1 ἀπεκρίθη δὲ Μωυση̃ς καὶ εἰ̃πεν ἐὰν οὐ̃ν μὴ πιστεύσωσίν μοι μηδὲ εἰσακούσωσιν τη̃ς φωνη̃ς μου ἐρου̃σιν γὰρ ὅτι οὐκ ὠ̃πταί σοι ὁ θεός τί ἐρω̃ πρὸς αὐτούς |
2 εἰ̃πεν δὲ αὐτω̨̃ κύριος τί του̃τό ἐστιν τὸ ἐν τη̨̃ χειρί σου ὁ δὲ εἰ̃πεν ῥάβδος |
3 καὶ εἰ̃πεν ῥι̃ψον αὐτὴν ἐπὶ τὴν γη̃ν καὶ ἔρριψεν αὐτὴν ἐπὶ τὴν γη̃ν καὶ ἐγένετο ὄφις καὶ ἔφυγεν Μωυση̃ς ἀπ' αὐτου̃ |
4 καὶ εἰ̃πεν κύριος πρὸς Μωυση̃ν ἕκτεινον τὴν χει̃ρα καὶ ἐπιλαβου̃ τη̃ς κέρκου ἐκτείνας οὐ̃ν τὴν χει̃ρα ἐπελάβετο τη̃ς κέρκου καὶ ἐγένετο ῥάβδος ἐν τη̨̃ χειρὶ αὐτου̃ |
5 ἵνα πιστεύσωσίν σοι ὅτι ὠ̃πταί σοι κύριος ὁ θεὸς τω̃ν πατέρων αὐτω̃ν θεὸς Αβρααμ καὶ θεὸς Ισαακ καὶ θεὸς Ιακωβ |
6 εἰ̃πεν δὲ αὐτω̨̃ κύριος πάλιν εἰσένεγκε τὴν χει̃ρά σου εἰς τὸν κόλπον σου καὶ εἰσήνεγκεν τὴν χει̃ρα αὐτου̃ εἰς τὸν κόλπον αὐτου̃ καὶ ἐξήνεγκεν τὴν χει̃ρα αὐτου̃ ἐκ του̃ κόλπου αὐτου̃ καὶ ἐγενήθη ἡ χεὶρ αὐτου̃ ὡσεὶ χιών |
7 καὶ εἰ̃πεν πάλιν εἰσένεγκε τὴν χει̃ρά σου εἰς τὸν κόλπον σου καὶ εἰσήνεγκεν τὴν χει̃ρα εἰς τὸν κόλπον αὐτου̃ καὶ ἐξήνεγκεν αὐτὴν ἐκ του̃ κόλπου αὐτου̃ καὶ πάλιν ἀπεκατέστη εἰς τὴν χρόαν τη̃ς σαρκὸς αὐτου̃ |
8 ἐὰν δὲ μὴ πιστεύσωσίν σοι μηδὲ εἰσακούσωσιν τη̃ς φωνη̃ς του̃ σημείου του̃ πρώτου πιστεύσουσίν σοι τη̃ς φωνη̃ς του̃ σημείου του̃ ἐσχάτου |
9 καὶ ἔσται ἐὰν μὴ πιστεύσωσίν σοι τοι̃ς δυσὶ σημείοις τούτοις μηδὲ εἰσακούσωσιν τη̃ς φωνη̃ς σου λήμψη̨ ἀπὸ του̃ ὕδατος του̃ ποταμου̃ καὶ ἐκχεει̃ς ἐπὶ τὸ ξηρόν καὶ ἔσται τὸ ὕδωρ ὃ ἐὰν λάβη̨ς ἀπὸ του̃ ποταμου̃ αἱ̃μα ἐπὶ του̃ ξηρου̃ |
10 εἰ̃πεν δὲ Μωυση̃ς πρὸς κύριον δέομαι κύριε οὐχ ἱκανός εἰμι πρὸ τη̃ς ἐχθὲς οὐδὲ πρὸ τη̃ς τρίτης ἡμέρας οὐδὲ ἀφ' οὑ̃ ἤρξω λαλει̃ν τω̨̃ θεράποντί σου ἰσχνόφωνος καὶ βραδύγλωσσος ἐγώ εἰμι |
11 εἰ̃πεν δὲ κύριος πρὸς Μωυση̃ν τίς ἔδωκεν στόμα ἀνθρώπω̨ καὶ τίς ἐποίησεν δύσκωφον καὶ κωφόν βλέποντα καὶ τυφλόν οὐκ ἐγὼ ὁ θεός |
12 καὶ νυ̃ν πορεύου καὶ ἐγὼ ἀνοίξω τὸ στόμα σου καὶ συμβιβάσω σε ὃ μέλλεις λαλη̃σαι |
13 καὶ εἰ̃πεν Μωυση̃ς δέομαι κύριε προχείρισαι δυνάμενον ἄλλον ὃν ἀποστελει̃ς |
14 καὶ θυμωθεὶς ὀργη̨̃ κύριος ἐπὶ Μωυση̃ν εἰ̃πεν οὐκ ἰδοὺ Ααρων ὁ ἀδελφός σου ὁ Λευίτης ἐπίσταμαι ὅτι λαλω̃ν λαλήσει αὐτός σοι καὶ ἰδοὺ αὐτὸς ἐξελεύσεται εἰς συνάντησίν σοι καὶ ἰδών σε χαρήσεται ἐν ἑαυτω̨̃ |
15 καὶ ἐρει̃ς πρὸς αὐτὸν καὶ δώσεις τὰ ῥήματά μου εἰς τὸ στόμα αὐτου̃ καὶ ἐγὼ ἀνοίξω τὸ στόμα σου καὶ τὸ στόμα αὐτου̃ καὶ συμβιβάσω ὑμα̃ς ἃ ποιήσετε |
16 καὶ αὐτός σοι προσλαλήσει πρὸς τὸν λαόν καὶ αὐτὸς ἔσται σου στόμα σὺ δὲ αὐτω̨̃ ἔση̨ τὰ πρὸς τὸν θεόν |
17 καὶ τὴν ῥάβδον ταύτην τὴν στραφει̃σαν εἰς ὄφιν λήμψη̨ ἐν τη̨̃ χειρί σου ἐν ἡ̨̃ ποιήσεις ἐν αὐτη̨̃ τὰ σημει̃α |
18 ἐπορεύθη δὲ Μωυση̃ς καὶ ἀπέστρεψεν πρὸς Ιοθορ τὸν γαμβρὸν αὐτου̃ καὶ λέγει πορεύσομαι καὶ ἀποστρέψω πρὸς τοὺς ἀδελφούς μου τοὺς ἐν Αἰγύπτω̨ καὶ ὄψομαι εἰ ἔτι ζω̃σιν καὶ εἰ̃πεν Ιοθορ Μωυση̨̃ βάδιζε ὑγιαίνων |
19 μετὰ δὲ τὰς ἡμέρας τὰς πολλὰς ἐκείνας ἐτελεύτησεν ὁ βασιλεὺς Αἰγύπτου εἰ̃πεν δὲ κύριος πρὸς Μωυση̃ν ἐν Μαδιαμ βάδιζε ἄπελθε εἰς Αἴγυπτον τεθνήκασιν γὰρ πάντες οἱ ζητου̃ντές σου τὴν ψυχήν |
20 ἀναλαβὼν δὲ Μωυση̃ς τὴν γυναι̃κα καὶ τὰ παιδία ἀνεβίβασεν αὐτὰ ἐπὶ τὰ ὑποζύγια καὶ ἐπέστρεψεν εἰς Αἴγυπτον ἔλαβεν δὲ Μωυση̃ς τὴν ῥάβδον τὴν παρὰ του̃ θεου̃ ἐν τη̨̃ χειρὶ αὐτου̃ |
21 εἰ̃πεν δὲ κύριος πρὸς Μωυση̃ν πορευομένου σου καὶ ἀποστρέφοντος εἰς Αἴγυπτον ὅρα πάντα τὰ τέρατα ἃ ἔδωκα ἐν ται̃ς χερσίν σου ποιήσεις αὐτὰ ἐναντίον Φαραω ἐγὼ δὲ σκληρυνω̃ τὴν καρδίαν αὐτου̃ καὶ οὐ μὴ ἐξαποστείλη̨ τὸν λαόν |
22 σὺ δὲ ἐρει̃ς τω̨̃ Φαραω τάδε λέγει κύριος υἱὸς πρωτότοκός μου Ισραηλ |
23 εἰ̃πα δέ σοι ἐξαπόστειλον τὸν λαόν μου ἵνα μοι λατρεύση̨ εἰ μὲν οὐ̃ν μὴ βούλει ἐξαποστει̃λαι αὐτούς ὅρα οὐ̃ν ἐγὼ ἀποκτενω̃ τὸν υἱόν σου τὸν πρωτότοκον |
24 ἐγένετο δὲ ἐν τη̨̃ ὁδω̨̃ ἐν τω̨̃ καταλύματι συνήντησεν αὐτω̨̃ ἄγγελος κυρίου καὶ ἐζήτει αὐτὸν ἀποκτει̃ναι |
25 καὶ λαβου̃σα Σεπφωρα ψη̃φον περιέτεμεν τὴν ἀκροβυστίαν του̃ υἱου̃ αὐτη̃ς καὶ προσέπεσεν πρὸς τοὺς πόδας καὶ εἰ̃πεν ἔστη τὸ αἱ̃μα τη̃ς περιτομη̃ς του̃ παιδίου μου |
26 καὶ ἀπη̃λθεν ἀπ' αὐτου̃ διότι εἰ̃πεν ἔστη τὸ αἱ̃μα τη̃ς περιτομη̃ς του̃ παιδίου μου |
27 εἰ̃πεν δὲ κύριος πρὸς Ααρων πορεύθητι εἰς συνάντησιν Μωυσει̃ εἰς τὴν ἔρημον καὶ ἐπορεύθη καὶ συνήντησεν αὐτω̨̃ ἐν τω̨̃ ὄρει του̃ θεου̃ καὶ κατεφίλησαν ἀλλήλους |
28 καὶ ἀνήγγειλεν Μωυση̃ς τω̨̃ Ααρων πάντας τοὺς λόγους κυρίου οὓς ἀπέστειλεν καὶ πάντα τὰ σημει̃α ἃ ἐνετείλατο αὐτω̨̃ |
29 ἐπορεύθη δὲ Μωυση̃ς καὶ Ααρων καὶ συνήγαγον τὴν γερουσίαν τω̃ν υἱω̃ν Ισραηλ |
30 καὶ ἐλάλησεν Ααρων πάντα τὰ ῥήματα ταυ̃τα ἃ ἐλάλησεν ὁ θεὸς πρὸς Μωυση̃ν καὶ ἐποίησεν τὰ σημει̃α ἐναντίον του̃ λαου̃ |
31 καὶ ἐπίστευσεν ὁ λαὸς καὶ ἐχάρη ὅτι ἐπεσκέψατο ὁ θεὸς τοὺς υἱοὺς Ισραηλ καὶ ὅτι εἰ̃δεν αὐτω̃ν τὴν θλι̃ψιν κύψας δὲ ὁ λαὸς προσεκύνησεν |