1 καὶ Μωυση̃ς ἠ̃ν ποιμαίνων τὰ πρόβατα Ιοθορ του̃ γαμβρου̃ αὐτου̃ του̃ ἱερέως Μαδιαμ καὶ ἤγαγεν τὰ πρόβατα ὑπὸ τὴν ἔρημον καὶ ἠ̃λθεν εἰς τὸ ὄρος Χωρηβ |
2 ὤφθη δὲ αὐτω̨̃ ἄγγελος κυρίου ἐν φλογὶ πυρὸς ἐκ του̃ βάτου καὶ ὁρα̨̃ ὅτι ὁ βάτος καίεται πυρί ὁ δὲ βάτος οὐ κατεκαίετο |
3 εἰ̃πεν δὲ Μωυση̃ς παρελθὼν ὄψομαι τὸ ὅραμα τὸ μέγα του̃το τί ὅτι οὐ κατακαίεται ὁ βάτος |
4 ὡς δὲ εἰ̃δεν κύριος ὅτι προσάγει ἰδει̃ν ἐκάλεσεν αὐτὸν κύριος ἐκ του̃ βάτου λέγων Μωυση̃ Μωυση̃ ὁ δὲ εἰ̃πεν τί ἐστιν |
5 καὶ εἰ̃πεν μὴ ἐγγίση̨ς ὡ̃δε λυ̃σαι τὸ ὑπόδημα ἐκ τω̃ν ποδω̃ν σου ὁ γὰρ τόπος ἐν ὡ̨̃ σὺ ἕστηκας γη̃ ἁγία ἐστίν |
6 καὶ εἰ̃πεν αὐτω̨̃ ἐγώ εἰμι ὁ θεὸς του̃ πατρός σου θεὸς Αβρααμ καὶ θεὸς Ισαακ καὶ θεὸς Ιακωβ ἀπέστρεψεν δὲ Μωυση̃ς τὸ πρόσωπον αὐτου̃ εὐλαβει̃το γὰρ κατεμβλέψαι ἐνώπιον του̃ θεου̃ |
7 εἰ̃πεν δὲ κύριος πρὸς Μωυση̃ν ἰδὼν εἰ̃δον τὴν κάκωσιν του̃ λαου̃ μου του̃ ἐν Αἰγύπτω̨ καὶ τη̃ς κραυγη̃ς αὐτω̃ν ἀκήκοα ἀπὸ τω̃ν ἐργοδιωκτω̃ν οἰ̃δα γὰρ τὴν ὀδύνην αὐτω̃ν |
8 καὶ κατέβην ἐξελέσθαι αὐτοὺς ἐκ χειρὸς Αἰγυπτίων καὶ ἐξαγαγει̃ν αὐτοὺς ἐκ τη̃ς γη̃ς ἐκείνης καὶ εἰσαγαγει̃ν αὐτοὺς εἰς γη̃ν ἀγαθὴν καὶ πολλήν εἰς γη̃ν ῥέουσαν γάλα καὶ μέλι εἰς τὸν τόπον τω̃ν Χαναναίων καὶ Χετταίων καὶ Αμορραίων καὶ Φερεζαίων καὶ Γεργεσαίων καὶ Ευαίων καὶ Ιεβουσαίων |
9 καὶ νυ̃ν ἰδοὺ κραυγὴ τω̃ν υἱω̃ν Ισραηλ ἥκει πρός με κἀγὼ ἑώρακα τὸν θλιμμόν ὃν οἱ Αἰγύπτιοι θλίβουσιν αὐτούς |
10 καὶ νυ̃ν δευ̃ρο ἀποστείλω σε πρὸς Φαραω βασιλέα Αἰγύπτου καὶ ἐξάξεις τὸν λαόν μου τοὺς υἱοὺς Ισραηλ ἐκ γη̃ς Αἰγύπτου |
11 καὶ εἰ̃πεν Μωυση̃ς πρὸς τὸν θεόν τίς εἰμι ὅτι πορεύσομαι πρὸς Φαραω βασιλέα Αἰγύπτου καὶ ὅτι ἐξάξω τοὺς υἱοὺς Ισραηλ ἐκ γη̃ς Αἰγύπτου |
12 εἰ̃πεν δὲ ὁ θεὸς Μωυσει̃ λέγων ὅτι ἔσομαι μετὰ σου̃ καὶ του̃τό σοι τὸ σημει̃ον ὅτι ἐγώ σε ἐξαποστέλλω ἐν τω̨̃ ἐξαγαγει̃ν σε τὸν λαόν μου ἐξ Αἰγύπτου καὶ λατρεύσετε τω̨̃ θεω̨̃ ἐν τω̨̃ ὄρει τούτω̨ |
13 καὶ εἰ̃πεν Μωυση̃ς πρὸς τὸν θεόν ἰδοὺ ἐγὼ ἐλεύσομαι πρὸς τοὺς υἱοὺς Ισραηλ καὶ ἐρω̃ πρὸς αὐτούς ὁ θεὸς τω̃ν πατέρων ὑμω̃ν ἀπέσταλκέν με πρὸς ὑμα̃ς ἐρωτήσουσίν με τί ὄνομα αὐτω̨̃ τί ἐρω̃ πρὸς αὐτούς |
14 καὶ εἰ̃πεν ὁ θεὸς πρὸς Μωυση̃ν ἐγώ εἰμι ὁ ὤν καὶ εἰ̃πεν οὕτως ἐρει̃ς τοι̃ς υἱοι̃ς Ισραηλ ὁ ὢν ἀπέσταλκέν με πρὸς ὑμα̃ς |
15 καὶ εἰ̃πεν ὁ θεὸς πάλιν πρὸς Μωυση̃ν οὕτως ἐρει̃ς τοι̃ς υἱοι̃ς Ισραηλ κύριος ὁ θεὸς τω̃ν πατέρων ὑμω̃ν θεὸς Αβρααμ καὶ θεὸς Ισαακ καὶ θεὸς Ιακωβ ἀπέσταλκέν με πρὸς ὑμα̃ς του̃τό μού ἐστιν ὄνομα αἰώνιον καὶ μνημόσυνον γενεω̃ν γενεαι̃ς |
16 ἐλθὼν οὐ̃ν συνάγαγε τὴν γερουσίαν τω̃ν υἱω̃ν Ισραηλ καὶ ἐρει̃ς πρὸς αὐτούς κύριος ὁ θεὸς τω̃ν πατέρων ὑμω̃ν ὠ̃πταί μοι θεὸς Αβρααμ καὶ θεὸς Ισαακ καὶ θεὸς Ιακωβ λέγων ἐπισκοπη̨̃ ἐπέσκεμμαι ὑμα̃ς καὶ ὅσα συμβέβηκεν ὑμι̃ν ἐν Αἰγύπτω̨ |
17 καὶ εἰ̃πον ἀναβιβάσω ὑμα̃ς ἐκ τη̃ς κακώσεως τω̃ν Αἰγυπτίων εἰς τὴν γη̃ν τω̃ν Χαναναίων καὶ Χετταίων καὶ Αμορραίων καὶ Φερεζαίων καὶ Γεργεσαίων καὶ Ευαίων καὶ Ιεβουσαίων εἰς γη̃ν ῥέουσαν γάλα καὶ μέλι |
18 καὶ εἰσακούσονταί σου τη̃ς φωνη̃ς καὶ εἰσελεύση̨ σὺ καὶ ἡ γερουσία Ισραηλ πρὸς Φαραω βασιλέα Αἰγύπτου καὶ ἐρει̃ς πρὸς αὐτόν ὁ θεὸς τω̃ν Εβραίων προσκέκληται ἡμα̃ς πορευσώμεθα οὐ̃ν ὁδὸν τριω̃ν ἡμερω̃ν εἰς τὴν ἔρημον ἵνα θύσωμεν τω̨̃ θεω̨̃ ἡμω̃ν |
19 ἐγὼ δὲ οἰ̃δα ὅτι οὐ προήσεται ὑμα̃ς Φαραω βασιλεὺς Αἰγύπτου πορευθη̃ναι ἐὰν μὴ μετὰ χειρὸς κραταια̃ς |
20 καὶ ἐκτείνας τὴν χει̃ρα πατάξω τοὺς Αἰγυπτίους ἐν πα̃σι τοι̃ς θαυμασίοις μου οἱ̃ς ποιήσω ἐν αὐτοι̃ς καὶ μετὰ ταυ̃τα ἐξαποστελει̃ ὑμα̃ς |
21 καὶ δώσω χάριν τω̨̃ λαω̨̃ τούτω̨ ἐναντίον τω̃ν Αἰγυπτίων ὅταν δὲ ἀποτρέχητε οὐκ ἀπελεύσεσθε κενοί |
22 αἰτήσει γυνὴ παρὰ γείτονος καὶ συσκήνου αὐτη̃ς σκεύη ἀργυρα̃ καὶ χρυσα̃ καὶ ἱματισμόν καὶ ἐπιθήσετε ἐπὶ τοὺς υἱοὺς ὑμω̃ν καὶ ἐπὶ τὰς θυγατέρας ὑμω̃ν καὶ σκυλεύσετε τοὺς Αἰγυπτίους |