Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΕΣΔΡΑΣ, κεφαλίς 11

1 λόγοι Νεεμια υἱου̃ Αχαλια καὶ ἐγένετο ἐν μηνὶ Χασεηλου ἔτους εἰκοστου̃ καὶ ἐγὼ ἤμην ἐν Σουσαν αβιρα
2 καὶ ἠ̃λθεν Ανανι εἱ̃ς ἀπὸ ἀδελφω̃ν μου αὐτὸς καὶ ἄνδρες Ιουδα καὶ ἠρώτησα αὐτοὺς περὶ τω̃ν σωθέντων οἳ κατελείφθησαν ἀπὸ τη̃ς αἰχμαλωσίας καὶ περὶ Ιερουσαλημ
3 καὶ εἴποσαν πρός με οἱ καταλειπόμενοι οἱ καταλειφθέντες ἀπὸ τη̃ς αἰχμαλωσίας ἐκει̃ ἐν τη̨̃ χώρα̨ ἐν πονηρία̨ μεγάλη̨ καὶ ἐν ὀνειδισμω̨̃ καὶ τείχη Ιερουσαλημ καθη̨ρημένα καὶ αἱ πύλαι αὐτη̃ς ἐνεπρήσθησαν ἐν πυρί
4 καὶ ἐγένετο ἐν τω̨̃ ἀκου̃σαί με τοὺς λόγους τούτους ἐκάθισα καὶ ἔκλαυσα καὶ ἐπένθησα ἡμέρας καὶ ἤμην νηστεύων καὶ προσευχόμενος ἐνώπιον θεου̃ του̃ οὐρανου̃
5 καὶ εἰ̃πα μὴ δή κύριε ὁ θεὸς του̃ οὐρανου̃ ὁ ἰσχυρὸς ὁ μέγας καὶ ὁ φοβερός φυλάσσων τὴν διαθήκην καὶ τὸ ἔλεος τοι̃ς ἀγαπω̃σιν αὐτὸν καὶ τοι̃ς φυλάσσουσιν τὰς ἐντολὰς αὐτου̃
6 ἔστω δὴ τὸ οὐ̃ς σου προσέχον καὶ οἱ ὀφθαλμοί σου ἀνεω̨γμένοι του̃ ἀκου̃σαι προσευχὴν δούλου σου ἣν ἐγὼ προσεύχομαι ἐνώπιόν σου σήμερον ἡμέραν καὶ νύκτα περὶ υἱω̃ν Ισραηλ δούλων σου καὶ ἐξαγορεύω ἐπὶ ἁμαρτίαις υἱω̃ν Ισραηλ ἃς ἡμάρτομέν σοι καὶ ἐγὼ καὶ ὁ οἰ̃κος πατρός μου ἡμάρτομεν
7 διαλύσει διελύσαμεν πρὸς σὲ καὶ οὐκ ἐφυλάξαμεν τὰς ἐντολὰς καὶ τὰ προστάγματα καὶ τὰ κρίματα ἃ ἐνετείλω τω̨̃ Μωυση̨̃ παιδί σου
8 μνήσθητι δὴ τὸν λόγον ὃν ἐνετείλω τω̨̃ Μωυση̨̃ παιδί σου λέγων ὑμει̃ς ἐὰν ἀσυνθετήσητε ἐγὼ διασκορπιω̃ ὑμα̃ς ἐν τοι̃ς λαοι̃ς
9 καὶ ἐὰν ἐπιστρέψητε πρός με καὶ φυλάξητε τὰς ἐντολάς μου καὶ ποιήσητε αὐτάς ἐὰν ἠ̨̃ ἡ διασπορὰ ὑμω̃ν ἀπ' ἄκρου του̃ οὐρανου̃ ἐκει̃θεν συνάξω αὐτοὺς καὶ εἰσάξω αὐτοὺς εἰς τὸν τόπον ὃν ἐξελεξάμην κατασκηνω̃σαι τὸ ὄνομά μου ἐκει̃
10 καὶ αὐτοὶ παι̃δές σου καὶ λαός σου οὓς ἐλυτρώσω ἐν δυνάμει σου τη̨̃ μεγάλη̨ καὶ ἐν τη̨̃ χειρί σου τη̨̃ κραταια̨̃
11 μὴ δή κύριε ἀλλ' ἔστω τὸ οὐ̃ς σου προσέχον εἰς τὴν προσευχὴν του̃ δούλου σου καὶ εἰς τὴν προσευχὴν παίδων σου τω̃ν θελόντων φοβει̃σθαι τὸ ὄνομά σου καὶ εὐόδωσον δὴ τω̨̃ παιδί σου σήμερον καὶ δὸς αὐτὸν εἰς οἰκτιρμοὺς ἐνώπιον του̃ ἀνδρὸς τούτου καὶ ἐγὼ ἤμην οἰνοχόος τω̨̃ βασιλει̃

ΕΣΔΡΑΣ, κεφαλίς 12

1 καὶ ἐγένετο ἐν μηνὶ Νισαν ἔτους εἰκοστου̃ Αρθασασθα βασιλει̃ καὶ ἠ̃ν ὁ οἰ̃νος ἐνώπιον ἐμου̃ καὶ ἔλαβον τὸν οἰ̃νον καὶ ἔδωκα τω̨̃ βασιλει̃ καὶ οὐκ ἠ̃ν ἕτερος ἐνώπιον αὐτου̃
2 καὶ εἰ̃πέν μοι ὁ βασιλεύς διὰ τί τὸ πρόσωπόν σου πονηρὸν καὶ οὐκ εἰ̃ μετριάζων οὐκ ἔστιν του̃το εἰ μὴ πονηρία καρδίας καὶ ἐφοβήθην πολὺ σφόδρα
3 καὶ εἰ̃πα τω̨̃ βασιλει̃ ὁ βασιλεὺς εἰς τὸν αἰω̃να ζήτω διὰ τί οὐ μὴ γένηται πονηρὸν τὸ πρόσωπόν μου διότι ἡ πόλις οἰ̃κος μνημείων πατέρων μου ἠρημώθη καὶ αἱ πύλαι αὐτη̃ς κατεβρώθησαν ἐν πυρί
4 καὶ εἰ̃πέν μοι ὁ βασιλεύς περὶ τίνος του̃το σὺ ζητει̃ς καὶ προσηυξάμην πρὸς τὸν θεὸν του̃ οὐρανου̃
5 καὶ εἰ̃πα τω̨̃ βασιλει̃ εἰ ἐπὶ τὸν βασιλέα ἀγαθόν καὶ εἰ ἀγαθυνθήσεται ὁ παι̃ς σου ἐνώπιόν σου ὥστε πέμψαι αὐτὸν εἰς Ιουδα εἰς πόλιν μνημείων πατέρων μου καὶ ἀνοικοδομήσω αὐτήν
6 καὶ εἰ̃πέν μοι ὁ βασιλεὺς καὶ ἡ παλλακὴ ἡ καθημένη ἐχόμενα αὐτου̃ ἕως πότε ἔσται ἡ πορεία σου καὶ πότε ἐπιστρέψεις καὶ ἠγαθύνθη ἐνώπιον του̃ βασιλέως καὶ ἀπέστειλέν με καὶ ἔδωκα αὐτω̨̃ ὅρον
7 καὶ εἰ̃πα τω̨̃ βασιλει̃ εἰ ἐπὶ τὸν βασιλέα ἀγαθόν δότω μοι ἐπιστολὰς πρὸς τοὺς ἐπάρχους πέραν του̃ ποταμου̃ ὥστε παραγαγει̃ν με ἕως ἔλθω ἐπὶ Ιουδαν
8 καὶ ἐπιστολὴν ἐπὶ Ασαφ φύλακα του̃ παραδείσου ὅς ἐστιν τω̨̃ βασιλει̃ ὥστε δου̃ναί μοι ξύλα στεγάσαι τὰς πύλας καὶ εἰς τὸ τει̃χος τη̃ς πόλεως καὶ εἰς οἰ̃κον ὃν εἰσελεύσομαι εἰς αὐτόν καὶ ἔδωκέν μοι ὁ βασιλεὺς ὡς χεὶρ θεου̃ ἡ ἀγαθή
9 καὶ ἠ̃λθον πρὸς τοὺς ἐπάρχους πέραν του̃ ποταμου̃ καὶ ἔδωκα αὐτοι̃ς τὰς ἐπιστολὰς του̃ βασιλέως καὶ ἀπέστειλεν μετ' ἐμου̃ ὁ βασιλεὺς ἀρχηγοὺς δυνάμεως καὶ ἱππει̃ς
10 καὶ ἤκουσεν Σαναβαλλατ ὁ Αρωνι καὶ Τωβια ὁ δου̃λος ὁ Αμμωνι καὶ πονηρὸν αὐτοι̃ς ἐγένετο ὅτι ἥκει ἄνθρωπος ζητη̃σαι ἀγαθὸν τοι̃ς υἱοι̃ς Ισραηλ
11 καὶ ἠ̃λθον εἰς Ιερουσαλημ καὶ ἤμην ἐκει̃ ἡμέρας τρει̃ς
12 καὶ ἀνέστην νυκτὸς ἐγὼ καὶ ἄνδρες ὀλίγοι μετ' ἐμου̃ καὶ οὐκ ἀπήγγειλα ἀνθρώπω̨ τί ὁ θεὸς δίδωσιν εἰς καρδίαν μου του̃ ποιη̃σαι μετὰ του̃ Ισραηλ καὶ κτη̃νος οὐκ ἔστιν μετ' ἐμου̃ εἰ μὴ τὸ κτη̃νος ὡ̨̃ ἐγὼ ἐπιβαίνω ἐπ' αὐτω̨̃
13 καὶ ἐξη̃λθον ἐν πύλη̨ του̃ γωληλα καὶ πρὸς στόμα πηγη̃ς τω̃ν συκω̃ν καὶ εἰς πύλην τη̃ς κοπρίας καὶ ἤμην συντρίβων ἐν τω̨̃ τείχει Ιερουσαλημ ὃ αὐτοὶ καθαιρου̃σιν καὶ πύλαι αὐτη̃ς κατεβρώθησαν πυρί
14 καὶ παρη̃λθον ἐπὶ πύλην του̃ Αιν καὶ εἰς κολυμβήθραν του̃ βασιλέως καὶ οὐκ ἠ̃ν τόπος τω̨̃ κτήνει παρελθει̃ν ὑποκάτω μου
15 καὶ ἤμην ἀναβαίνων ἐν τω̨̃ τείχει χειμάρρου νυκτὸς καὶ ἤμην συντρίβων ἐν τω̨̃ τείχει καὶ ἤμην ἐν πύλη̨ τη̃ς φάραγγος καὶ ἐπέστρεψα
16 καὶ οἱ φυλάσσοντες οὐκ ἔγνωσαν τί ἐπορεύθην καὶ τί ἐγὼ ποιω̃ καὶ τοι̃ς Ιουδαίοις καὶ τοι̃ς ἱερευ̃σιν καὶ τοι̃ς ἐντίμοις καὶ τοι̃ς στρατηγοι̃ς καὶ τοι̃ς καταλοίποις τοι̃ς ποιου̃σιν τὰ ἔργα ἕως τότε οὐκ ἀπήγγειλα
17 καὶ εἰ̃πα πρὸς αὐτούς ὑμει̃ς βλέπετε τὴν πονηρίαν ἐν ἡ̨̃ ἐσμεν ἐν αὐτη̨̃ πω̃ς Ιερουσαλημ ἔρημος καὶ αἱ πύλαι αὐτη̃ς ἐδόθησαν πυρί δευ̃τε καὶ διοικοδομήσωμεν τὸ τει̃χος Ιερουσαλημ καὶ οὐκ ἐσόμεθα ἔτι ὄνειδος
18 καὶ ἀπήγγειλα αὐτοι̃ς τὴν χει̃ρα του̃ θεου̃ ἥ ἐστιν ἀγαθὴ ἐπ' ἐμέ καὶ τοὺς λόγους του̃ βασιλέως οὓς εἰ̃πέν μοι καὶ εἰ̃πα ἀναστω̃μεν καὶ οἰκοδομήσωμεν καὶ ἐκραταιώθησαν αἱ χει̃ρες αὐτω̃ν εἰς ἀγαθόν
19 καὶ ἤκουσεν Σαναβαλλατ ὁ Αρωνι καὶ Τωβια ὁ δου̃λος ὁ Αμμωνι καὶ Γησαμ ὁ Αραβι καὶ ἐξεγέλασαν ἡμα̃ς καὶ ἠ̃λθον ἐφ' ἡμα̃ς καὶ εἰ̃παν τί τὸ ῥη̃μα του̃το ὃ ὑμει̃ς ποιει̃τε ἠ̃ ἐπὶ τὸν βασιλέα ὑμει̃ς ἀποστατει̃τε
20 καὶ ἐπέστρεψα αὐτοι̃ς λόγον καὶ εἰ̃πα αὐτοι̃ς ὁ θεὸς του̃ οὐρανου̃ αὐτὸς εὐοδώσει ἡμι̃ν καὶ ἡμει̃ς δου̃λοι αὐτου̃ καθαροί καὶ οἰκοδομήσομεν καὶ ὑμι̃ν οὐκ ἔστιν μερὶς καὶ δικαιοσύνη καὶ μνημόσυνον ἐν Ιερουσαλημ

ΕΣΔΡΑΣ, κεφαλίς 13

1 καὶ ἀνέστη Ελισουβ ὁ ἱερεὺς ὁ μέγας καὶ οἱ ἀδελφοὶ αὐτου̃ οἱ ἱερει̃ς καὶ ὠ̨κοδόμησαν τὴν πύλην τὴν προβατικήν αὐτοὶ ἡγίασαν αὐτὴν καὶ ἔστησαν θύρας αὐτη̃ς καὶ ἕως πύργου τω̃ν ἑκατὸν ἡγίασαν ἕως πύργου Ανανεηλ
2 καὶ ἐπὶ χει̃ρας υἱω̃ν ἀνδρω̃ν Ιεριχω καὶ ἐπὶ χει̃ρας υἱω̃ν Ζακχουρ υἱου̃ Αμαρι
3 καὶ τὴν πύλην τὴν ἰχθυηρὰν ὠ̨κοδόμησαν υἱοὶ Ασανα αὐτοὶ ἐστέγασαν αὐτὴν καὶ ἔστησαν θύρας αὐτη̃ς καὶ κλει̃θρα αὐτη̃ς καὶ μοχλοὺς αὐτη̃ς
4 καὶ ἐπὶ χει̃ρα αὐτω̃ν κατέσχεν ἀπὸ Ραμωθ υἱὸς Ουρια υἱου̃ Ακως καὶ ἐπὶ χει̃ρα αὐτω̃ν κατέσχεν Μοσολλαμ υἱὸς Βαραχιου υἱου̃ Μασεζεβηλ καὶ ἐπὶ χει̃ρα αὐτω̃ν κατέσχεν Σαδωκ υἱὸς Βαανα
5 καὶ ἐπὶ χει̃ρα αὐτω̃ν κατέσχοσαν οἱ Θεκωιν καὶ αδωρηεμ οὐκ εἰσήνεγκαν τράχηλον αὐτω̃ν εἰς δουλείαν αὐτω̃ν
6 καὶ τὴν πύλην του̃ Ισανα ἐκράτησαν Ιοϊδα υἱὸς Φασεκ καὶ Μεσουλαμ υἱὸς Βασωδια αὐτοὶ ἐστέγασαν αὐτὴν καὶ ἔστησαν θύρας αὐτη̃ς καὶ κλει̃θρα αὐτη̃ς καὶ μοχλοὺς αὐτη̃ς
7 ...
8 καὶ ἐπὶ χει̃ρα αὐτω̃ν ἐκράτησεν Ανανιας υἱὸς του̃ Ρωκεϊμ καὶ κατέλιπον Ιερουσαλημ ἕως του̃ τείχους του̃ πλατέος
9 καὶ ἐπὶ χει̃ρα αὐτω̃ν ἐκράτησεν Ραφαια ἄρχων ἡμίσους περιχώρου Ιερουσαλημ
10 καὶ ἐπὶ χει̃ρα αὐτω̃ν ἐκράτησεν Ιεδαια υἱὸς Ερωμαφ καὶ κατέναντι οἰκίας αὐτου̃ καὶ ἐπὶ χει̃ρα αὐτου̃ ἐκράτησεν Ατους υἱὸς Ασβανια
11 καὶ δεύτερος ἐκράτησεν Μελχιας υἱὸς Ηραμ καὶ Ασουβ υἱὸς Φααθμωαβ καὶ ἕως πύργου τω̃ν θαννουριμ
12 καὶ ἐπὶ χει̃ρα αὐτου̃ ἐκράτησεν Σαλουμ υἱὸς Αλλωης ἄρχων ἡμίσους περιχώρου Ιερουσαλημ αὐτὸς καὶ αἱ θυγατέρες αὐτου̃
13 τὴν πύλην τη̃ς φάραγγος ἐκράτησαν Ανουν καὶ οἱ κατοικου̃ντες Ζανω αὐτοὶ ὠ̨κοδόμησαν αὐτὴν καὶ ἔστησαν θύρας αὐτη̃ς καὶ κλει̃θρα αὐτη̃ς καὶ μοχλοὺς αὐτη̃ς καὶ χιλίους πήχεις ἐν τω̨̃ τείχει ἕως πύλης τη̃ς κοπρίας
14 καὶ τὴν πύλην τη̃ς κοπρίας ἐκράτησεν Μελχια υἱὸς Ρηχαβ ἄρχων περιχώρου Βηθαχαρμ αὐτὸς καὶ οἱ υἱοὶ αὐτου̃ καὶ ἐσκέπασαν αὐτὴν καὶ ἔστησαν θύρας αὐτη̃ς καὶ κλει̃θρα αὐτη̃ς καὶ μοχλοὺς αὐτη̃ς
15 καὶ τὸ τει̃χος κολυμβήθρας τω̃ν κωδίων τη̨̃ κουρα̨̃ του̃ βασιλέως καὶ ἕως τω̃ν κλιμάκων τω̃ν καταβαινουσω̃ν ἀπὸ πόλεως Δαυιδ
16 ὀπίσω αὐτου̃ ἐκράτησεν Νεεμιας υἱὸς Αζαβουχ ἄρχων ἡμίσους περιχώρου Βηθσουρ ἕως κήπου τάφου Δαυιδ καὶ ἕως τη̃ς κολυμβήθρας τη̃ς γεγονυίας καὶ ἕως Βηθαγγαβαριμ
17 ὀπίσω αὐτου̃ ἐκράτησαν οἱ Λευι̃ται Ραουμ υἱὸς Βανι ἐπὶ χει̃ρα αὐτου̃ ἐκράτησεν Ασαβια ἄρχων ἡμίσους περιχώρου Κεϊλα τω̨̃ περιχώρω̨ αὐτου̃
18 μετ' αὐτὸν ἐκράτησαν ἀδελφοὶ αὐτω̃ν Βενι υἱὸς Ηναδαδ ἄρχων ἡμίσους περιχώρου Κεϊλα
19 καὶ ἐκράτησεν ἐπὶ χει̃ρα αὐτου̃ Αζουρ υἱὸς 'Ιησου̃ ἄρχων του̃ Μασφε μέτρον δεύτερον πύργου ἀναβάσεως τη̃ς συναπτούσης τη̃ς γωνίας
20 μετ' αὐτὸν ἐκράτησεν Βαρουχ υἱὸς Ζαβου μέτρον δεύτερον ἀπὸ τη̃ς γωνίας ἕως θύρας Βηθελισουβ του̃ ἱερέως του̃ μεγάλου
21 μετ' αὐτὸν ἐκράτησεν Μεραμωθ υἱὸς Ουρια υἱου̃ Ακως μέτρον δεύτερον ἀπὸ θύρας Βηθελισουβ ἕως ἐκλείψεως Βηθελισουβ
22 καὶ μετ' αὐτὸν ἐκράτησαν οἱ ἱερει̃ς ἄνδρες Αχεχαρ
23 καὶ μετ' αὐτὸν ἐκράτησεν Βενιαμιν καὶ Ασουβ κατέναντι οἴκου αὐτω̃ν μετ' αὐτὸν ἐκράτησεν Αζαρια υἱὸς Μαασηα υἱου̃ Ανανια ἐχόμενα οἴκου αὐτου̃
24 μετ' αὐτὸν ἐκράτησεν Βανι υἱὸς Ηναδαδ μέτρον δεύτερον ἀπὸ Βηθαζαρια ἕως τη̃ς γωνίας καὶ ἕως τη̃ς καμπη̃ς
25 Φαλαλ υἱου̃ Ευζαι ἐξ ἐναντίας τη̃ς γωνίας καὶ ὁ πύργος ὁ ἐξέχων ἐκ του̃ οἴκου του̃ βασιλέως ὁ ἀνώτερος ὁ τη̃ς αὐλη̃ς τη̃ς φυλακη̃ς καὶ μετ' αὐτὸν Φαδαια υἱὸς Φορος
26 καὶ οἱ ναθινιμ ἠ̃σαν οἰκου̃ντες ἐν τω̨̃ Ωφαλ ἕως κήπου πύλης του̃ ὕδατος εἰς ἀνατολάς καὶ ὁ πύργος ὁ ἐξέχων
27 μετ' αὐτὸν ἐκράτησαν οἱ Θεκωιν μέτρον δεύτερον ἐξ ἐναντίας του̃ πύργου του̃ μεγάλου του̃ ἐξέχοντος καὶ ἕως του̃ τείχους του̃ Οφλα
28 ἀνώτερον πύλης τω̃ν ἵππων ἐκράτησαν οἱ ἱερει̃ς ἀνὴρ ἐξ ἐναντίας οἴκου αὐτου̃
29 μετ' αὐτὸν ἐκράτησεν Σαδδουκ υἱὸς Εμμηρ ἐξ ἐναντίας οἴκου αὐτου̃ καὶ μετ' αὐτὸν ἐκράτησεν Σαμαια υἱὸς Σεχενια φύλαξ τη̃ς πύλης τη̃ς ἀνατολη̃ς
30 μετ' αὐτὸν ἐκράτησεν Ανανια υἱὸς Σελεμια καὶ Ανουμ υἱὸς Σελεφ ὁ ἕκτος μέτρον δεύτερον μετ' αὐτὸν ἐκράτησεν Μεσουλαμ υἱὸς Βαρχια ἐξ ἐναντίας γαζοφυλακίου αὐτου̃
31 μετ' αὐτὸν ἐκράτησεν Μελχια υἱὸς του̃ Σαραφι ἕως Βηθαναθινιμ καὶ οἱ ῥοποπω̃λαι ἀπέναντι πύλης του̃ Μαφεκαδ καὶ ἕως ἀναβάσεως τη̃ς καμπη̃ς
32 καὶ ἀνὰ μέσον ἀναβάσεως τη̃ς πύλης τη̃ς προβατικη̃ς ἐκράτησαν οἱ χαλκει̃ς καὶ οἱ ῥοποπω̃λαι
33 καὶ ἐγένετο ἡνίκα ἤκουσεν Σαναβαλλατ ὅτι ἡμει̃ς οἰκοδομου̃μεν τὸ τει̃χος καὶ πονηρὸν ἠ̃ν αὐτω̨̃ καὶ ὠργίσθη ἐπὶ πολὺ καὶ ἐξεγέλα ἐπὶ τοι̃ς Ιουδαίοις
34 καὶ εἰ̃πεν ἐνώπιον τω̃ν ἀδελφω̃ν αὐτου̃ αὕτη ἡ δύναμις Σομορων ὅτι οἱ Ιουδαι̃οι οὑ̃τοι οἰκοδομου̃σιν τὴν ἑαυτω̃ν πόλιν
35 καὶ Τωβιας ὁ αμμανίτης ἐχόμενα αὐτου̃ ἠ̃λθεν καὶ εἰ̃παν πρὸς ἑαυτούς μὴ θυσιάσουσιν ἢ φάγονται ἐπὶ του̃ τόπου αὐτω̃ν οὐχὶ ἀναβήσεται ἀλώπηξ καὶ καθελει̃ τὸ τει̃χος λίθων αὐτω̃ν
36 ἄκουσον ὁ θεὸς ἡμω̃ν ὅτι ἐγενήθημεν εἰς μυκτηρισμόν καὶ ἐπίστρεψον ὀνειδισμὸν αὐτω̃ν εἰς κεφαλὴν αὐτω̃ν καὶ δὸς αὐτοὺς εἰς μυκτηρισμὸν ἐν γη̨̃ αἰχμαλωσίας
37 καὶ μὴ καλύψη̨ς ἐπὶ ἀνομίαν

ΕΣΔΡΑΣ, κεφαλίς 14

1 καὶ ἐγένετο ὡς ἤκουσεν Σαναβαλλατ καὶ Τωβια καὶ οἱ 'Άραβες καὶ οἱ Αμμανι̃ται ὅτι ἀνέβη φυὴ τοι̃ς τείχεσιν Ιερουσαλημ ὅτι ἤρξαντο αἱ διασφαγαὶ ἀναφράσσεσθαι καὶ πονηρὸν αὐτοι̃ς ἐφάνη σφόδρα
2 καὶ συνήχθησαν πάντες ἐπὶ τὸ αὐτὸ ἐλθει̃ν παρατάξασθαι ἐν Ιερουσαλημ
3 καὶ προσηυξάμεθα πρὸς τὸν θεὸν ἡμω̃ν καὶ ἐστήσαμεν προφύλακας ἐπ' αὐτοὺς ἡμέρας καὶ νυκτὸς ἀπὸ προσώπου αὐτω̃ν
4 καὶ εἰ̃πεν Ιουδας συνετρίβη ἡ ἰσχὺς τω̃ν ἐχθρω̃ν καὶ ὁ χου̃ς πολύς καὶ ἡμει̃ς οὐ δυνησόμεθα οἰκοδομει̃ν ἐν τω̨̃ τείχει
5 καὶ εἰ̃παν οἱ θλίβοντες ἡμα̃ς οὐ γνώσονται καὶ οὐκ ὄψονται ἕως ὅτου ἔλθωμεν εἰς μέσον αὐτω̃ν καὶ φονεύσωμεν αὐτοὺς καὶ καταπαύσωμεν τὸ ἔργον
6 καὶ ἐγένετο ὡς ἤλθοσαν οἱ Ιουδαι̃οι οἱ οἰκου̃ντες ἐχόμενα αὐτω̃ν καὶ εἴποσαν ἡμι̃ν ἀναβαίνουσιν ἐκ πάντων τω̃ν τόπων ἐφ' ἡμα̃ς
7 καὶ ἔστησα εἰς τὰ κατώτατα του̃ τόπου κατόπισθεν του̃ τείχους ἐν τοι̃ς σκεπεινοι̃ς καὶ ἔστησα τὸν λαὸν κατὰ δήμους μετὰ ῥομφαιω̃ν αὐτω̃ν λόγχας αὐτω̃ν καὶ τόξα αὐτω̃ν
8 καὶ εἰ̃δον καὶ ἀνέστην καὶ εἰ̃πα πρὸς τοὺς ἐντίμους καὶ πρὸς τοὺς στρατηγοὺς καὶ πρὸς τοὺς καταλοίπους του̃ λαου̃ μὴ φοβηθη̃τε ἀπὸ προσώπου αὐτω̃ν μνήσθητε του̃ θεου̃ ἡμω̃ν του̃ μεγάλου καὶ φοβερου̃ καὶ παρατάξασθε περὶ τω̃ν ἀδελφω̃ν ὑμω̃ν υἱω̃ν ὑμω̃ν καὶ θυγατέρων ὑμω̃ν γυναικω̃ν ὑμω̃ν καὶ οἴκων ὑμω̃ν
9 καὶ ἐγένετο ἡνίκα ἤκουσαν οἱ ἐχθροὶ ἡμω̃ν ὅτι ἐγνώσθη ἡμι̃ν καὶ διεσκέδασεν ὁ θεὸς τὴν βουλὴν αὐτω̃ν καὶ ἐπεστρέψαμεν πάντες ἡμει̃ς εἰς τὸ τει̃χος ἀνὴρ εἰς τὸ ἔργον αὐτου̃
10 καὶ ἐγένετο ἀπὸ τη̃ς ἡμέρας ἐκείνης ἥμισυ τω̃ν ἐκτετιναγμένων ἐποίουν τὸ ἔργον καὶ ἥμισυ αὐτω̃ν ἀντείχοντο καὶ λόγχαι καὶ θυρεοὶ καὶ τὰ τόξα καὶ οἱ θώρακες καὶ οἱ ἄρχοντες ὀπίσω παντὸς οἴκου Ιουδα
11 τω̃ν οἰκοδομούντων ἐν τω̨̃ τείχει καὶ οἱ αἴροντες ἐν τοι̃ς ἀρτη̃ρσιν ἐν ὅπλοις ἐν μια̨̃ χειρὶ ἐποίει αὐτὸ τὸ ἔργον καὶ μία ἐκράτει τὴν βολίδα
12 καὶ οἱ οἰκοδόμοι ἀνὴρ ῥομφαίαν αὐτου̃ ἐζωσμένος ἐπὶ τὴν ὀσφὺν αὐτου̃ καὶ ὠ̨κοδομου̃σαν καὶ ὁ σαλπίζων ἐν τη̨̃ κερατίνη̨ ἐχόμενα αὐτου̃
13 καὶ εἰ̃πα πρὸς τοὺς ἐντίμους καὶ πρὸς τοὺς ἄρχοντας καὶ πρὸς τοὺς καταλοίπους του̃ λαου̃ τὸ ἔργον πλατὺ καὶ πολύ καὶ ἡμει̃ς σκορπιζόμεθα ἐπὶ του̃ τείχους μακρὰν ἀνὴρ ἀπὸ του̃ ἀδελφου̃ αὐτου̃
14 ἐν τόπω̨ οὑ̃ ἐὰν ἀκούσητε τὴν φωνὴν τη̃ς κερατίνης ἐκει̃ συναχθήσεσθε πρὸς ἡμα̃ς καὶ ὁ θεὸς ἡμω̃ν πολεμήσει περὶ ἡμω̃ν
15 καὶ ἡμει̃ς ποιου̃ντες τὸ ἔργον καὶ ἥμισυ αὐτω̃ν κρατου̃ντες τὰς λόγχας ἀπὸ ἀναβάσεως του̃ ὄρθρου ἕως ἐξόδου τω̃ν ἄστρων
16 καὶ ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ εἰ̃πα τω̨̃ λαω̨̃ αὐλίσθητε ἐν μέσω̨ Ιερουσαλημ καὶ ἔστω ὑμι̃ν ἡ νὺξ προφυλακὴ καὶ ἡ ἡμέρα ἔργον
17 καὶ ἤμην ἐγὼ καὶ οἱ ἄνδρες τη̃ς προφυλακη̃ς ὀπίσω μου καὶ οὐκ ἠ̃ν ἐξ ἡμω̃ν ἐκδιδυσκόμενος ἀνὴρ τὰ ἱμάτια αὐτου̃

ΕΣΔΡΑΣ, κεφαλίς 15

1 καὶ ἠ̃ν κραυγὴ του̃ λαου̃ καὶ γυναικω̃ν αὐτω̃ν μεγάλη πρὸς τοὺς ἀδελφοὺς αὐτω̃ν τοὺς Ιουδαίους
2 καὶ ἠ̃σάν τινες λέγοντες ἐν υἱοι̃ς ἡμω̃ν καὶ ἐν θυγατράσιν ἡμω̃ν ἡμει̃ς πολλοί καὶ λημψόμεθα σι̃τον καὶ φαγόμεθα καὶ ζησόμεθα
3 καὶ εἰσίν τινες λέγοντες ἀγροὶ ἡμω̃ν καὶ ἀμπελω̃νες ἡμω̃ν καὶ οἰκίαι ἡμω̃ν ἡμει̃ς διεγγυω̃μεν καὶ λημψόμεθα σι̃τον καὶ φαγόμεθα
4 καὶ εἰσίν τινες λέγοντες ἐδανεισάμεθα ἀργύριον εἰς φόρους του̃ βασιλέως ἀγροὶ ἡμω̃ν καὶ ἀμπελω̃νες ἡμω̃ν καὶ οἰκίαι ἡμω̃ν
5 καὶ νυ̃ν ὡς σὰρξ ἀδελφω̃ν ἡμω̃ν σὰρξ ἡμω̃ν ὡς υἱοὶ αὐτω̃ν υἱοὶ ἡμω̃ν καὶ ἰδοὺ ἡμει̃ς καταδυναστεύομεν τοὺς υἱοὺς ἡμω̃ν καὶ τὰς θυγατέρας ἡμω̃ν εἰς δούλους καὶ εἰσὶν ἀπὸ θυγατέρων ἡμω̃ν καταδυναστευόμεναι καὶ οὐκ ἔστιν δύναμις χειρω̃ν ἡμω̃ν καὶ ἀγροὶ ἡμω̃ν καὶ ἀμπελω̃νες ἡμω̃ν τοι̃ς ἐντίμοις
6 καὶ ἐλυπήθην σφόδρα καθὼς ἤκουσα τὴν κραυγὴν αὐτω̃ν καὶ τοὺς λόγους τούτους
7 καὶ ἐβουλεύσατο καρδία μου ἐπ' ἐμέ καὶ ἐμαχεσάμην πρὸς τοὺς ἐντίμους καὶ τοὺς ἄρχοντας καὶ εἰ̃πα αὐτοι̃ς ἀπαιτήσει ἀνὴρ τὸν ἀδελφὸν αὐτου̃ ὑμει̃ς ἀπαιτει̃τε καὶ ἔδωκα ἐπ' αὐτοὺς ἐκκλησίαν μεγάλην
8 καὶ εἰ̃πα αὐτοι̃ς ἡμει̃ς κεκτήμεθα τοὺς ἀδελφοὺς ἡμω̃ν τοὺς Ιουδαίους τοὺς πωλουμένους τοι̃ς ἔθνεσιν ἐν ἑκουσίω̨ ἡμω̃ν καὶ ὑμει̃ς πωλει̃τε τοὺς ἀδελφοὺς ὑμω̃ν καὶ ἡσύχασαν καὶ οὐχ εὕροσαν λόγον
9 καὶ εἰ̃πα οὐκ ἀγαθὸς ὁ λόγος ὃν ὑμει̃ς ποιει̃τε οὐχ οὕτως ἐν φόβω̨ θεου̃ ἡμω̃ν ἀπελεύσεσθε ἀπὸ ὀνειδισμου̃ τω̃ν ἐθνω̃ν τω̃ν ἐχθρω̃ν ἡμω̃ν
10 καὶ οἱ ἀδελφοί μου καὶ οἱ γνωστοί μου καὶ ἐγὼ ἐθήκαμεν ἐν αὐτοι̃ς ἀργύριον καὶ σι̃τον ἐγκαταλίπωμεν δὴ τὴν ἀπαίτησιν ταύτην
11 ἐπιστρέψατε δὴ αὐτοι̃ς ὡς σήμερον ἀγροὺς αὐτω̃ν ἀμπελω̃νας αὐτω̃ν ἐλαίας αὐτω̃ν καὶ οἰκίας αὐτω̃ν καὶ ἀπὸ του̃ ἀργυρίου τὸν σι̃τον καὶ τὸν οἰ̃νον καὶ τὸ ἔλαιον ἐξενέγκατε αὐτοι̃ς
12 καὶ εἰ̃παν ἀποδώσομεν καὶ παρ' αὐτω̃ν οὐ ζητήσομεν οὕτως ποιήσομεν καθὼς σὺ λέγεις καὶ ἐκάλεσα τοὺς ἱερει̃ς καὶ ὥρκισα αὐτοὺς ποιη̃σαι ὡς τὸ ῥη̃μα του̃το
13 καὶ τὴν ἀναβολήν μου ἐξετίναξα καὶ εἰ̃πα οὕτως ἐκτινάξαι ὁ θεὸς πάντα ἄνδρα ὃς οὐ στήσει τὸν λόγον του̃τον ἐκ του̃ οἴκου αὐτου̃ καὶ ἐκ κόπου αὐτου̃ καὶ ἔσται οὕτως ἐκτετιναγμένος καὶ κενός καὶ εἰ̃πεν πα̃σα ἡ ἐκκλησία αμην καὶ ἤ̨νεσαν τὸν κύριον καὶ ἐποίησεν ὁ λαὸς τὸ ῥη̃μα του̃το
14 ἀπὸ τη̃ς ἡμέρας ἡ̃ς ἐνετείλατό μοι εἰ̃ναι εἰς ἄρχοντα αὐτω̃ν ἐν γη̨̃ Ιουδα ἀπὸ ἔτους εἰκοστου̃ καὶ ἕως ἔτους τριακοστου̃ καὶ δευτέρου τω̨̃ Αρθασασθα ἔτη δώδεκα ἐγὼ καὶ οἱ ἀδελφοί μου βίαν αὐτω̃ν οὐκ ἔφαγον
15 καὶ τὰς βίας τὰς πρώτας ἃς πρὸ ἐμου̃ ἐβάρυναν ἐπ' αὐτοὺς καὶ ἐλάβοσαν παρ' αὐτω̃ν ἐν ἄρτοις καὶ ἐν οἴνω̨ ἔσχατον ἀργύριον δίδραχμα τεσσαράκοντα καὶ οἱ ἐκτετιναγμένοι αὐτω̃ν ἐξουσιάζονται ἐπὶ τὸν λαόν καὶ ἐγὼ οὐκ ἐποίησα οὕτως ἀπὸ προσώπου φόβου θεου̃
16 καὶ ἐν ἔργω̨ του̃ τείχους τούτων οὐκ ἐκράτησα ἀγρὸν οὐκ ἐκτησάμην καὶ πάντες οἱ συνηγμένοι ἐκει̃ ἐπὶ τὸ ἔργον
17 καὶ οἱ Ιουδαι̃οι ἑκατὸν καὶ πεντήκοντα ἄνδρες καὶ οἱ ἐρχόμενοι πρὸς ἡμα̃ς ἀπὸ τω̃ν ἐθνω̃ν τω̃ν κύκλω̨ ἡμω̃ν ἐπὶ τράπεζάν μου
18 καὶ ἠ̃ν γινόμενον εἰς ἡμέραν μίαν μόσχος εἱ̃ς καὶ πρόβατα ἓξ ἐκλεκτὰ καὶ χίμαρος ἐγίνοντό μοι καὶ ἀνὰ μέσον δέκα ἡμερω̃ν ἐν πα̃σιν οἰ̃νος τω̨̃ πλήθει καὶ σὺν τούτοις ἄρτους τη̃ς βίας οὐκ ἐζήτησα ὅτι βαρει̃α ἡ δουλεία ἐπὶ τὸν λαὸν του̃τον
19 μνήσθητί μου ὁ θεός εἰς ἀγαθὸν πάντα ὅσα ἐποίησα τω̨̃ λαω̨̃ τούτω̨

ΕΣΔΡΑΣ, κεφαλίς 16

1 καὶ ἐγένετο καθὼς ἠκούσθη τω̨̃ Σαναβαλλατ καὶ Τωβια καὶ τω̨̃ Γησαμ τω̨̃ Αραβι καὶ τοι̃ς καταλοίποις τω̃ν ἐχθρω̃ν ἡμω̃ν ὅτι ὠ̨κοδόμησα τὸ τει̃χος καὶ οὐ κατελείφθη ἐν αὐτοι̃ς πνοή ἕως του̃ καιρου̃ ἐκείνου θύρας οὐκ ἐπέστησα ἐν ται̃ς πύλαις
2 καὶ ἀπέστειλεν Σαναβαλλατ καὶ Γησαμ πρός με λέγων δευ̃ρο καὶ συναχθω̃μεν ἐπὶ τὸ αὐτὸ ἐν ται̃ς κώμαις ἐν πεδίω̨ Ωνω καὶ αὐτοὶ λογιζόμενοι ποιη̃σαί μοι πονηρίαν
3 καὶ ἀπέστειλα ἐπ' αὐτοὺς ἀγγέλους λέγων ἔργον μέγα ἐγὼ ποιω̃ καὶ οὐ δυνήσομαι καταβη̃ναι μήποτε καταπαύση̨ τὸ ἔργον ὡς ἂν τελειώσω αὐτό καταβήσομαι πρὸς ὑμα̃ς
4 καὶ ἀπέστειλαν πρός με ὡς τὸ ῥη̃μα του̃το καὶ ἀπέστειλα αὐτοι̃ς κατὰ ταυ̃τα
5 καὶ ἀπέστειλεν πρός με Σαναβαλλατ τὸν παι̃δα αὐτου̃ καὶ ἐπιστολὴν ἀνεω̨γμένην ἐν χειρὶ αὐτου̃
6 καὶ ἠ̃ν γεγραμμένον ἐν αὐτη̨̃ ἐν ἔθνεσιν ἠκούσθη ὅτι σὺ καὶ οἱ Ιουδαι̃οι λογίζεσθε ἀποστατη̃σαι διὰ του̃το σὺ οἰκοδομει̃ς τὸ τει̃χος καὶ σὺ γίνη̨ αὐτοι̃ς εἰς βασιλέα
7 καὶ πρὸς τούτοις προφήτας ἔστησας σεαυτω̨̃ ἵνα καθίση̨ς ἐν Ιερουσαλημ εἰς βασιλέα ἐν Ιουδα καὶ νυ̃ν ἀπαγγελήσονται τω̨̃ βασιλει̃ οἱ λόγοι οὑ̃τοι καὶ νυ̃ν δευ̃ρο βουλευσώμεθα ἐπὶ τὸ αὐτό
8 καὶ ἀπέστειλα πρὸς αὐτὸν λέγων οὐκ ἐγενήθη ὡς οἱ λόγοι οὑ̃τοι οὓς σὺ λέγεις ὅτι ἀπὸ καρδίας σου σὺ ψεύδη̨ αὐτούς
9 ὅτι πάντες φοβερίζουσιν ἡμα̃ς λέγοντες ἐκλυθήσονται αἱ χει̃ρες αὐτω̃ν ἀπὸ του̃ ἔργου τούτου καὶ οὐ ποιηθήσεται καὶ νυ̃ν ἐκραταίωσα τὰς χει̃ράς μου
10 καὶ ἐγὼ εἰση̃λθον εἰς οἰ̃κον Σεμεϊ υἱου̃ Δαλαια υἱου̃ Μεηταβηλ καὶ αὐτὸς συνεχόμενος καὶ εἰ̃πεν συναχθω̃μεν εἰς οἰ̃κον του̃ θεου̃ ἐν μέσω̨ αὐτου̃ καὶ κλείσωμεν τὰς θύρας αὐτου̃ ὅτι ἔρχονται νυκτὸς φονευ̃σαί σε
11 καὶ εἰ̃πα τίς ἐστιν ὁ ἀνήρ ὃς εἰσελεύσεται εἰς τὸν οἰ̃κον καὶ ζήσεται
12 καὶ ἐπέγνων καὶ ἰδοὺ ὁ θεὸς οὐκ ἀπέστειλεν αὐτόν ὅτι ἡ προφητεία λόγος κατ' ἐμου̃ καὶ Τωβιας καὶ Σαναβαλλατ ἐμισθώσαντο
13 ἐπ' ἐμὲ ὄχλον ὅπως φοβηθω̃ καὶ ποιήσω οὕτως καὶ ἁμάρτω καὶ γένωμαι αὐτοι̃ς εἰς ὄνομα πονηρόν ὅπως ὀνειδίσωσίν με
14 μνήσθητι ὁ θεός τω̨̃ Τωβια καὶ τω̨̃ Σαναβαλλατ ὡς τὰ ποιήματα αὐτου̃ ταυ̃τα καὶ τω̨̃ Νωαδια τω̨̃ προφήτη̨ καὶ τοι̃ς καταλοίποις τω̃ν προφητω̃ν οἳ ἠ̃σαν φοβερίζοντές με
15 καὶ ἐτελέσθη τὸ τει̃χος πέμπτη̨ καὶ εἰκάδι του̃ Ελουλ εἰς πεντήκοντα καὶ δύο ἡμέρας
16 καὶ ἐγένετο ἡνίκα ἤκουσαν πάντες οἱ ἐχθροὶ ἡμω̃ν καὶ ἐφοβήθησαν πάντα τὰ ἔθνη τὰ κύκλω̨ ἡμω̃ν καὶ ἐπέπεσεν φόβος σφόδρα ἐν ὀφθαλμοι̃ς αὐτω̃ν καὶ ἔγνωσαν ὅτι παρὰ του̃ θεου̃ ἡμω̃ν ἐγενήθη τελειωθη̃ναι τὸ ἔργον του̃το
17 καὶ ἐν ται̃ς ἡμέραις ἐκείναις ἀπὸ πολλω̃ν ἐντίμων Ιουδα ἐπιστολαὶ ἐπορεύοντο πρὸς Τωβιαν καὶ αἱ Τωβια ἤρχοντο πρὸς αὐτούς
18 ὅτι πολλοὶ ἐν Ιουδα ἔνορκοι ἠ̃σαν αὐτω̨̃ ὅτι γαμβρὸς ἠ̃ν του̃ Σεχενια υἱου̃ Ηραε καὶ Ιωαναν υἱὸς αὐτου̃ ἔλαβεν τὴν θυγατέρα Μεσουλαμ υἱου̃ Βαραχια εἰς γυναι̃κα
19 καὶ τοὺς λόγους αὐτου̃ ἠ̃σαν λέγοντες πρός με καὶ λόγους μου ἠ̃σαν ἐκφέροντες αὐτω̨̃ καὶ ἐπιστολὰς ἀπέστειλεν Τωβιας φοβερίσαι με

ΕΣΔΡΑΣ, κεφαλίς 17,  στἰχοι 1-72

1 καὶ ἐγένετο ἡνίκα ὠ̨κοδομήθη τὸ τει̃χος καὶ ἔστησα τὰς θύρας καὶ ἐπεσκέπησαν οἱ πυλωροὶ καὶ οἱ ἄ̨δοντες καὶ οἱ Λευι̃ται
2 καὶ ἐνετειλάμην τω̨̃ Ανανια ἀδελφω̨̃ μου καὶ τω̨̃ Ανανια ἄρχοντι τη̃ς βιρα ἐν Ιερουσαλημ ὅτι αὐτὸς ὡς ἀνὴρ ἀληθὴς καὶ φοβούμενος τὸν θεὸν παρὰ πολλούς
3 καὶ εἰ̃πα αὐτοι̃ς οὐκ ἀνοιγήσονται πύλαι Ιερουσαλημ ἕως ἅμα τω̨̃ ἡλίω̨ καὶ ἔτι αὐτω̃ν γρηγορούντων κλειέσθωσαν αἱ θύραι καὶ σφηνούσθωσαν καὶ στη̃σον προφύλακας οἰκούντων ἐν Ιερουσαλημ ἀνὴρ ἐν προφυλακη̨̃ αὐτου̃ καὶ ἀνὴρ ἀπέναντι οἰκίας αὐτου̃
4 καὶ ἡ πόλις πλατει̃α καὶ μεγάλη καὶ ὁ λαὸς ὀλίγος ἐν αὐτη̨̃ καὶ οὐκ ἠ̃σαν οἰκίαι ὠ̨κοδομημέναι
5 καὶ ἔδωκεν ὁ θεὸς εἰς τὴν καρδίαν μου καὶ συνη̃ξα τοὺς ἐντίμους καὶ τοὺς ἄρχοντας καὶ τὸν λαὸν εἰς συνοδίας καὶ εὑ̃ρον βιβλίον τη̃ς συνοδίας οἳ ἀνέβησαν ἐν πρώτοις καὶ εὑ̃ρον γεγραμμένον ἐν αὐτω̨̃
6 καὶ οὑ̃τοι υἱοὶ τη̃ς χώρας οἱ ἀναβάντες ἀπὸ αἰχμαλωσίας τη̃ς ἀποικίας ἡ̃ς ἀπώ̨κισεν Ναβουχοδονοσορ βασιλεὺς Βαβυλω̃νος καὶ ἐπέστρεψαν εἰς Ιερουσαλημ καὶ εἰς Ιουδα ἀνὴρ εἰς τὴν πόλιν αὐτου̃
7 μετὰ Ζοροβαβελ καὶ 'Ιησου̃ καὶ Νεεμια Αζαρια Δαεμια Ναεμανι Μαρδοχαιος Βαλσαν Μασφαραθ Εσδρα Βαγοι Ναουμ Βαανα Μασφαρ ἄνδρες λαου̃ Ισραηλ
8 υἱοὶ Φορος δισχίλιοι ἑκατὸν ἑβδομήκοντα δύο
9 υἱοὶ Σαφατια τριακόσιοι ἑβδομήκοντα δύο
10 υἱοὶ Ηρα ἑξακόσιοι πεντήκοντα δύο
11 υἱοὶ Φααθμωαβ τοι̃ς υἱοι̃ς 'Ιησου̃ καὶ Ιωαβ δισχίλιοι ὀκτακόσιοι δέκα ὀκτώ
12 υἱοὶ Αιλαμ χίλιοι διακόσιοι πεντήκοντα τέσσαρες
13 υἱοὶ Ζαθουα ὀκτακόσιοι τεσσαράκοντα πέντε
14 υἱοὶ Ζακχου ἑπτακόσιοι ἑξήκοντα
15 υἱοὶ Βανουι ἑξακόσιοι τεσσαράκοντα ὀκτώ
16 υἱοὶ Βηβι ἑξακόσιοι εἴκοσι ὀκτώ
17 υἱοὶ Ασγαδ δισχίλιοι τριακόσιοι εἴκοσι δύο
18 υἱοὶ Αδενικαμ ἑξακόσιοι ἑξήκοντα ἑπτά
19 υἱοὶ Βαγοι δισχίλιοι ἑξήκοντα ἑπτά
20 υἱοὶ Ηδιν ἑξακόσιοι πεντήκοντα πέντε
21 υἱοὶ Ατηρ τω̨̃ Εζεκια ἐνενήκοντα ὀκτώ
22 υἱοὶ Ησαμ τριακόσιοι εἴκοσι ὀκτώ
23 υἱοὶ Βεσι τριακόσιοι εἴκοσι τέσσαρες
24 υἱοὶ Αριφ ἑκατὸν δώδεκα
25 υἱοὶ Γαβαων ἐνενήκοντα πέντε
26 υἱοὶ Βαιθλεεμ ἑκατὸν εἴκοσι τρει̃ς υἱοὶ Νετωφα πεντήκοντα ἕξ
27 υἱοὶ Αναθωθ ἑκατὸν εἴκοσι ὀκτώ
28 ἄνδρες Βηθασμωθ τεσσαράκοντα δύο
29 ἄνδρες Καριαθιαριμ Καφιρα καὶ Βηρωθ ἑπτακόσιοι τεσσαράκοντα τρει̃ς
30 ἄνδρες Αραμα καὶ Γαβαα ἑξακόσιοι εἴκοσι εἱ̃ς
31 ἄνδρες Μαχεμας ἑκατὸν εἴκοσι δύο
32 ἄνδρες Βηθηλ καὶ Αια ἑκατὸν εἴκοσι τρει̃ς
33 ἄνδρες Ναβι-ααρ πεντήκοντα δύο
34 ἄνδρες Ηλαμ-ααρ χίλιοι διακόσιοι πεντήκοντα τέσσαρες
35 υἱοὶ Ηραμ τριακόσιοι εἴκοσι
36 υἱοὶ Ιεριχω τριακόσιοι τεσσαράκοντα πέντε
37 υἱοὶ Λοδ Αδιδ καὶ Ωνω ἑπτακόσιοι εἴκοσι εἱ̃ς
38 υἱοὶ Σαναα τρισχίλιοι ἐννακόσιοι τριάκοντα
39 οἱ ἱερει̃ς υἱοὶ Ιωδαε εἰς οἰ̃κον 'Ιησου̃ ἐννακόσιοι ἑβδομήκοντα τρει̃ς
40 υἱοὶ Εμμηρ χίλιοι πεντήκοντα δύο
41 υἱοὶ Φασσουρ χίλιοι διακόσιοι τεσσαράκοντα ἑπτά
42 υἱοὶ Ηραμ χίλιοι δέκα ἑπτά
43 οἱ Λευι̃ται υἱοὶ 'Ιησου̃ τω̨̃ Καδμιηλ τοι̃ς υἱοι̃ς του̃ Ουδουια ἑβδομήκοντα τέσσαρες
44 οἱ ἄ̨δοντες υἱοὶ Ασαφ ἑκατὸν τεσσαράκοντα ὀκτώ
45 οἱ πυλωροί υἱοὶ Σαλουμ υἱοὶ Ατηρ υἱοὶ Τελμων υἱοὶ Ακουβ υἱοὶ Ατιτα υἱοὶ Σαβι ἑκατὸν τριάκοντα ὀκτώ
46 οἱ ναθινιμ υἱοὶ Σηα υἱοὶ Ασιφα υἱοὶ Ταβαωθ
47 υἱοὶ Κιρας υἱοὶ Σουια υἱοὶ Φαδων
48 υἱοὶ Λαβανα υἱοὶ Αγαβα υἱοὶ Σαλαμι
49 υἱοὶ Αναν υἱοὶ Γαδηλ υἱοὶ Γααρ
50 υἱοὶ Ρααια υἱοὶ Ρασων υἱοὶ Νεκωδα
51 υἱοὶ Γηζαμ υἱοὶ Οζι υἱοὶ Φεση
52 υἱοὶ Βησι υἱοὶ Μεϊνωμ υἱοὶ Νεφωσασιμ
53 υἱοὶ Βακβουκ υἱοὶ Αχιφα υἱοὶ Αρουρ
54 υἱοὶ Βασαλωθ υἱοὶ Μεϊδα υἱοὶ Αδασαν
55 υἱοὶ Βαρκους υἱοὶ Σισαρα υἱοὶ Θημα
56 υἱοὶ Νισια υἱοὶ Ατιφα
57 υἱοὶ δούλων Σαλωμων υἱοὶ Σουτι υἱοὶ Σαφαραθ υἱοὶ Φεριδα
58 υἱοὶ Ιεαλη υἱοὶ Δορκων υἱοὶ Γαδηλ
59 υἱοὶ Σαφατια υἱοὶ Ετηλ υἱοὶ Φαχαραθ υἱοὶ Σαβαϊμ υἱοὶ Ημιμ
60 πάντες οἱ ναθινιμ καὶ υἱοὶ δούλων Σαλωμων τριακόσιοι ἐνενήκοντα δύο
61 καὶ οὑ̃τοι ἀνέβησαν ἀπὸ Θελμελεθ Αρησα Χαρουβ Ηρων Ιεμηρ καὶ οὐκ ἠδυνάσθησαν ἀπαγγει̃λαι οἴκους πατριω̃ν αὐτω̃ν καὶ σπέρμα αὐτω̃ν εἰ ἀπὸ Ισραηλ εἰσίν
62 υἱοὶ Δαλαια υἱοὶ Τωβια υἱοὶ Νεκωδα ἑξακόσιοι τεσσαράκοντα δύο
63 καὶ ἀπὸ τω̃ν ἱερέων υἱοὶ Εβια υἱοὶ Ακως υἱοὶ Βερζελλι ὅτι ἔλαβεν ἀπὸ θυγατέρων Βερζελλι του̃ Γαλααδίτου γυναι̃κας καὶ ἐκλήθη ἐπ' ὀνόματι αὐτω̃ν
64 οὑ̃τοι ἐζήτησαν γραφὴν αὐτω̃ν τη̃ς συνοδίας καὶ οὐχ εὑρέθη καὶ ἠγχιστεύθησαν ἀπὸ τη̃ς ἱερατείας
65 καὶ εἰ̃πεν Αθερσαθα ἵνα μὴ φάγωσιν ἀπὸ του̃ ἁγίου τω̃ν ἁγίων ἕως ἀναστη̨̃ ὁ ἱερεὺς φωτίσων
66 καὶ ἐγένετο πα̃σα ἡ ἐκκλησία ὡς εἱ̃ς τέσσαρες μυριάδες δισχίλιοι τριακόσιοι ἑξήκοντα
67 πάρεξ δούλων αὐτω̃ν καὶ παιδισκω̃ν αὐτω̃ν οὑ̃τοι ἑπτακισχίλιοι τριακόσιοι τριάκοντα ἑπτά καὶ ἄ̨δοντες καὶ ἄ̨δουσαι διακόσιοι τεσσαράκοντα πέντε
68 ἵπποι ἑπτακόσιοι τριάκοντα ἕξ ἡμίονοι διακόσιοι τεσσαράκοντα πέντε
69 κάμηλοι τετρακόσιοι τριάκοντα πέντε ὄνοι ἑξακισχίλιοι ἑπτακόσιοι εἴκοσι
70 καὶ ἀπὸ μέρους ἀρχηγω̃ν τω̃ν πατριω̃ν ἔδωκαν εἰς τὸ ἔργον τω̨̃ Νεεμια εἰς θησαυρὸν χρυσου̃ς χιλίους φιάλας πεντήκοντα καὶ χοθωνωθ τω̃ν ἱερέων τριάκοντα
71 καὶ ἀπὸ ἀρχηγω̃ν τω̃ν πατριω̃ν ἔδωκαν εἰς θησαυρὸν του̃ ἔργου χρυσίου δύο μυριάδας καὶ ἀργυρίου μνα̃ς δισχιλίας διακοσίας
72 καὶ ἔδωκαν οἱ κατάλοιποι του̃ λαου̃ χρυσίου δύο μυριάδας καὶ ἀργυρίου μνα̃ς δισχιλίας διακοσίας καὶ χοθωνωθ τω̃ν ἱερέων ἑξήκοντα ἑπτά
Читать далее:ΕΣΔΡΑΣ, κεφαλίς 17

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).