1 καὶ σύ υἱὲ ἀνθρώπου προφήτευσον ἐπὶ Γωγ καὶ εἰπόν τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐπὶ σὲ Γωγ ἄρχοντα Ρως Μοσοχ καὶ Θοβελ |
2 καὶ συνάξω σε καὶ καθοδηγήσω σε καὶ ἀναβιβω̃ σε ἀπ' ἐσχάτου του̃ βορρα̃ καὶ ἀνάξω σε ἐπὶ τὰ ὄρη του̃ Ισραηλ |
3 καὶ ἀπολω̃ τὸ τόξον σου ἀπὸ τη̃ς χειρός σου τη̃ς ἀριστερα̃ς καὶ τὰ τοξεύματά σου ἀπὸ τη̃ς χειρός σου τη̃ς δεξια̃ς καὶ καταβαλω̃ σε |
4 ἐπὶ τὰ ὄρη Ισραηλ καὶ πεση̨̃ σὺ καὶ πάντες οἱ περὶ σέ καὶ τὰ ἔθνη τὰ μετὰ σου̃ δοθήσονται εἰς πλήθη ὀρνέων παντὶ πετεινω̨̃ καὶ πα̃σι τοι̃ς θηρίοις του̃ πεδίου δέδωκά σε καταβρωθη̃ναι |
5 ἐπὶ προσώπου του̃ πεδίου πεση̨̃ ὅτι ἐγὼ ἐλάλησα λέγει κύριος |
6 καὶ ἀποστελω̃ πυ̃ρ ἐπὶ Γωγ καὶ κατοικηθήσονται αἱ νη̃σοι ἐπ' εἰρήνης καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος |
7 καὶ τὸ ὄνομά μου τὸ ἅγιον γνωσθήσεται ἐν μέσω̨ λαου̃ μου Ισραηλ καὶ οὐ βεβηλωθήσεται τὸ ὄνομά μου τὸ ἅγιον οὐκέτι καὶ γνώσονται τὰ ἔθνη ὅτι ἐγώ εἰμι κύριος ἅγιος ἐν Ισραηλ |
8 ἰδοὺ ἥκει καὶ γνώση̨ ὅτι ἔσται λέγει κύριος κύριος αὕτη ἐστὶν ἡ ἡμέρα ἐν ἡ̨̃ ἐλάλησα |
9 καὶ ἐξελεύσονται οἱ κατοικου̃ντες τὰς πόλεις Ισραηλ καὶ καύσουσιν ἐν τοι̃ς ὅπλοις πέλταις καὶ κοντοι̃ς καὶ τόξοις καὶ τοξεύμασιν καὶ ῥάβδοις χειρω̃ν καὶ λόγχαις καὶ καύσουσιν ἐν αὐτοι̃ς πυ̃ρ ἑπτὰ ἔτη |
10 καὶ οὐ μὴ λάβωσιν ξύλα ἐκ του̃ πεδίου οὐδὲ μὴ κόψωσιν ἐκ τω̃ν δρυμω̃ν ἀλλ' ἢ τὰ ὅπλα κατακαύσουσιν πυρί καὶ προνομεύσουσιν τοὺς προνομεύσαντας αὐτοὺς καὶ σκυλεύσουσιν τοὺς σκυλεύσαντας αὐτούς λέγει κύριος |
11 καὶ ἔσται ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ δώσω τω̨̃ Γωγ τόπον ὀνομαστόν μνημει̃ον ἐν Ισραηλ τὸ πολυάνδριον τω̃ν ἐπελθόντων πρὸς τη̨̃ θαλάσση̨ καὶ περιοικοδομήσουσιν τὸ περιστόμιον τη̃ς φάραγγος καὶ κατορύξουσιν ἐκει̃ τὸν Γωγ καὶ πα̃ν τὸ πλη̃θος αὐτου̃ καὶ κληθήσεται τὸ γαι τὸ πολυάνδριον του̃ Γωγ |
12 καὶ κατορύξουσιν αὐτοὺς οἰ̃κος Ισραηλ ἵνα καθαρισθη̨̃ ἡ γη̃ ἐν ἑπταμήνω̨ |
13 καὶ κατορύξουσιν αὐτοὺς πα̃ς ὁ λαὸς τη̃ς γη̃ς καὶ ἔσται αὐτοι̃ς εἰς ὀνομαστὸν ἡ̨̃ ἡμέρα̨ ἐδοξάσθην λέγει κύριος |
14 καὶ ἄνδρας διὰ παντὸς διαστελου̃σιν ἐπιπορευομένους τὴν γη̃ν θάψαι τοὺς καταλελειμμένους ἐπὶ προσώπου τη̃ς γη̃ς καθαρίσαι αὐτὴν μετὰ τὴν ἑπτάμηνον καὶ ἐκζητήσουσιν |
15 καὶ πα̃ς ὁ διαπορευόμενος τὴν γη̃ν καὶ ἰδὼν ὀστου̃ν ἀνθρώπου οἰκοδομήσει παρ' αὐτὸ σημει̃ον ἕως ὅτου θάψωσιν αὐτὸ οἱ θάπτοντες εἰς τὸ γαι τὸ πολυάνδριον του̃ Γωγ |
16 καὶ γὰρ τὸ ὄνομα τη̃ς πόλεως Πολυάνδριον καὶ καθαρισθήσεται ἡ γη̃ |
17 καὶ σύ υἱὲ ἀνθρώπου εἰπόν τάδε λέγει κύριος εἰπὸν παντὶ ὀρνέω̨ πετεινω̨̃ καὶ πρὸς πάντα τὰ θηρία του̃ πεδίου συνάχθητε καὶ ἔρχεσθε συνάχθητε ἀπὸ πάντων τω̃ν περικύκλω̨ ἐπὶ τὴν θυσίαν μου ἣν τέθυκα ὑμι̃ν θυσίαν μεγάλην ἐπὶ τὰ ὄρη Ισραηλ καὶ φάγεσθε κρέα καὶ πίεσθε αἱ̃μα |
18 κρέα γιγάντων φάγεσθε καὶ αἱ̃μα ἀρχόντων τη̃ς γη̃ς πίεσθε κριοὺς καὶ μόσχους καὶ τράγους καὶ οἱ μόσχοι ἐστεατωμένοι πάντες |
19 καὶ φάγεσθε στέαρ εἰς πλησμονὴν καὶ πίεσθε αἱ̃μα εἰς μέθην ἀπὸ τη̃ς θυσίας μου ἡ̃ς ἔθυσα ὑμι̃ν |
20 καὶ ἐμπλησθήσεσθε ἐπὶ τη̃ς τραπέζης μου ἵππον καὶ ἀναβάτην γίγαντα καὶ πάντα ἄνδρα πολεμιστήν λέγει κύριος |
21 καὶ δώσω τὴν δόξαν μου ἐν ὑμι̃ν καὶ ὄψονται πάντα τὰ ἔθνη τὴν κρίσιν μου ἣν ἐποίησα καὶ τὴν χει̃ρά μου ἣν ἐπήγαγον ἐπ' αὐτούς |
22 καὶ γνώσονται οἰ̃κος Ισραηλ ὅτι ἐγώ εἰμι κύριος ὁ θεὸς αὐτω̃ν ἀπὸ τη̃ς ἡμέρας ταύτης καὶ ἐπέκεινα |
23 καὶ γνώσονται πάντα τὰ ἔθνη ὅτι διὰ τὰς ἁμαρτίας αὐτω̃ν ἠ̨χμαλωτεύθησαν οἰ̃κος Ισραηλ ἀνθ' ὡ̃ν ἠθέτησαν εἰς ἐμέ καὶ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπ' αὐτω̃ν καὶ παρέδωκα αὐτοὺς εἰς χει̃ρας τω̃ν ἐχθρω̃ν αὐτω̃ν καὶ ἔπεσαν πάντες μαχαίρα̨ |
24 κατὰ τὰς ἀκαθαρσίας αὐτω̃ν καὶ κατὰ τὰ ἀνομήματα αὐτω̃ν ἐποίησα αὐτοι̃ς καὶ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπ' αὐτω̃ν |
25 διὰ του̃το τάδε λέγει κύριος κύριος νυ̃ν ἀποστρέψω τὴν αἰχμαλωσίαν Ιακωβ καὶ ἐλεήσω τὸν οἰ̃κον Ισραηλ καὶ ζηλώσω διὰ τὸ ὄνομα τὸ ἅγιόν μου |
26 καὶ λήμψονται τὴν ἀτιμίαν ἑαυτω̃ν καὶ τὴν ἀδικίαν ἣν ἠδίκησαν ἐν τω̨̃ κατοικισθη̃ναι αὐτοὺς ἐπὶ τὴν γη̃ν αὐτω̃ν ἐπ' εἰρήνης καὶ οὐκ ἔσται ὁ ἐκφοβω̃ν |
27 ἐν τω̨̃ ἀποστρέψαι με αὐτοὺς ἐκ τω̃ν ἐθνω̃ν καὶ συναγαγει̃ν με αὐτοὺς ἐκ τω̃ν χωρω̃ν τω̃ν ἐθνω̃ν καὶ ἁγιασθήσομαι ἐν αὐτοι̃ς ἐνώπιον τω̃ν ἐθνω̃ν |
28 καὶ γνώσονται ὅτι ἐγώ εἰμι κύριος ὁ θεὸς αὐτω̃ν ἐν τω̨̃ ἐπιφανη̃ναί με αὐτοι̃ς ἐν τοι̃ς ἔθνεσιν |
29 καὶ οὐκ ἀποστρέψω οὐκέτι τὸ πρόσωπόν μου ἀπ' αὐτω̃ν ἀνθ' οὑ̃ ἐξέχεα τὸν θυμόν μου ἐπὶ τὸν οἰ̃κον Ισραηλ λέγει κύριος κύριος |