοι̃ς τὰς κιδάρεις καὶ ἔσται αὐτοι̃ς ἱερατεία ἐμοὶ εἰς τὸν αἰω̃να καὶ τελειώσεις τὰς χει̃ρας Ααρων καὶ τὰς χει̃ρας τω̃ν υἱω̃ν αὐτου̃ |
10 καὶ προσάξεις τὸν μόσχον ἐπὶ τὰς θύρας τη̃ς σκηνη̃ς του̃ μαρτυρίου καὶ ἐπιθήσουσιν Ααρων καὶ οἱ υἱοὶ αὐτου̃ τὰς χει̃ρας αὐτω̃ν ἐπὶ τὴν κεφαλὴν του̃ μόσχου ἔναντι κυρίου παρὰ τὰς θύρας τη̃ς σκηνη̃ς του̃ μαρτυρίου |
11 καὶ σφάξεις τὸν μόσχον ἔναντι κυρίου παρὰ τὰς θύρας τη̃ς σκηνη̃ς του̃ μαρτυρίου |
12 καὶ λήμψη̨ ἀπὸ του̃ αἵματος του̃ μόσχου καὶ θήσεις ἐπὶ τω̃ν κεράτων του̃ θυσιαστηρίου τω̨̃ δακτύλω̨ σου τὸ δὲ λοιπὸν πα̃ν αἱ̃μα ἐκχεει̃ς παρὰ τὴν βάσιν του̃ θυσιαστηρίου |
13 καὶ λήμψη̨ πα̃ν τὸ στέαρ τὸ ἐπὶ τη̃ς κοιλίας καὶ τὸν λοβὸν του̃ ἥπατος καὶ τοὺς δύο νεφροὺς καὶ τὸ στέαρ τὸ ἐπ' αὐτω̃ν καὶ ἐπιθήσεις ἐπὶ τὸ θυσιαστήριον |
14 τὰ δὲ κρέα του̃ μόσχου καὶ τὸ δέρμα καὶ τὴν κόπρον κατακαύσεις πυρὶ ἔξω τη̃ς παρεμβολη̃ς ἁμαρτίας γάρ ἐστιν |
15 καὶ τὸν κριὸν λήμψη̨ τὸν ἕνα καὶ ἐπιθήσουσιν Ααρων καὶ οἱ υἱοὶ αὐτου̃ τὰς χει̃ρας αὐτω̃ν ἐπὶ τὴν κεφαλὴν του̃ κριου̃ |
16 καὶ σφάξεις αὐτὸν καὶ λαβὼν τὸ αἱ̃μα προσχεει̃ς πρὸς τὸ θυσιαστήριον κύκλω̨ |
17 καὶ τὸν κριὸν διχοτομήσεις κατὰ μέλη καὶ πλυνει̃ς τὰ ἐνδόσθια καὶ τοὺς πόδας ὕδατι καὶ ἐπιθήσεις ἐπὶ τὰ διχοτομήματα σὺν τη̨̃ κεφαλη̨̃ |
18 καὶ ἀνοίσεις ὅλον τὸν κριὸν ἐπὶ τὸ θυσιαστήριον ὁλοκαύτωμα κυρίω̨ εἰς ὀσμὴν εὐωδίας θυσίασμα κυρίω̨ ἐστίν |
19 καὶ λήμψη̨ τὸν κριὸν τὸν δεύτερον καὶ ἐπιθήσει Ααρων καὶ οἱ υἱοὶ αὐτου̃ τὰς χει̃ρας αὐτω̃ν ἐπὶ τὴν κεφαλὴν του̃ κριου̃ |
20 καὶ σφάξεις αὐτὸν καὶ λήμψη̨ του̃ αἵματος αὐτου̃ καὶ ἐπιθήσεις ἐπὶ τὸν λοβὸν του̃ ὠτὸς Ααρων του̃ δεξιου̃ καὶ ἐπὶ τὸ ἄκρον τη̃ς χειρὸς τη̃ς δεξια̃ς καὶ ἐπὶ τὸ ἄκρον του̃ ποδὸς του̃ δεξιου̃ καὶ ἐπὶ τοὺς λοβοὺς τω̃ν ὤτων τω̃ν υἱω̃ν αὐτου̃ τω̃ν δεξιω̃ν καὶ ἐπὶ τὰ ἄκρα τω̃ν χειρω̃ν αὐτω̃ν τω̃ν δεξιω̃ν καὶ ἐπὶ τὰ ἄκρα τω̃ν ποδω̃ν αὐτω̃ν τω̃ν δεξιω̃ν |
21 καὶ λήμψη̨ ἀπὸ του̃ αἵματος του̃ ἀπὸ του̃ θυσιαστηρίου καὶ ἀπὸ του̃ ἐλαίου τη̃ς χρίσεως καὶ ῥανει̃ς ἐπὶ Ααρων καὶ ἐπὶ τὴν στολὴν αὐτου̃ καὶ ἐπὶ τοὺς υἱοὺς αὐτου̃ καὶ ἐπὶ τὰς στολὰς τω̃ν υἱω̃ν αὐτου̃ μετ' αὐτου̃ καὶ ἁγιασθήσεται αὐτὸς καὶ ἡ στολὴ αὐτου̃ καὶ οἱ υἱοὶ αὐτου̃ καὶ αἱ στολαὶ τω̃ν υἱω̃ν αὐτου̃ μετ' αὐτου̃ τὸ δὲ αἱ̃μα του̃ κριου̃ προσχεει̃ς πρὸς τὸ θυσιαστήριον κύκλω̨ |
22 καὶ λήμψη̨ ἀπὸ του̃ κριου̃ τὸ στέαρ αὐτου̃ καὶ τὸ στέαρ τὸ κατακαλύπτον τὴν κοιλίαν καὶ τὸν λοβὸν του̃ ἥπατος καὶ τοὺς δύο νεφροὺς καὶ τὸ στέαρ τὸ ἐπ' αὐτω̃ν καὶ τὸν βραχίονα τὸν δεξιόν ἔστιν γὰρ τελείωσις αὕτη |
23 καὶ ἄρτον ἕνα ἐξ ἐλαίου καὶ λάγανον ἓν ἀπὸ του̃ κανου̃ τω̃ν ἀζύμων τω̃ν προτεθειμένων ἔναντι κυρίου |
24 καὶ ἐπιθήσεις τὰ πάντα ἐπὶ τὰς χει̃ρας Ααρων καὶ ἐπὶ τὰς χει̃ρας τω̃ν υἱω̃ν αὐτου̃ καὶ ἀφοριει̃ς αὐτοὺς ἀφόρισμα ἔναντι κυρίου |
25 καὶ λήμψη̨ αὐτὰ ἐκ τω̃ν χειρω̃ν αὐτω̃ν καὶ ἀνοίσεις ἐπὶ τὸ θυσιαστήριον τη̃ς ὁλοκαυτώσεως εἰς ὀσμὴν εὐωδίας ἔναντι κυρίου κάρπωμά ἐστιν κυρίω̨ |
26 καὶ λήμψη̨ τὸ στηθύνιον ἀπὸ του̃ κριου̃ τη̃ς τελειώσεως ὅ ἐστιν Ααρων καὶ ἀφοριει̃ς αὐτὸ ἀφόρισμα ἔναντι κυρίου καὶ ἔσται σοι ἐν μερίδι |
27 καὶ ἁγιάσεις τὸ στηθύνιον ἀφόρισμα καὶ τὸν βραχίονα του̃ ἀφαιρέματος ὃς ἀφώρισται καὶ ὃς ἀφή̨ρηται ἀπὸ του̃ κριου̃ τη̃ς τελειώσεως ἀπὸ του̃ Ααρων καὶ ἀπὸ τω̃ν υἱω̃ν αὐτου̃ |
28 καὶ ἔσται Ααρων καὶ τοι̃ς υἱοι̃ς αὐτου̃ νόμιμον αἰώνιον παρὰ τω̃ν υἱω̃ν Ισραηλ ἔστιν γὰρ ἀφαίρεμα του̃το καὶ ἀφαίρεμα ἔσται παρὰ τω̃ν υἱω̃ν Ισραηλ ἀπὸ τω̃ν θυμάτων τω̃ν σωτηρίων τω̃ν υἱω̃ν Ισραηλ ἀφαίρεμα κυρίω̨ |
29 καὶ ἡ στολὴ του̃ ἁγίου ἥ ἐστιν Ααρων ἔσται τοι̃ς υἱοι̃ς αὐτου̃ μετ' αὐτόν χρισθη̃ναι αὐτοὺς ἐν αὐτοι̃ς καὶ τελειω̃σαι τὰς χει̃ρας αὐτω̃ν |
30 ἑπτὰ ἡμέρας ἐνδύσεται αὐτὰ ὁ ἱερεὺς ὁ ἀντ' αὐτου̃ τω̃ν υἱω̃ν αὐτου̃ ὃς εἰσελεύσεται εἰς τὴν σκηνὴν του̃ μαρτυρίου λειτουργει̃ν ἐν τοι̃ς ἁγίοις |
31 καὶ τὸν κριὸν τη̃ς τελειώσεως λήμψη̨ καὶ ἑψήσεις τὰ κρέα ἐν τόπω̨ ἁγίω̨ |
32 καὶ ἔδονται Ααρων καὶ οἱ υἱοὶ αὐτου̃ τὰ κρέα του̃ κριου̃ καὶ τοὺς ἄρτους τοὺς ἐν τω̨̃ κανω̨̃ παρὰ τὰς θύρας τη̃ς σκηνη̃ς του̃ μαρτυρίου |
33 ἔδονται αὐτά ἐν οἱ̃ς ἡγιάσθησαν ἐν αὐτοι̃ς τελειω̃σαι τὰς χει̃ρας αὐτω̃ν ἁγιάσαι αὐτούς καὶ ἀλλογενὴς οὐκ ἔδεται ἀπ' αὐτω̃ν ἔστιν γὰρ ἅγια |
34 ἐὰν δὲ καταλειφθη̨̃ ἀπὸ τω̃ν κρεω̃ν τη̃ς θυσίας τη̃ς τελειώσεως καὶ τω̃ν ἄρτων ἕως πρωί κατακαύσεις τὰ λοιπὰ πυρί οὐ βρωθήσεται ἁγίασμα γάρ ἐστιν |
35 καὶ ποιήσεις Ααρων καὶ τοι̃ς υἱοι̃ς αὐτου̃ οὕτως κατὰ πάντα ὅσα ἐνετειλάμην σοι ἑπτὰ ἡμέρας τελειώσεις αὐτω̃ν τὰς χει̃ρας |
36 καὶ τὸ μοσχάριον τη̃ς ἁμαρτίας ποιήσεις τη̨̃ ἡμέρα̨ του̃ καθαρισμου̃ καὶ καθαριει̃ς τὸ θυσιαστήριον ἐν τω̨̃ ἁγιάζειν σε ἐπ' αὐτω̨̃ καὶ χρίσεις αὐτὸ ὥστε ἁγιάσαι αὐτό |
37 ἑπτὰ ἡμέρας καθαριει̃ς τὸ θυσιαστήριον καὶ ἁγιάσεις αὐτό καὶ ἔσται τὸ θυσιαστήριον ἅγιον του̃ ἁγίου πα̃ς ὁ ἁπτόμενος του̃ θυσιαστηρίου ἁγιασθήσεται |
38 καὶ ταυ̃τά ἐστιν ἃ ποιήσεις ἐπὶ του̃ θυσιαστηρίου ἀμνοὺς ἐνιαυσίους ἀμώμους δύο τὴν ἡμέραν ἐπὶ τὸ θυσιαστήριον ἐνδελεχω̃ς κάρπωμα ἐνδελεχισμου̃ |
39 τὸν ἀμνὸν τὸν ἕνα ποιήσεις τὸ πρωὶ καὶ τὸν ἀμνὸν τὸν δεύτερον ποιήσεις τὸ δειλινόν |
40 καὶ δέκατον σεμιδάλεως πεφυραμένης ἐν ἐλαίω̨ κεκομμένω̨ τω̨̃ τετάρτω̨ του̃ ιν καὶ σπονδὴν τὸ τέταρτον του̃ ιν οἴνου τω̨̃ ἀμνω̨̃ τω̨̃ ἑνί |
41 καὶ τὸν ἀμνὸν τὸν δεύτερον ποιήσεις τὸ δειλινόν κατὰ τὴν θυσίαν τὴν πρωινὴν καὶ κατὰ τὴν σπονδὴν αὐτου̃ ποιήσεις εἰς ὀσμὴν εὐωδίας κάρπωμα κυρίω̨ |
42 θυσίαν ἐνδελεχισμου̃ εἰς γενεὰς ὑμω̃ν ἐπὶ θύρας τη̃ς σκηνη̃ς του̃ μαρτυρίου ἔναντι κυρίου ἐν οἱ̃ς γνωσθήσομαί σοι ἐκει̃θεν ὥστε λαλη̃σαί σοι |
43 καὶ τάξομαι ἐκει̃ τοι̃ς υἱοι̃ς Ισραηλ καὶ ἁγιασθήσομαι ἐν δόξη̨ μου |
44 καὶ ἁγιάσω τὴν σκηνὴν του̃ μαρτυρίου καὶ τὸ θυσιαστήριον καὶ Ααρων καὶ τοὺς υἱοὺς αὐτου̃ ἁγιάσω ἱερατεύειν μοι |
45 καὶ ἐπικληθήσομαι ἐν τοι̃ς υἱοι̃ς Ισραηλ καὶ ἔσομαι αὐτω̃ν θεός |
46 καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος ὁ θεὸς αὐτω̃ν ὁ ἐξαγαγὼν αὐτοὺς ἐκ γη̃ς Αἰγύπτου ἐπικληθη̃ναι αὐτοι̃ς καὶ θεὸς εἰ̃ναι αὐτω̃ν |