1 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων |
2 υἱὲ ἀνθρώπου λαβὲ ἐπὶ Σορ θρη̃νον |
3 καὶ ἐρει̃ς τη̨̃ Σορ τη̨̃ κατοικούση̨ ἐπὶ τη̃ς εἰσόδου τη̃ς θαλάσσης τω̨̃ ἐμπορίω̨ τω̃ν λαω̃ν ἀπὸ νήσων πολλω̃ν τάδε λέγει κύριος τη̨̃ Σορ σὺ εἰ̃πας ἐγὼ περιέθηκα ἐμαυτη̨̃ κάλλος μου |
4 ἐν καρδία̨ θαλάσσης τω̨̃ Βεελιμ υἱοί σου περιέθηκάν σοι κάλλος |
5 κέδρος ἐκ Σανιρ ὠ̨κοδομήθη σοι ταινίαι σανίδων κυπαρίσσου ἐκ του̃ Λιβάνου ἐλήμφθησαν του̃ ποιη̃σαί σοι ἱστοὺς ἐλατίνους |
6 ἐκ τη̃ς Βασανίτιδος ἐποίησαν τὰς κώπας σου τὰ ἱερά σου ἐποίησαν ἐξ ἐλέφαντος οἴκους ἀλσώδεις ἀπὸ νήσων τω̃ν Χεττιιν |
7 βύσσος μετὰ ποικιλίας ἐξ Αἰγύπτου ἐγένετό σοι στρωμνὴ του̃ περιθει̃ναί σοι δόξαν καὶ περιβαλει̃ν σε ὑάκινθον καὶ πορφύραν ἐκ τω̃ν νήσων Ελισαι καὶ ἐγένετο περιβόλαιά σου |
8 καὶ οἱ ἄρχοντές σου οἱ κατοικου̃ντες Σιδω̃να καὶ Αράδιοι ἐγένοντο κωπηλάται σου οἱ σοφοί σου Σορ οἳ ἠ̃σαν ἐν σοί οὑ̃τοι κυβερνη̃ταί σου |
9 οἱ πρεσβύτεροι Βυβλίων καὶ οἱ σοφοὶ αὐτω̃ν ἠ̃σαν ἐν σοί οὑ̃τοι ἐνίσχυον τὴν βουλήν σου καὶ πάντα τὰ πλοι̃α τη̃ς θαλάσσης καὶ οἱ κωπηλάται αὐτω̃ν ἐγένοντό σοι ἐπὶ δυσμὰς δυσμω̃ν |
10 Πέρσαι καὶ Λυδοὶ καὶ Λίβυες ἠ̃σαν ἐν τη̨̃ δυνάμει σου ἄνδρες πολεμισταί σου πέλτας καὶ περικεφαλαίας ἐκρέμασαν ἐν σοί οὑ̃τοι ἔδωκαν τὴν δόξαν σου |
11 υἱοὶ Αραδίων καὶ ἡ δύναμίς σου ἐπὶ τω̃ν τειχέων σου φύλακες ἐν τοι̃ς πύργοις σου ἠ̃σαν τὰς φαρέτρας αὐτω̃ν ἐκρέμασαν ἐπὶ τω̃ν ὅρμων σου κύκλω̨ οὑ̃τοι ἐτελείωσάν σου τὸ κάλλος |
12 Καρχηδόνιοι ἔμποροί σου ἀπὸ πλήθους πάσης ἰσχύος σου ἀργύριον καὶ χρυσίον καὶ σίδηρον καὶ κασσίτερον καὶ μόλυβον ἔδωκαν τὴν ἀγοράν σου |
13 ἡ 'Ελλὰς καὶ ἡ σύμπασα καὶ τὰ παρατείνοντα οὑ̃τοι ἐνεπορεύοντό σοι ἐν ψυχαι̃ς ἀνθρώπων καὶ σκεύη χαλκα̃ ἔδωκαν τὴν ἐμπορίαν σου |
14 ἐξ οἴκου Θεργαμα ἵππους καὶ ἱππει̃ς ἔδωκαν ἀγοράν σου |
15 υἱοὶ 'Ροδίων ἔμποροί σου ἀπὸ νήσων ἐπλήθυναν τὴν ἐμπορίαν σου ὀδόντας ἐλεφαντίνους καὶ τοι̃ς εἰσαγομένοις ἀντεδίδους τοὺς μισθούς σου |
16 ἀνθρώπους ἐμπορίαν σου ἀπὸ πλήθους του̃ συμμίκτου σου στακτὴν καὶ ποικίλματα ἐκ Θαρσις καὶ Ραμωθ καὶ Χορχορ ἔδωκαν τὴν ἀγοράν σου |
17 Ιουδας καὶ οἱ υἱοὶ του̃ Ισραηλ οὑ̃τοι ἔμποροί σου ἐν σίτου πράσει καὶ μύρων καὶ κασίας καὶ πρω̃τον μέλι καὶ ἔλαιον καὶ ῥητίνην ἔδωκαν εἰς τὸν σύμμικτόν σου |
18 Δαμασκὸς ἔμπορός σου ἐκ πλήθους πάσης δυνάμεώς σου οἰ̃νος ἐκ Χελβων καὶ ἔρια ἐκ Μιλήτου |
19 καὶ οἰ̃νον εἰς τὴν ἀγοράν σου ἔδωκαν ἐξ Ασηλ σίδηρος εἰργασμένος καὶ τροχὸς ἐν τω̨̃ συμμίκτω̨ σού ἐστιν |
20 Δαιδαν ἔμποροί σου μετὰ κτηνω̃ν ἐκλεκτω̃ν εἰς ἅρματα |
21 ἡ 'Αραβία καὶ πάντες οἱ ἄρχοντες Κηδαρ οὑ̃τοι ἔμποροί σου διὰ χειρός σου καμήλους καὶ κριοὺς καὶ ἀμνοὺς ἐν οἱ̃ς ἐμπορεύονταί σε |
22 ἔμποροι Σαβα καὶ Ραγμα οὑ̃τοι ἔμποροί σου μετὰ πρώτων ἡδυσμάτων καὶ λίθων χρηστω̃ν καὶ χρυσίον ἔδωκαν τὴν ἀγοράν σου |
23 Χαρραν καὶ Χαννα οὑ̃τοι ἔμποροί σου Ασσουρ καὶ Χαρμαν ἔμποροί σου |
24 φέροντες ἐμπορίαν ὑάκινθον καὶ θησαυροὺς ἐκλεκτοὺς δεδεμένους σχοινίοις καὶ κυπαρίσσινα |
25 πλοι̃α ἐν αὐτοι̃ς Καρχηδόνιοι ἔμποροί σου ἐν τω̨̃ πλήθει ἐν τω̨̃ συμμίκτω̨ σου καὶ ἐνεπλήσθης καὶ ἐβαρύνθης σφόδρα ἐν καρδία̨ θαλάσσης |
26 ἐν ὕδατι πολλω̨̃ ἠ̃γόν σε οἱ κωπηλάται σου τὸ πνευ̃μα του̃ νότου συνέτριψέν σε ἐν καρδία̨ θαλάσσης |
27 ἠ̃σαν δυνάμεις σου καὶ ὁ μισθός σου καὶ τω̃ν συμμίκτων σου καὶ οἱ κωπηλάται σου καὶ οἱ κυβερνη̃ταί σου καὶ οἱ σύμβουλοί σου καὶ οἱ σύμμικτοί σου ἐκ τω̃ν συμμίκτων σου καὶ πάντες οἱ ἄνδρες οἱ πολεμισταί σου οἱ ἐν σοὶ καὶ πα̃σα ἡ συναγωγή σου ἐν μέσω̨ σου πεσου̃νται ἐν καρδία̨ θαλάσσης ἐν τη̨̃ ἡμέρα̨ τη̃ς πτώσεώς σου |
28 πρὸς τὴν φωνὴν τη̃ς κραυγη̃ς σου οἱ κυβερνη̃ταί σου φόβω̨ φοβηθήσονται |
29 καὶ καταβήσονται ἀπὸ τω̃ν πλοίων πάντες οἱ κωπηλάται σου καὶ οἱ ἐπιβάται καὶ οἱ πρωρει̃ς τη̃ς θαλάσσης ἐπὶ τὴν γη̃ν στήσονται |
30 καὶ ἀλαλάξουσιν ἐπὶ σὲ τη̨̃ φωνη̨̃ αὐτω̃ν καὶ κεκράξονται πικρὸν καὶ ἐπιθήσουσιν ἐπὶ τὴν κεφαλὴν αὐτω̃ν γη̃ν καὶ σποδὸν ὑποστρώσονται |
|
32 καὶ λήμψονται οἱ υἱοὶ αὐτω̃ν ἐπὶ σὲ θρη̃νον καὶ θρήνημά σοι |
33 πόσον τινὰ εὑ̃ρες μισθὸν ἀπὸ τη̃ς θαλάσσης ἐνέπλησας ἔθνη ἀπὸ του̃ πλήθους σου καὶ ἀπὸ του̃ συμμίκτου σου ἐπλούτισας πάντας βασιλει̃ς τη̃ς γη̃ς |
34 νυ̃ν συνετρίβης ἐν θαλάσση̨ ἐν βάθει ὕδατος ὁ σύμμικτός σου καὶ πα̃σα ἡ συναγωγή σου ἐν μέσω̨ σου ἔπεσον πάντες οἱ κωπηλάται σου |
35 πάντες οἱ κατοικου̃ντες τὰς νήσους ἐστύγνασαν ἐπὶ σέ καὶ οἱ βασιλει̃ς αὐτω̃ν ἐκστάσει ἐξέστησαν καὶ ἐδάκρυσεν τὸ πρόσωπον αὐτω̃ν |
36 ἔμποροι ἀπὸ ἐθνω̃ν ἐσύρισάν σε ἀπώλεια ἐγένου καὶ οὐκέτι ἔση̨ εἰς τὸν αἰω̃να |