27 καὶ ἐν ἐγκαινίοις τείχους Ιερουσαλημ ἐζήτησαν τοὺς Λευίτας ἐν τοι̃ς τόποις αὐτω̃ν του̃ ἐνέγκαι αὐτοὺς εἰς Ιερουσαλημ ποιη̃σαι ἐγκαίνια καὶ εὐφροσύνην ἐν θωδαθα καὶ ἐν ὠ̨δαι̃ς κυμβαλίζοντες καὶ ψαλτήρια καὶ κινύραι |
28 καὶ συνήχθησαν οἱ υἱοὶ τω̃ν ἀ̨δόντων καὶ ἀπὸ τη̃ς περιχώρου κυκλόθεν εἰς Ιερουσαλημ καὶ ἀπὸ ἐπαύλεων |
29 καὶ ἀπὸ ἀγρω̃ν ὅτι ἐπαύλεις ὠ̨κοδόμησαν ἑαυτοι̃ς οἱ ἄ̨δοντες ἐν Ιερουσαλημ |
30 καὶ ἐκαθαρίσθησαν οἱ ἱερει̃ς καὶ οἱ Λευι̃ται καὶ ἐκαθάρισαν τὸν λαὸν καὶ τοὺς πυλωροὺς καὶ τὸ τει̃χος |
31 καὶ ἀνήνεγκα τοὺς ἄρχοντας Ιουδα ἐπάνω του̃ τείχους καὶ ἔστησα δύο περὶ αἰνέσεως μεγάλους καὶ διη̃λθον ἐκ δεξιω̃ν ἐπάνω του̃ τείχους τη̃ς κοπρίας |
32 καὶ ἐπορεύθη ὀπίσω αὐτω̃ν Ωσαια καὶ ἥμισυ ἀρχόντων Ιουδα |
33 καὶ Αζαριας Εσδρας καὶ Μεσουλαμ |
34 Ιουδα καὶ Βενιαμιν καὶ Σαμαια καὶ Ιερμια |
35 καὶ ἀπὸ υἱω̃ν τω̃ν ἱερέων ἐν σάλπιγξιν Ζαχαριας υἱὸς Ιωναθαν υἱὸς Σαμαια υἱὸς Μαθανια υἱὸς Μιχαια υἱὸς Ζακχουρ υἱὸς Ασαφ |
36 καὶ ἀδελφοὶ αὐτου̃ Σαμαια καὶ Οζιηλ αἰνει̃ν ἐν ὠ̨δαι̃ς Δαυιδ ἀνθρώπου του̃ θεου̃ καὶ Εσδρας ὁ γραμματεὺς ἔμπροσθεν αὐτω̃ν |
37 ἐπὶ πύλης του̃ αιν κατέναντι αὐτω̃ν ἀνέβησαν ἐπὶ κλίμακας πόλεως Δαυιδ ἐν ἀναβάσει του̃ τείχους ἐπάνωθεν του̃ οἴκου Δαυιδ καὶ ἕως πύλης του̃ ὕδατος κατὰ ἀνατολάς |
38 καὶ περὶ αἰνέσεως ἡ δευτέρα ἐπορεύετο συναντω̃σα αὐτοι̃ς καὶ ἐγὼ ὀπίσω αὐτη̃ς καὶ τὸ ἥμισυ του̃ λαου̃ ἐπάνω του̃ τείχους ὑπεράνω του̃ πύργου τω̃ν θεννουριμ καὶ ἕως του̃ τείχους του̃ πλατέος |
39 καὶ ὑπεράνω τη̃ς πύλης Εφραιμ καὶ ἐπὶ πύλην τη̃ς ισανα καὶ ἐπὶ πύλην τὴν ἰχθυηρὰν καὶ πύργω̨ Ανανεηλ καὶ ἕως πύλης τη̃ς προβατικη̃ς καὶ ἔστησαν ἐν πύλη̨ τη̃ς φυλακη̃ς |
40 καὶ ἔστησαν αἱ δύο τη̃ς αἰνέσεως ἐν οἴκω̨ του̃ θεου̃ καὶ ἐγὼ καὶ τὸ ἥμισυ τω̃ν στρατηγω̃ν μετ' ἐμου̃ |
41 καὶ οἱ ἱερει̃ς Ελιακιμ Μαασιας Βενιαμιν Μιχαιας Ελιωηναι Ζαχαριας Ανανιας ἐν σάλπιγξιν |
42 καὶ Μαασιας καὶ Σεμειας καὶ Ελεαζαρ καὶ Οζι καὶ Ιωαναν καὶ Μελχιας καὶ Αιλαμ καὶ Εζουρ καὶ ἠκούσθησαν οἱ ἄ̨δοντες καὶ ἐπεσκέπησαν |
43 καὶ ἔθυσαν ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ θυσιάσματα μεγάλα καὶ ηὐφράνθησαν ὅτι ὁ θεὸς ηὔφρανεν αὐτοὺς μεγάλως καὶ αἱ γυναι̃κες αὐτω̃ν καὶ τὰ τέκνα αὐτω̃ν ηὐφράνθησαν καὶ ἠκούσθη ἡ εὐφροσύνη ἐν Ιερουσαλημ ἀπὸ μακρόθεν |
44 καὶ κατέστησαν ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἄνδρας ἐπὶ τω̃ν γαζοφυλακίων τοι̃ς θησαυροι̃ς ται̃ς ἀπαρχαι̃ς καὶ ται̃ς δεκάταις καὶ τοι̃ς συνηγμένοις ἐν αὐτοι̃ς ἄρχουσιν τω̃ν πόλεων μερίδας τοι̃ς ἱερευ̃σι καὶ τοι̃ς Λευίταις ὅτι εὐφροσύνη ἠ̃ν ἐν Ιουδα ἐπὶ τοὺς ἱερει̃ς καὶ ἐπὶ τοὺς Λευίτας τοὺς ἑστω̃τας |
45 καὶ ἐφύλαξαν φυλακὰς θεου̃ αὐτω̃ν καὶ φυλακὰς του̃ καθαρισμου̃ καὶ τοὺς ἄ̨δοντας καὶ τοὺς πυλωροὺς ὡς ἐντολαὶ Δαυιδ καὶ Σαλωμων υἱου̃ αὐτου̃ |
46 ὅτι ἐν ἡμέραις Δαυιδ Ασαφ ἀπ' ἀρχη̃ς πρω̃τος τω̃ν ἀ̨δόντων καὶ ὕμνον καὶ αἴνεσιν τω̨̃ θεω̨̃ |
47 καὶ πα̃ς Ισραηλ ἐν ἡμέραις Ζοροβαβελ διδόντες μερίδας τω̃ν ἀ̨δόντων καὶ τω̃ν πυλωρω̃ν λόγον ἡμέρας ἐν ἡμέρα̨ αὐτου̃ καὶ ἁγιάζοντες τοι̃ς Λευίταις καὶ οἱ Λευι̃ται ἁγιάζοντες τοι̃ς υἱοι̃ς Ααρων |