1 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων |
2 υἱὲ ἀνθρώπου δύο γυναι̃κες ἠ̃σαν θυγατέρες μητρὸς μια̃ς |
3 καὶ ἐξεπόρνευσαν ἐν Αἰγύπτω̨ ἐν τη̨̃ νεότητι αὐτω̃ν ἐκει̃ ἔπεσον οἱ μαστοὶ αὐτω̃ν ἐκει̃ διεπαρθενεύθησαν |
4 καὶ τὰ ὀνόματα αὐτω̃ν ἠ̃ν Οολα ἡ πρεσβυτέρα καὶ Οολιβα ἡ ἀδελφὴ αὐτη̃ς καὶ ἐγένοντό μοι καὶ ἔτεκον υἱοὺς καὶ θυγατέρας καὶ τὰ ὀνόματα αὐτω̃ν Σαμάρεια ἡ Οολα καὶ Ιερουσαλημ ἡ Οολιβα |
5 καὶ ἐξεπόρνευσεν ἡ Οολα ἀπ' ἐμου̃ καὶ ἐπέθετο ἐπὶ τοὺς ἐραστὰς αὐτη̃ς ἐπὶ τοὺς 'Ασσυρίους τοὺς ἐγγίζοντας αὐτη̨̃ |
6 ἐνδεδυκότας ὑακίνθινα ἡγουμένους καὶ στρατηγούς νεανίσκοι ἐπίλεκτοι πάντες ἱππει̃ς ἱππαζόμενοι ἐφ' ἵππων |
7 καὶ ἔδωκεν τὴν πορνείαν αὐτη̃ς ἐπ' αὐτούς ἐπίλεκτοι υἱοὶ 'Ασσυρίων πάντες καὶ ἐπὶ πάντας οὓς ἐπέθετο ἐν πα̃σι τοι̃ς ἐνθυμήμασιν αὐτη̃ς ἐμιαίνετο |
8 καὶ τὴν πορνείαν αὐτη̃ς ἐξ Αἰγύπτου οὐκ ἐγκατέλιπεν ὅτι μετ' αὐτη̃ς ἐκοιμω̃ντο ἐν νεότητι αὐτη̃ς καὶ αὐτοὶ διεπαρθένευσαν αὐτὴν καὶ ἐξέχεαν τὴν πορνείαν αὐτω̃ν ἐπ' αὐτήν |
9 διὰ του̃το παρέδωκα αὐτὴν εἰς χει̃ρας τω̃ν ἐραστω̃ν αὐτη̃ς εἰς χει̃ρας υἱω̃ν 'Ασσυρίων ἐφ' οὓς ἐπετίθετο |
10 αὐτοὶ ἀπεκάλυψαν τὴν αἰσχύνην αὐτη̃ς υἱοὺς καὶ θυγατέρας αὐτη̃ς ἔλαβον καὶ αὐτὴν ἐν ῥομφαία̨ ἀπέκτειναν καὶ ἐγένετο λάλημα εἰς γυναι̃κας καὶ ἐποίησαν ἐκδικήσεις ἐν αὐτη̨̃ εἰς τὰς θυγατέρας |
11 καὶ εἰ̃δεν ἡ ἀδελφὴ αὐτη̃ς Οολιβα καὶ διέφθειρε τὴν ἐπίθεσιν αὐτη̃ς ὑπὲρ αὐτὴν καὶ τὴν πορνείαν αὐτη̃ς ὑπὲρ τὴν πορνείαν τη̃ς ἀδελφη̃ς αὐτη̃ς |
12 ἐπὶ τοὺς υἱοὺς τω̃ν 'Ασσυρίων ἐπέθετο ἡγουμένους καὶ στρατηγοὺς τοὺς ἐγγὺς αὐτη̃ς ἐνδεδυκότας εὐπάρυφα ἱππει̃ς ἱππαζομένους ἐφ' ἵππων νεανίσκοι ἐπίλεκτοι πάντες |
13 καὶ εἰ̃δον ὅτι μεμίανται ὁδὸς μία τω̃ν δύο |
14 καὶ προσέθετο πρὸς τὴν πορνείαν αὐτη̃ς καὶ εἰ̃δεν ἄνδρας ἐζωγραφημένους ἐπὶ του̃ τοίχου εἰκόνας Χαλδαίων ἐζωγραφημένους ἐν γραφίδι |
15 ἐζωσμένους ποικίλματα ἐπὶ τὰς ὀσφύας αὐτω̃ν καὶ τιάραι βαπταὶ ἐπὶ τω̃ν κεφαλω̃ν αὐτω̃ν ὄψις τρισσὴ πάντων ὁμοίωμα υἱω̃ν Χαλδαίων γη̃ς πατρίδος αὐτω̃ν |
16 καὶ ἐπέθετο ἐπ' αὐτοὺς τη̨̃ ὁράσει ὀφθαλμω̃ν αὐτη̃ς καὶ ἐξαπέστειλεν ἀγγέλους πρὸς αὐτοὺς εἰς γη̃ν Χαλδαίων |
17 καὶ ἤλθοσαν πρὸς αὐτὴν υἱοὶ Βαβυλω̃νος εἰς κοίτην καταλυόντων καὶ ἐμίαινον αὐτὴν ἐν τη̨̃ πορνεία̨ αὐτη̃ς καὶ ἐμιάνθη ἐν αὐτοι̃ς καὶ ἀπέστη ἡ ψυχὴ αὐτη̃ς ἀπ' αὐτω̃ν |
18 καὶ ἀπεκάλυψεν τὴν πορνείαν αὐτη̃ς καὶ ἀπεκάλυψεν τὴν αἰσχύνην αὐτη̃ς καὶ ἀπέστη ἡ ψυχή μου ἀπ' αὐτη̃ς ὃν τρόπον ἀπέστη ἡ ψυχή μου ἀπὸ τη̃ς ἀδελφη̃ς αὐτη̃ς |
19 καὶ ἐπλήθυνας τὴν πορνείαν σου του̃ ἀναμνη̃σαι ἡμέρας νεότητός σου ἐν αἱ̃ς ἐπόρνευσας ἐν Αἰγύπτω̨ |
20 καὶ ἐπέθου ἐπὶ τοὺς Χαλδαίους ὡ̃ν ἠ̃σαν ὡς ὄνων αἱ σάρκες αὐτω̃ν καὶ αἰδοι̃α ἵππων τὰ αἰδοι̃α αὐτω̃ν |
21 καὶ ἐπεσκέψω τὴν ἀνομίαν νεότητός σου ἃ ἐποίεις ἐν Αἰγύπτω̨ ἐν τω̨̃ καταλύματί σου οὑ̃ οἱ μαστοὶ νεότητός σου |
22 διὰ του̃το Οολιβα τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐξεγείρω τοὺς ἐραστάς σου ἐπὶ σέ ἀφ' ὡ̃ν ἀπέστη ἡ ψυχή σου ἀπ' αὐτω̃ν καὶ ἐπάξω αὐτοὺς ἐπὶ σὲ κυκλόθεν |
23 υἱοὺς Βαβυλω̃νος καὶ πάντας τοὺς Χαλδαίους Φακουδ καὶ Σουε καὶ Κουε καὶ πάντας υἱοὺς 'Ασσυρίων μετ' αὐτω̃ν νεανίσκους ἐπιλέκτους ἡγεμόνας καὶ στρατηγοὺς πάντας τρισσοὺς καὶ ὀνομαστοὺς ἱππεύοντας ἐφ' ἵππων |
24 καὶ πάντες ἥξουσιν ἐπὶ σὲ ἀπὸ βορρα̃ ἅρματα καὶ τροχοὶ μετ' ὄχλου λαω̃ν θυρεοὶ καὶ πέλται καὶ βαλου̃σιν φυλακὴν ἐπὶ σὲ κύκλω̨ καὶ δώσω πρὸ προσώπου αὐτω̃ν κρίμα καὶ ἐκδικήσουσίν σε ἐν τοι̃ς κρίμασιν αὐτω̃ν |
25 καὶ δώσω τὸν ζη̃λόν μου ἐν σοί καὶ ποιήσουσιν μετὰ σου̃ ἐν ὀργη̨̃ θυμου̃ μυκτη̃ρά σου καὶ ὠ̃τά σου ἀφελου̃σιν καὶ τοὺς καταλοίπους σου ἐν ῥομφαία̨ καταβαλου̃σιν αὐτοὶ υἱούς σου καὶ θυγατέρας σου λήμψονται καὶ τοὺς καταλοίπους σου πυ̃ρ καταφάγεται |
26 καὶ ἐκδύσουσίν σε τὸν ἱματισμόν σου καὶ λήμψονται τὰ σκεύη τη̃ς καυχήσεώς σου |
27 καὶ ἀποστρέψω τὰς ἀσεβείας σου ἐκ σου̃ καὶ τὴν πορνείαν σου ἐκ γη̃ς Αἰγύπτου καὶ οὐ μὴ ἄρη̨ς τοὺς ὀφθαλμούς σου ἐπ' αὐτοὺς καὶ Αἰγύπτου οὐ μὴ μνησθη̨̃ς οὐκέτι |
28 διότι τάδε λέγει κύριος κύριος ἰδοὺ ἐγὼ παραδίδωμί σε εἰς χει̃ρας ὡ̃ν μισει̃ς ἀφ' ὡ̃ν ἀπέστη ἡ ψυχή σου ἀπ' αὐτω̃ν |
29 καὶ ποιήσουσιν ἐν σοὶ ἐν μίσει καὶ λήμψονται πάντας τοὺς πόνους σου καὶ τοὺς μόχθους σου καὶ ἔση̨ γυμνὴ καὶ ἀσχημονου̃σα καὶ ἀποκαλυφθήσεται αἰσχύνη πορνείας σου καὶ ἀσέβειά σου καὶ ἡ πορνεία σου |
30 ἐποίησεν ταυ̃τά σοι ἐν τω̨̃ ἐκπορνευ̃σαί σε ὀπίσω ἐθνω̃ν καὶ ἐμιαίνου ἐν τοι̃ς ἐνθυμήμασιν αὐτω̃ν |
31 ἐν τη̨̃ ὁδω̨̃ τη̃ς ἀδελφη̃ς σου ἐπορεύθης καὶ δώσω τὸ ποτήριον αὐτη̃ς εἰς χει̃ράς σου |
32 τάδε λέγει κύριος τὸ ποτήριον τη̃ς ἀδελφη̃ς σου πίεσαι τὸ βαθὺ καὶ τὸ πλατὺ τὸ πλεονάζον του̃ συντελέσαι |
33 μέθην καὶ ἐκλύσεως πλησθήση̨ καὶ τὸ ποτήριον ἀφανισμου̃ ποτήριον ἀδελφη̃ς σου Σαμαρείας |
34 καὶ πίεσαι αὐτό καὶ τὰς ἑορτὰς καὶ τὰς νεομηνίας αὐτη̃ς ἀποστρέψω διότι ἐγὼ λελάληκα λέγει κύριος |
35 διὰ του̃το τάδε λέγει κύριος ἀνθ' ὡ̃ν ἐπελάθου μου καὶ ἀπέρριψάς με ὀπίσω του̃ σώματός σου καὶ σὺ λαβὲ τὴν ἀσέβειάν σου καὶ τὴν πορνείαν σου |
36 καὶ εἰ̃πεν κύριος πρός με υἱὲ ἀνθρώπου οὐ κρινει̃ς τὴν Οολαν καὶ τὴν Οολιβαν καὶ ἀπαγγελει̃ς αὐται̃ς τὰς ἀνομίας αὐτω̃ν |
37 ὅτι ἐμοιχω̃ντο καὶ αἱ̃μα ἐν χερσὶν αὐτω̃ν τὰ ἐνθυμήματα αὐτω̃ν ἐμοιχω̃ντο καὶ τὰ τέκνα αὐτω̃ν ἃ ἐγέννησάν μοι διήγαγον αὐτοι̃ς δι' ἐμπύρων |
38 ἕως καὶ ταυ̃τα ἐποίησάν μοι τὰ ἅγιά μου ἐμίαινον καὶ τὰ σάββατά μου ἐβεβήλουν |
39 καὶ ἐν τω̨̃ σφάζειν αὐτοὺς τὰ τέκνα αὐτω̃ν τοι̃ς εἰδώλοις αὐτω̃ν καὶ εἰσεπορεύοντο εἰς τὰ ἅγιά μου του̃ βεβηλου̃ν αὐτά καὶ ὅτι οὕτως ἐποίουν ἐν μέσω̨ του̃ οἴκου μου |
40 καὶ ὅτι τοι̃ς ἀνδράσιν τοι̃ς ἐρχομένοις μακρόθεν οἱ̃ς ἀγγέλους ἐξαπεστέλλοσαν πρὸς αὐτούς καὶ ἅμα τω̨̃ ἔρχεσθαι αὐτοὺς εὐθὺς ἐλούου καὶ ἐστιβίζου τοὺς ὀφθαλμούς σου καὶ ἐκόσμου κόσμω̨ |
41 καὶ ἐκάθου ἐπὶ κλίνης ἐστρωμένης καὶ τράπεζα κεκοσμημένη πρὸ προσώπου αὐτη̃ς καὶ τὸ θυμίαμά μου καὶ τὸ ἔλαιόν μου εὐφραίνοντο ἐν αὐτοι̃ς |
42 καὶ φωνὴν ἁρμονίας ἀνεκρούοντο καὶ πρὸς ἄνδρας ἐκ πλήθους ἀνθρώπων ἥκοντας ἐκ τη̃ς ἐρήμου καὶ ἐδίδοσαν ψέλια ἐπὶ τὰς χει̃ρας αὐτω̃ν καὶ στέφανον καυχήσεως ἐπὶ τὰς κεφαλὰς αὐτω̃ν |
43 καὶ εἰ̃πα οὐκ ἐν τούτοις μοιχεύουσιν καὶ ἔργα πόρνης καὶ αὐτὴ ἐξεπόρνευσεν |
44 καὶ εἰσεπορεύοντο πρὸς αὐτήν ὃν τρόπον εἰσπορεύονται πρὸς γυναι̃κα πόρνην οὕτως εἰσεπορεύοντο πρὸς Οολαν καὶ πρὸς Οολιβαν του̃ ποιη̃σαι ἀνομίαν |
45 καὶ ἄνδρες δίκαιοι αὐτοὶ ἐκδικήσουσιν αὐτὰς ἐκδικήσει μοιχαλίδος καὶ ἐκδικήσει αἵματος ὅτι μοιχαλίδες εἰσίν καὶ αἱ̃μα ἐν χερσὶν αὐτω̃ν |
46 τάδε λέγει κύριος κύριος ἀνάγαγε ἐπ' αὐτὰς ὄχλον καὶ δὸς ἐν αὐται̃ς ταραχὴν καὶ διαρπαγὴν |
47 καὶ λιθοβόλησον ἐπ' αὐτὰς λίθοις ὄχλων καὶ κατακέντει αὐτὰς ἐν τοι̃ς ξίφεσιν αὐτω̃ν υἱοὺς αὐτω̃ν καὶ θυγατέρας αὐτω̃ν ἀποκτενου̃σι καὶ τοὺς οἴκους αὐτω̃ν ἐμπρήσουσιν |
48 καὶ ἀποστρέψω ἀσέβειαν ἐκ τη̃ς γη̃ς καὶ παιδευθήσονται πα̃σαι αἱ γυναι̃κες καὶ οὐ μὴ ποιήσουσιν κατὰ τὰς ἀσεβείας αὐτω̃ν |
49 καὶ δοθήσεται ἡ ἀσέβεια ὑμω̃ν ἐφ' ὑμα̃ς καὶ τὰς ἁμαρτίας τω̃ν ἐνθυμημάτων ὑμω̃ν λήμψεσθε καὶ γνώσεσθε διότι ἐγὼ κύριος |