Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΕΣΔΡΑΣ, κεφαλίς 14

1 καὶ ἐγένετο ὡς ἤκουσεν Σαναβαλλατ καὶ Τωβια καὶ οἱ 'Άραβες καὶ οἱ Αμμανι̃ται ὅτι ἀνέβη φυὴ τοι̃ς τείχεσιν Ιερουσαλημ ὅτι ἤρξαντο αἱ διασφαγαὶ ἀναφράσσεσθαι καὶ πονηρὸν αὐτοι̃ς ἐφάνη σφόδρα
2 καὶ συνήχθησαν πάντες ἐπὶ τὸ αὐτὸ ἐλθει̃ν παρατάξασθαι ἐν Ιερουσαλημ
3 καὶ προσηυξάμεθα πρὸς τὸν θεὸν ἡμω̃ν καὶ ἐστήσαμεν προφύλακας ἐπ' αὐτοὺς ἡμέρας καὶ νυκτὸς ἀπὸ προσώπου αὐτω̃ν
4 καὶ εἰ̃πεν Ιουδας συνετρίβη ἡ ἰσχὺς τω̃ν ἐχθρω̃ν καὶ ὁ χου̃ς πολύς καὶ ἡμει̃ς οὐ δυνησόμεθα οἰκοδομει̃ν ἐν τω̨̃ τείχει
5 καὶ εἰ̃παν οἱ θλίβοντες ἡμα̃ς οὐ γνώσονται καὶ οὐκ ὄψονται ἕως ὅτου ἔλθωμεν εἰς μέσον αὐτω̃ν καὶ φονεύσωμεν αὐτοὺς καὶ καταπαύσωμεν τὸ ἔργον
6 καὶ ἐγένετο ὡς ἤλθοσαν οἱ Ιουδαι̃οι οἱ οἰκου̃ντες ἐχόμενα αὐτω̃ν καὶ εἴποσαν ἡμι̃ν ἀναβαίνουσιν ἐκ πάντων τω̃ν τόπων ἐφ' ἡμα̃ς
7 καὶ ἔστησα εἰς τὰ κατώτατα του̃ τόπου κατόπισθεν του̃ τείχους ἐν τοι̃ς σκεπεινοι̃ς καὶ ἔστησα τὸν λαὸν κατὰ δήμους μετὰ ῥομφαιω̃ν αὐτω̃ν λόγχας αὐτω̃ν καὶ τόξα αὐτω̃ν
8 καὶ εἰ̃δον καὶ ἀνέστην καὶ εἰ̃πα πρὸς τοὺς ἐντίμους καὶ πρὸς τοὺς στρατηγοὺς καὶ πρὸς τοὺς καταλοίπους του̃ λαου̃ μὴ φοβηθη̃τε ἀπὸ προσώπου αὐτω̃ν μνήσθητε του̃ θεου̃ ἡμω̃ν του̃ μεγάλου καὶ φοβερου̃ καὶ παρατάξασθε περὶ τω̃ν ἀδελφω̃ν ὑμω̃ν υἱω̃ν ὑμω̃ν καὶ θυγατέρων ὑμω̃ν γυναικω̃ν ὑμω̃ν καὶ οἴκων ὑμω̃ν
9 καὶ ἐγένετο ἡνίκα ἤκουσαν οἱ ἐχθροὶ ἡμω̃ν ὅτι ἐγνώσθη ἡμι̃ν καὶ διεσκέδασεν ὁ θεὸς τὴν βουλὴν αὐτω̃ν καὶ ἐπεστρέψαμεν πάντες ἡμει̃ς εἰς τὸ τει̃χος ἀνὴρ εἰς τὸ ἔργον αὐτου̃
10 καὶ ἐγένετο ἀπὸ τη̃ς ἡμέρας ἐκείνης ἥμισυ τω̃ν ἐκτετιναγμένων ἐποίουν τὸ ἔργον καὶ ἥμισυ αὐτω̃ν ἀντείχοντο καὶ λόγχαι καὶ θυρεοὶ καὶ τὰ τόξα καὶ οἱ θώρακες καὶ οἱ ἄρχοντες ὀπίσω παντὸς οἴκου Ιουδα
11 τω̃ν οἰκοδομούντων ἐν τω̨̃ τείχει καὶ οἱ αἴροντες ἐν τοι̃ς ἀρτη̃ρσιν ἐν ὅπλοις ἐν μια̨̃ χειρὶ ἐποίει αὐτὸ τὸ ἔργον καὶ μία ἐκράτει τὴν βολίδα
12 καὶ οἱ οἰκοδόμοι ἀνὴρ ῥομφαίαν αὐτου̃ ἐζωσμένος ἐπὶ τὴν ὀσφὺν αὐτου̃ καὶ ὠ̨κοδομου̃σαν καὶ ὁ σαλπίζων ἐν τη̨̃ κερατίνη̨ ἐχόμενα αὐτου̃
13 καὶ εἰ̃πα πρὸς τοὺς ἐντίμους καὶ πρὸς τοὺς ἄρχοντας καὶ πρὸς τοὺς καταλοίπους του̃ λαου̃ τὸ ἔργον πλατὺ καὶ πολύ καὶ ἡμει̃ς σκορπιζόμεθα ἐπὶ του̃ τείχους μακρὰν ἀνὴρ ἀπὸ του̃ ἀδελφου̃ αὐτου̃
14 ἐν τόπω̨ οὑ̃ ἐὰν ἀκούσητε τὴν φωνὴν τη̃ς κερατίνης ἐκει̃ συναχθήσεσθε πρὸς ἡμα̃ς καὶ ὁ θεὸς ἡμω̃ν πολεμήσει περὶ ἡμω̃ν
15 καὶ ἡμει̃ς ποιου̃ντες τὸ ἔργον καὶ ἥμισυ αὐτω̃ν κρατου̃ντες τὰς λόγχας ἀπὸ ἀναβάσεως του̃ ὄρθρου ἕως ἐξόδου τω̃ν ἄστρων
16 καὶ ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ εἰ̃πα τω̨̃ λαω̨̃ αὐλίσθητε ἐν μέσω̨ Ιερουσαλημ καὶ ἔστω ὑμι̃ν ἡ νὺξ προφυλακὴ καὶ ἡ ἡμέρα ἔργον
17 καὶ ἤμην ἐγὼ καὶ οἱ ἄνδρες τη̃ς προφυλακη̃ς ὀπίσω μου καὶ οὐκ ἠ̃ν ἐξ ἡμω̃ν ἐκδιδυσκόμενος ἀνὴρ τὰ ἱμάτια αὐτου̃

ΕΣΔΡΑΣ, κεφαλίς 15

1 καὶ ἠ̃ν κραυγὴ του̃ λαου̃ καὶ γυναικω̃ν αὐτω̃ν μεγάλη πρὸς τοὺς ἀδελφοὺς αὐτω̃ν τοὺς Ιουδαίους
2 καὶ ἠ̃σάν τινες λέγοντες ἐν υἱοι̃ς ἡμω̃ν καὶ ἐν θυγατράσιν ἡμω̃ν ἡμει̃ς πολλοί καὶ λημψόμεθα σι̃τον καὶ φαγόμεθα καὶ ζησόμεθα
3 καὶ εἰσίν τινες λέγοντες ἀγροὶ ἡμω̃ν καὶ ἀμπελω̃νες ἡμω̃ν καὶ οἰκίαι ἡμω̃ν ἡμει̃ς διεγγυω̃μεν καὶ λημψόμεθα σι̃τον καὶ φαγόμεθα
4 καὶ εἰσίν τινες λέγοντες ἐδανεισάμεθα ἀργύριον εἰς φόρους του̃ βασιλέως ἀγροὶ ἡμω̃ν καὶ ἀμπελω̃νες ἡμω̃ν καὶ οἰκίαι ἡμω̃ν
5 καὶ νυ̃ν ὡς σὰρξ ἀδελφω̃ν ἡμω̃ν σὰρξ ἡμω̃ν ὡς υἱοὶ αὐτω̃ν υἱοὶ ἡμω̃ν καὶ ἰδοὺ ἡμει̃ς καταδυναστεύομεν τοὺς υἱοὺς ἡμω̃ν καὶ τὰς θυγατέρας ἡμω̃ν εἰς δούλους καὶ εἰσὶν ἀπὸ θυγατέρων ἡμω̃ν καταδυναστευόμεναι καὶ οὐκ ἔστιν δύναμις χειρω̃ν ἡμω̃ν καὶ ἀγροὶ ἡμω̃ν καὶ ἀμπελω̃νες ἡμω̃ν τοι̃ς ἐντίμοις
6 καὶ ἐλυπήθην σφόδρα καθὼς ἤκουσα τὴν κραυγὴν αὐτω̃ν καὶ τοὺς λόγους τούτους
7 καὶ ἐβουλεύσατο καρδία μου ἐπ' ἐμέ καὶ ἐμαχεσάμην πρὸς τοὺς ἐντίμους καὶ τοὺς ἄρχοντας καὶ εἰ̃πα αὐτοι̃ς ἀπαιτήσει ἀνὴρ τὸν ἀδελφὸν αὐτου̃ ὑμει̃ς ἀπαιτει̃τε καὶ ἔδωκα ἐπ' αὐτοὺς ἐκκλησίαν μεγάλην
8 καὶ εἰ̃πα αὐτοι̃ς ἡμει̃ς κεκτήμεθα τοὺς ἀδελφοὺς ἡμω̃ν τοὺς Ιουδαίους τοὺς πωλουμένους τοι̃ς ἔθνεσιν ἐν ἑκουσίω̨ ἡμω̃ν καὶ ὑμει̃ς πωλει̃τε τοὺς ἀδελφοὺς ὑμω̃ν καὶ ἡσύχασαν καὶ οὐχ εὕροσαν λόγον
9 καὶ εἰ̃πα οὐκ ἀγαθὸς ὁ λόγος ὃν ὑμει̃ς ποιει̃τε οὐχ οὕτως ἐν φόβω̨ θεου̃ ἡμω̃ν ἀπελεύσεσθε ἀπὸ ὀνειδισμου̃ τω̃ν ἐθνω̃ν τω̃ν ἐχθρω̃ν ἡμω̃ν
10 καὶ οἱ ἀδελφοί μου καὶ οἱ γνωστοί μου καὶ ἐγὼ ἐθήκαμεν ἐν αὐτοι̃ς ἀργύριον καὶ σι̃τον ἐγκαταλίπωμεν δὴ τὴν ἀπαίτησιν ταύτην
11 ἐπιστρέψατε δὴ αὐτοι̃ς ὡς σήμερον ἀγροὺς αὐτω̃ν ἀμπελω̃νας αὐτω̃ν ἐλαίας αὐτω̃ν καὶ οἰκίας αὐτω̃ν καὶ ἀπὸ του̃ ἀργυρίου τὸν σι̃τον καὶ τὸν οἰ̃νον καὶ τὸ ἔλαιον ἐξενέγκατε αὐτοι̃ς
12 καὶ εἰ̃παν ἀποδώσομεν καὶ παρ' αὐτω̃ν οὐ ζητήσομεν οὕτως ποιήσομεν καθὼς σὺ λέγεις καὶ ἐκάλεσα τοὺς ἱερει̃ς καὶ ὥρκισα αὐτοὺς ποιη̃σαι ὡς τὸ ῥη̃μα του̃το
13 καὶ τὴν ἀναβολήν μου ἐξετίναξα καὶ εἰ̃πα οὕτως ἐκτινάξαι ὁ θεὸς πάντα ἄνδρα ὃς οὐ στήσει τὸν λόγον του̃τον ἐκ του̃ οἴκου αὐτου̃ καὶ ἐκ κόπου αὐτου̃ καὶ ἔσται οὕτως ἐκτετιναγμένος καὶ κενός καὶ εἰ̃πεν πα̃σα ἡ ἐκκλησία αμην καὶ ἤ̨νεσαν τὸν κύριον καὶ ἐποίησεν ὁ λαὸς τὸ ῥη̃μα του̃το
14 ἀπὸ τη̃ς ἡμέρας ἡ̃ς ἐνετείλατό μοι εἰ̃ναι εἰς ἄρχοντα αὐτω̃ν ἐν γη̨̃ Ιουδα ἀπὸ ἔτους εἰκοστου̃ καὶ ἕως ἔτους τριακοστου̃ καὶ δευτέρου τω̨̃ Αρθασασθα ἔτη δώδεκα ἐγὼ καὶ οἱ ἀδελφοί μου βίαν αὐτω̃ν οὐκ ἔφαγον
15 καὶ τὰς βίας τὰς πρώτας ἃς πρὸ ἐμου̃ ἐβάρυναν ἐπ' αὐτοὺς καὶ ἐλάβοσαν παρ' αὐτω̃ν ἐν ἄρτοις καὶ ἐν οἴνω̨ ἔσχατον ἀργύριον δίδραχμα τεσσαράκοντα καὶ οἱ ἐκτετιναγμένοι αὐτω̃ν ἐξουσιάζονται ἐπὶ τὸν λαόν καὶ ἐγὼ οὐκ ἐποίησα οὕτως ἀπὸ προσώπου φόβου θεου̃
16 καὶ ἐν ἔργω̨ του̃ τείχους τούτων οὐκ ἐκράτησα ἀγρὸν οὐκ ἐκτησάμην καὶ πάντες οἱ συνηγμένοι ἐκει̃ ἐπὶ τὸ ἔργον
17 καὶ οἱ Ιουδαι̃οι ἑκατὸν καὶ πεντήκοντα ἄνδρες καὶ οἱ ἐρχόμενοι πρὸς ἡμα̃ς ἀπὸ τω̃ν ἐθνω̃ν τω̃ν κύκλω̨ ἡμω̃ν ἐπὶ τράπεζάν μου
18 καὶ ἠ̃ν γινόμενον εἰς ἡμέραν μίαν μόσχος εἱ̃ς καὶ πρόβατα ἓξ ἐκλεκτὰ καὶ χίμαρος ἐγίνοντό μοι καὶ ἀνὰ μέσον δέκα ἡμερω̃ν ἐν πα̃σιν οἰ̃νος τω̨̃ πλήθει καὶ σὺν τούτοις ἄρτους τη̃ς βίας οὐκ ἐζήτησα ὅτι βαρει̃α ἡ δουλεία ἐπὶ τὸν λαὸν του̃τον
19 μνήσθητί μου ὁ θεός εἰς ἀγαθὸν πάντα ὅσα ἐποίησα τω̨̃ λαω̨̃ τούτω̨

ΕΣΔΡΑΣ, κεφαλίς 16

1 καὶ ἐγένετο καθὼς ἠκούσθη τω̨̃ Σαναβαλλατ καὶ Τωβια καὶ τω̨̃ Γησαμ τω̨̃ Αραβι καὶ τοι̃ς καταλοίποις τω̃ν ἐχθρω̃ν ἡμω̃ν ὅτι ὠ̨κοδόμησα τὸ τει̃χος καὶ οὐ κατελείφθη ἐν αὐτοι̃ς πνοή ἕως του̃ καιρου̃ ἐκείνου θύρας οὐκ ἐπέστησα ἐν ται̃ς πύλαις
2 καὶ ἀπέστειλεν Σαναβαλλατ καὶ Γησαμ πρός με λέγων δευ̃ρο καὶ συναχθω̃μεν ἐπὶ τὸ αὐτὸ ἐν ται̃ς κώμαις ἐν πεδίω̨ Ωνω καὶ αὐτοὶ λογιζόμενοι ποιη̃σαί μοι πονηρίαν
3 καὶ ἀπέστειλα ἐπ' αὐτοὺς ἀγγέλους λέγων ἔργον μέγα ἐγὼ ποιω̃ καὶ οὐ δυνήσομαι καταβη̃ναι μήποτε καταπαύση̨ τὸ ἔργον ὡς ἂν τελειώσω αὐτό καταβήσομαι πρὸς ὑμα̃ς
4 καὶ ἀπέστειλαν πρός με ὡς τὸ ῥη̃μα του̃το καὶ ἀπέστειλα αὐτοι̃ς κατὰ ταυ̃τα
5 καὶ ἀπέστειλεν πρός με Σαναβαλλατ τὸν παι̃δα αὐτου̃ καὶ ἐπιστολὴν ἀνεω̨γμένην ἐν χειρὶ αὐτου̃
6 καὶ ἠ̃ν γεγραμμένον ἐν αὐτη̨̃ ἐν ἔθνεσιν ἠκούσθη ὅτι σὺ καὶ οἱ Ιουδαι̃οι λογίζεσθε ἀποστατη̃σαι διὰ του̃το σὺ οἰκοδομει̃ς τὸ τει̃χος καὶ σὺ γίνη̨ αὐτοι̃ς εἰς βασιλέα
7 καὶ πρὸς τούτοις προφήτας ἔστησας σεαυτω̨̃ ἵνα καθίση̨ς ἐν Ιερουσαλημ εἰς βασιλέα ἐν Ιουδα καὶ νυ̃ν ἀπαγγελήσονται τω̨̃ βασιλει̃ οἱ λόγοι οὑ̃τοι καὶ νυ̃ν δευ̃ρο βουλευσώμεθα ἐπὶ τὸ αὐτό
8 καὶ ἀπέστειλα πρὸς αὐτὸν λέγων οὐκ ἐγενήθη ὡς οἱ λόγοι οὑ̃τοι οὓς σὺ λέγεις ὅτι ἀπὸ καρδίας σου σὺ ψεύδη̨ αὐτούς
9 ὅτι πάντες φοβερίζουσιν ἡμα̃ς λέγοντες ἐκλυθήσονται αἱ χει̃ρες αὐτω̃ν ἀπὸ του̃ ἔργου τούτου καὶ οὐ ποιηθήσεται καὶ νυ̃ν ἐκραταίωσα τὰς χει̃ράς μου
10 καὶ ἐγὼ εἰση̃λθον εἰς οἰ̃κον Σεμεϊ υἱου̃ Δαλαια υἱου̃ Μεηταβηλ καὶ αὐτὸς συνεχόμενος καὶ εἰ̃πεν συναχθω̃μεν εἰς οἰ̃κον του̃ θεου̃ ἐν μέσω̨ αὐτου̃ καὶ κλείσωμεν τὰς θύρας αὐτου̃ ὅτι ἔρχονται νυκτὸς φονευ̃σαί σε
11 καὶ εἰ̃πα τίς ἐστιν ὁ ἀνήρ ὃς εἰσελεύσεται εἰς τὸν οἰ̃κον καὶ ζήσεται
12 καὶ ἐπέγνων καὶ ἰδοὺ ὁ θεὸς οὐκ ἀπέστειλεν αὐτόν ὅτι ἡ προφητεία λόγος κατ' ἐμου̃ καὶ Τωβιας καὶ Σαναβαλλατ ἐμισθώσαντο
13 ἐπ' ἐμὲ ὄχλον ὅπως φοβηθω̃ καὶ ποιήσω οὕτως καὶ ἁμάρτω καὶ γένωμαι αὐτοι̃ς εἰς ὄνομα πονηρόν ὅπως ὀνειδίσωσίν με
14 μνήσθητι ὁ θεός τω̨̃ Τωβια καὶ τω̨̃ Σαναβαλλατ ὡς τὰ ποιήματα αὐτου̃ ταυ̃τα καὶ τω̨̃ Νωαδια τω̨̃ προφήτη̨ καὶ τοι̃ς καταλοίποις τω̃ν προφητω̃ν οἳ ἠ̃σαν φοβερίζοντές με
15 καὶ ἐτελέσθη τὸ τει̃χος πέμπτη̨ καὶ εἰκάδι του̃ Ελουλ εἰς πεντήκοντα καὶ δύο ἡμέρας
16 καὶ ἐγένετο ἡνίκα ἤκουσαν πάντες οἱ ἐχθροὶ ἡμω̃ν καὶ ἐφοβήθησαν πάντα τὰ ἔθνη τὰ κύκλω̨ ἡμω̃ν καὶ ἐπέπεσεν φόβος σφόδρα ἐν ὀφθαλμοι̃ς αὐτω̃ν καὶ ἔγνωσαν ὅτι παρὰ του̃ θεου̃ ἡμω̃ν ἐγενήθη τελειωθη̃ναι τὸ ἔργον του̃το
17 καὶ ἐν ται̃ς ἡμέραις ἐκείναις ἀπὸ πολλω̃ν ἐντίμων Ιουδα ἐπιστολαὶ ἐπορεύοντο πρὸς Τωβιαν καὶ αἱ Τωβια ἤρχοντο πρὸς αὐτούς
18 ὅτι πολλοὶ ἐν Ιουδα ἔνορκοι ἠ̃σαν αὐτω̨̃ ὅτι γαμβρὸς ἠ̃ν του̃ Σεχενια υἱου̃ Ηραε καὶ Ιωαναν υἱὸς αὐτου̃ ἔλαβεν τὴν θυγατέρα Μεσουλαμ υἱου̃ Βαραχια εἰς γυναι̃κα
19 καὶ τοὺς λόγους αὐτου̃ ἠ̃σαν λέγοντες πρός με καὶ λόγους μου ἠ̃σαν ἐκφέροντες αὐτω̨̃ καὶ ἐπιστολὰς ἀπέστειλεν Τωβιας φοβερίσαι με
Читать далее:ΕΣΔΡΑΣ, κεφαλίς 17

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).