1 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων |
2 υἱὲ ἀνθρώπου στήρισον τὸ πρόσωπόν σου ἐπὶ Γωγ καὶ τὴν γη̃ν του̃ Μαγωγ ἄρχοντα Ρως Μοσοχ καὶ Θοβελ καὶ προφήτευσον ἐπ' αὐτὸν |
3 καὶ εἰπὸν αὐτω̨̃ τάδε λέγει κύριος κύριος ἰδοὺ ἐγὼ ἐπὶ σὲ Γωγ ἄρχοντα Ρως Μοσοχ καὶ Θοβελ |
4 καὶ συνάξω σε καὶ πα̃σαν τὴν δύναμίν σου ἵππους καὶ ἱππει̃ς ἐνδεδυμένους θώρακας πάντας συναγωγὴ πολλή πέλται καὶ περικεφαλαι̃αι καὶ μάχαιραι |
5 Πέρσαι καὶ Αἰθίοπες καὶ Λίβυες πάντες περικεφαλαίαις καὶ πέλταις |
6 Γομερ καὶ πάντες οἱ περὶ αὐτόν οἰ̃κος του̃ Θεργαμα ἀπ' ἐσχάτου βορρα̃ καὶ πάντες οἱ περὶ αὐτόν καὶ ἔθνη πολλὰ μετὰ σου̃ |
7 ἑτοιμάσθητι ἑτοίμασον σεαυτὸν σὺ καὶ πα̃σα ἡ συναγωγή σου οἱ συνηγμένοι μετὰ σου̃ καὶ ἔση̨ μοι εἰς προφυλακήν |
8 ἀφ' ἡμερω̃ν πλειόνων ἑτοιμασθήσεται καὶ ἐπ' ἐσχάτου ἐτω̃ν ἐλεύσεται καὶ ἥξει εἰς τὴν γη̃ν τὴν ἀπεστραμμένην ἀπὸ μαχαίρας συνηγμένων ἀπὸ ἐθνω̃ν πολλω̃ν ἐπὶ γη̃ν Ισραηλ ἣ ἐγενήθη ἔρημος δι' ὅλου καὶ οὑ̃τος ἐξ ἐθνω̃ν ἐξελήλυθεν καὶ κατοικήσουσιν ἐπ' εἰρήνης ἅπαντες |
9 καὶ ἀναβήση̨ ὡς ὑετὸς καὶ ἥξεις ὡς νεφέλη κατακαλύψαι γη̃ν καὶ ἔση̨ σὺ καὶ πάντες οἱ περὶ σὲ καὶ ἔθνη πολλὰ μετὰ σου̃ |
10 τάδε λέγει κύριος κύριος καὶ ἔσται ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἀναβήσεται ῥήματα ἐπὶ τὴν καρδίαν σου καὶ λογιη̨̃ λογισμοὺς πονηροὺς |
11 καὶ ἐρει̃ς ἀναβήσομαι ἐπὶ γη̃ν ἀπερριμμένην ἥξω ἐπὶ ἡσυχάζοντας ἐν ἡσυχία̨ καὶ οἰκου̃ντας ἐπ' εἰρήνης πάντας κατοικου̃ντας γη̃ν ἐν ἡ̨̃ οὐχ ὑπάρχει τει̃χος οὐδὲ μοχλοί καὶ θύραι οὐκ εἰσὶν αὐτοι̃ς |
12 προνομευ̃σαι προνομὴν καὶ σκυλευ̃σαι σκυ̃λα αὐτω̃ν του̃ ἐπιστρέψαι χει̃ρά σου εἰς τὴν ἠρημωμένην ἣ κατω̨κίσθη καὶ ἐπ' ἔθνος συνηγμένον ἀπὸ ἐθνω̃ν πολλω̃ν πεποιηκότας κτήσεις κατοικου̃ντας ἐπὶ τὸν ὀμφαλὸν τη̃ς γη̃ς |
13 Σαβα καὶ Δαιδαν καὶ ἔμποροι Καρχηδόνιοι καὶ πα̃σαι αἱ κω̃μαι αὐτω̃ν ἐρου̃σίν σοι εἰς προνομὴν του̃ προνομευ̃σαι σὺ ἔρχη̨ καὶ σκυλευ̃σαι σκυ̃λα συνήγαγες συναγωγήν σου λαβει̃ν ἀργύριον καὶ χρυσίον ἀπενέγκασθαι κτη̃σιν του̃ σκυλευ̃σαι σκυ̃λα |
14 διὰ του̃το προφήτευσον υἱὲ ἀνθρώπου καὶ εἰπὸν τω̨̃ Γωγ τάδε λέγει κύριος οὐκ ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἐν τω̨̃ κατοικισθη̃ναι τὸν λαόν μου Ισραηλ ἐπ' εἰρήνης ἐγερθήση̨ |
15 καὶ ἥξεις ἐκ του̃ τόπου σου ἀπ' ἐσχάτου βορρα̃ καὶ ἔθνη πολλὰ μετὰ σου̃ ἀναβάται ἵππων πάντες συναγωγὴ μεγάλη καὶ δύναμις πολλή |
16 καὶ ἀναβήση̨ ἐπὶ τὸν λαόν μου Ισραηλ ὡς νεφέλη καλύψαι γη̃ν ἐπ' ἐσχάτων τω̃ν ἡμερω̃ν ἔσται καὶ ἀνάξω σε ἐπὶ τὴν γη̃ν μου ἵνα γνω̃σιν πάντα τὰ ἔθνη ἐμὲ ἐν τω̨̃ ἁγιασθη̃ναί με ἐν σοὶ ἐνώπιον αὐτω̃ν |
17 τάδε λέγει κύριος κύριος τω̨̃ Γωγ σὺ εἰ̃ περὶ οὑ̃ ἐλάλησα πρὸ ἡμερω̃ν τω̃ν ἔμπροσθεν διὰ χειρὸς τω̃ν δούλων μου προφητω̃ν του̃ Ισραηλ ἐν ται̃ς ἡμέραις ἐκείναις καὶ ἔτεσιν του̃ ἀγαγει̃ν σε ἐπ' αὐτούς |
18 καὶ ἔσται ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἐν ἡμέρα̨ ἡ̨̃ ἂν ἔλθη̨ Γωγ ἐπὶ τὴν γη̃ν του̃ Ισραηλ λέγει κύριος κύριος ἀναβήσεται ὁ θυμός μου |
19 καὶ ὁ ζη̃λός μου ἐν πυρὶ τη̃ς ὀργη̃ς μου ἐλάλησα εἰ μὴν ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἔσται σεισμὸς μέγας ἐπὶ γη̃ς Ισραηλ |
20 καὶ σεισθήσονται ἀπὸ προσώπου κυρίου οἱ ἰχθύες τη̃ς θαλάσσης καὶ τὰ πετεινὰ του̃ οὐρανου̃ καὶ τὰ θηρία του̃ πεδίου καὶ πάντα τὰ ἑρπετὰ τὰ ἕρποντα ἐπὶ τη̃ς γη̃ς καὶ πάντες οἱ ἄνθρωποι οἱ ἐπὶ προσώπου τη̃ς γη̃ς καὶ ῥαγήσεται τὰ ὄρη καὶ πεσου̃νται αἱ φάραγγες καὶ πα̃ν τει̃χος ἐπὶ τὴν γη̃ν πεσει̃ται |
21 καὶ καλέσω ἐπ' αὐτὸν πα̃ν φόβον λέγει κύριος μάχαιρα ἀνθρώπου ἐπὶ τὸν ἀδελφὸν αὐτου̃ ἔσται |
22 καὶ κρινω̃ αὐτὸν θανάτω̨ καὶ αἵματι καὶ ὑετω̨̃ κατακλύζοντι καὶ λίθοις χαλάζης καὶ πυ̃ρ καὶ θει̃ον βρέξω ἐπ' αὐτὸν καὶ ἐπὶ πάντας τοὺς μετ' αὐτου̃ καὶ ἐπ' ἔθνη πολλὰ μετ' αὐτου̃ |
23 καὶ μεγαλυνθήσομαι καὶ ἁγιασθήσομαι καὶ ἐνδοξασθήσομαι καὶ γνωσθήσομαι ἐναντίον ἐθνω̃ν πολλω̃ν καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος |