1 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων |
2 καὶ σύ υἱὲ ἀνθρώπου εἰπὸν τω̨̃ ἄρχοντι Τύρου τάδε λέγει κύριος ἀνθ' ὡ̃ν ὑψώθη σου ἡ καρδία καὶ εἰ̃πας θεός εἰμι ἐγώ κατοικίαν θεου̃ κατώ̨κηκα ἐν καρδία̨ θαλάσσης σὺ δὲ εἰ̃ ἄνθρωπος καὶ οὐ θεὸς καὶ ἔδωκας τὴν καρδίαν σου ὡς καρδίαν θεου̃ |
3 μὴ σοφώτερος εἰ̃ σὺ του̃ Δανιηλ σοφοὶ οὐκ ἐπαίδευσάν σε τη̨̃ ἐπιστήμη̨ αὐτω̃ν |
4 μὴ ἐν τη̨̃ ἐπιστήμη̨ σου ἢ ἐν τη̨̃ φρονήσει σου ἐποίησας σεαυτω̨̃ δύναμιν καὶ χρυσίον καὶ ἀργύριον ἐν τοι̃ς θησαυροι̃ς σου |
5 ἐν τη̨̃ πολλη̨̃ ἐπιστήμη̨ σου καὶ ἐμπορία̨ σου ἐπλήθυνας δύναμίν σου ὑψώθη ἡ καρδία σου ἐν τη̨̃ δυνάμει σου |
6 διὰ του̃το τάδε λέγει κύριος ἐπειδὴ δέδωκας τὴν καρδίαν σου ὡς καρδίαν θεου̃ |
7 ἀντὶ τούτου ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ σὲ ἀλλοτρίους λοιμοὺς ἀπὸ ἐθνω̃ν καὶ ἐκκενώσουσιν τὰς μαχαίρας αὐτω̃ν ἐπὶ σὲ καὶ ἐπὶ τὸ κάλλος τη̃ς ἐπιστήμης σου καὶ στρώσουσιν τὸ κάλλος σου εἰς ἀπώλειαν |
8 καὶ καταβιβάσουσίν σε καὶ ἀποθανη̨̃ θανάτω̨ τραυματιω̃ν ἐν καρδία̨ θαλάσσης |
9 μὴ λέγων ἐρει̃ς θεός εἰμι ἐγώ ἐνώπιον τω̃ν ἀναιρούντων σε σὺ δὲ εἰ̃ ἄνθρωπος καὶ οὐ θεός ἐν πλήθει |
10 ἀπεριτμήτων ἀπολη̨̃ ἐν χερσὶν ἀλλοτρίων ὅτι ἐγὼ ἐλάλησα λέγει κύριος |
11 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων |
12 υἱὲ ἀνθρώπου λαβὲ θρη̃νον ἐπὶ τὸν ἄρχοντα Τύρου καὶ εἰπὸν αὐτω̨̃ τάδε λέγει κύριος κύριος σὺ ἀποσφράγισμα ὁμοιώσεως καὶ στέφανος κάλλους |
13 ἐν τη̨̃ τρυφη̨̃ του̃ παραδείσου του̃ θεου̃ ἐγενήθης πα̃ν λίθον χρηστὸν ἐνδέδεσαι σάρδιον καὶ τοπάζιον καὶ σμάραγδον καὶ ἄνθρακα καὶ σάπφειρον καὶ ἴασπιν καὶ ἀργύριον καὶ χρυσίον καὶ λιγύριον καὶ ἀχάτην καὶ ἀμέθυστον καὶ χρυσόλιθον καὶ βηρύλλιον καὶ ὀνύχιον καὶ χρυσίου ἐνέπλησας τοὺς θησαυρούς σου καὶ τὰς ἀποθήκας σου ἐν σοὶ ἀφ' ἡ̃ς ἡμέρας ἐκτίσθης σύ |
14 μετὰ του̃ χερουβ ἔθηκά σε ἐν ὄρει ἁγίω̨ θεου̃ ἐγενήθης ἐν μέσω̨ λίθων πυρίνων |
15 ἐγενήθης ἄμωμος σὺ ἐν ται̃ς ἡμέραις σου ἀφ' ἡ̃ς ἡμέρας σὺ ἐκτίσθης ἕως εὑρέθη τὰ ἀδικήματα ἐν σοί |
16 ἀπὸ πλήθους τη̃ς ἐμπορίας σου ἔπλησας τὰ ταμίειά σου ἀνομίας καὶ ἥμαρτες καὶ ἐτραυματίσθης ἀπὸ ὄρους του̃ θεου̃ καὶ ἤγαγέν σε τὸ χερουβ ἐκ μέσου λίθων πυρίνων |
17 ὑψώθη ἡ καρδία σου ἐπὶ τω̨̃ κάλλει σου διεφθάρη ἡ ἐπιστήμη σου μετὰ του̃ κάλλους σου διὰ πλη̃θος ἁμαρτιω̃ν σου ἐπὶ τὴν γη̃ν ἔρριψά σε ἐναντίον βασιλέων ἔδωκά σε παραδειγματισθη̃ναι |
18 διὰ τὸ πλη̃θος τω̃ν ἁμαρτιω̃ν σου καὶ τω̃ν ἀδικιω̃ν τη̃ς ἐμπορίας σου ἐβεβήλωσας τὰ ἱερά σου καὶ ἐξάξω πυ̃ρ ἐκ μέσου σου του̃το καταφάγεταί σε καὶ δώσω σε εἰς σποδὸν ἐπὶ τη̃ς γη̃ς σου ἐναντίον πάντων τω̃ν ὁρώντων σε |
19 καὶ πάντες οἱ ἐπιστάμενοί σε ἐν τοι̃ς ἔθνεσιν στυγνάσουσιν ἐπὶ σέ ἀπώλεια ἐγένου καὶ οὐχ ὑπάρξεις ἔτι εἰς τὸν αἰω̃να |
20 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων |
21 υἱὲ ἀνθρώπου στήρισον τὸ πρόσωπόν σου ἐπὶ Σιδω̃να καὶ προφήτευσον ἐπ' αὐτὴν |
22 καὶ εἰπόν τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐπὶ σέ Σιδών καὶ ἐνδοξασθήσομαι ἐν σοί καὶ γνώση̨ ὅτι ἐγώ εἰμι κύριος ἐν τω̨̃ ποιη̃σαί με ἐν σοὶ κρίματα καὶ ἁγιασθήσομαι ἐν σοί |
23 αἱ̃μα καὶ θάνατος ἐν ται̃ς πλατείαις σου καὶ πεσου̃νται τετραυματισμένοι ἐν μαχαίραις ἐν σοὶ περικύκλω̨ σου καὶ γνώσονται διότι ἐγώ εἰμι κύριος |
24 καὶ οὐκ ἔσονται οὐκέτι τω̨̃ οἴκω̨ του̃ Ισραηλ σκόλοψ πικρίας καὶ ἄκανθα ὀδύνης ἀπὸ πάντων τω̃ν περικύκλω̨ αὐτω̃ν τω̃ν ἀτιμασάντων αὐτούς καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος |
25 τάδε λέγει κύριος κύριος καὶ συνάξω τὸν Ισραηλ ἐκ τω̃ν ἐθνω̃ν οὑ̃ διεσκορπίσθησαν ἐκει̃ καὶ ἁγιασθήσομαι ἐν αὐτοι̃ς ἐνώπιον τω̃ν λαω̃ν καὶ τω̃ν ἐθνω̃ν καὶ κατοικήσουσιν ἐπὶ τη̃ς γη̃ς αὐτω̃ν ἣν δέδωκα τω̨̃ δούλω̨ μου Ιακωβ |
26 καὶ κατοικήσουσιν ἐπ' αὐτη̃ς ἐν ἐλπίδι καὶ οἰκοδομήσουσιν οἰκίας καὶ φυτεύσουσιν ἀμπελω̃νας καὶ κατοικήσουσιν ἐν ἐλπίδι ὅταν ποιήσω κρίμα ἐν πα̃σιν τοι̃ς ἀτιμάσασιν αὐτοὺς ἐν τοι̃ς κύκλω̨ αὐτω̃ν καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος ὁ θεὸς αὐτω̃ν καὶ ὁ θεὸς τω̃ν πατέρων αὐτω̃ν |