ΠΡΟΣ ΓΑΛΑΤΑΣ,
κεφαλίς 3,
στἰχοι 15-29
15 ἀδελφοί κατὰ ἄνθρωπον λέγω ὅμως ἀνθρώπου κεκυρωμένην διαθήκην οὐδεὶς ἀθετει̃ ἢ ἐπιδιατάσσεται |
16 τω̨̃ δὲ ’Αβραὰμ ἐρρέθησαν αἱ ἐπαγγελίαι καὶ τω̨̃ σπέρματι αὐτου̃ οὐ λέγει καὶ τοι̃ς σπέρμασιν ὡς ἐπὶ πολλω̃ν ἀλλ' ὡς ἐφ' ἑνός καὶ τω̨̃ σπέρματί σου ὅς ἐστιν Χριστός |
17 του̃το δὲ λέγω διαθήκην προκεκυρωμένην ὑπò του̃ θεου̃ ὁ μετὰ τετρακόσια καὶ τριάκοντα ἔτη γεγονὼς νόμος οὐκ ἀκυροι̃ εἰς τò καταργη̃σαι τὴν ἐπαγγελίαν |
18 εἰ γὰρ ἐκ νόμου ἡ κληρονομία οὐκέτι ἐξ ἐπαγγελίας τω̨̃ δὲ ’Αβραὰμ δι' ἐπαγγελίας κεχάρισται ὁ θεός |
19 τί οὐ̃ν ὁ νόμος τω̃ν παραβάσεων χάριν προσετέθη ἄχρις οὑ̃ ἔλθη̨ τò σπέρμα ὡ̨̃ ἐπήγγελται διαταγεὶς δι' ἀγγέλων ἐν χειρὶ μεσίτου |
20 ὁ δὲ μεσίτης ἑνòς οὐκ ἔστιν ὁ δὲ θεòς εἱ̃ς ἐστιν |
21 ὁ οὐ̃ν νόμος κατὰ τω̃ν ἐπαγγελιω̃ν του̃ θεου̃ μὴ γένοιτο εἰ γὰρ ἐδόθη νόμος ὁ δυνάμενος ζω̨οποιη̃σαι ὄντως ἐκ νόμου ἂν ἠ̃ν ἡ δικαιοσύνη |
22 ἀλλὰ συνέκλεισεν ἡ γραφὴ τὰ πάντα ὑπò ἁμαρτίαν ἵνα ἡ ἐπαγγελία ἐκ πίστεως ’Ιησου̃ Χριστου̃ δοθη̨̃ τοι̃ς πιστεύουσιν |
23 πρò του̃ δὲ ἐλθει̃ν τὴν πίστιν ὑπò νόμον ἐφρουρούμεθα συγκλειόμενοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθη̃ναι |
24 ὥστε ὁ νόμος παιδαγωγòς ἡμω̃ν γέγονεν εἰς Χριστόν ἵνα ἐκ πίστεως δικαιωθω̃μεν |
25 ἐλθούσης δὲ τη̃ς πίστεως οὐκέτι ὑπò παιδαγωγόν ἐσμεν |
26 πάντες γὰρ υἱοὶ θεου̃ ἐστε διὰ τη̃ς πίστεως ἐν Χριστω̨̃ ’Ιησου̃ |
27 ὅσοι γὰρ εἰς Χριστòν ἐβαπτίσθητε Χριστòν ἐνεδύσασθε |
28 οὐκ ἔνι ’Ιουδαι̃ος οὐδὲ ‘Έλλην οὐκ ἔνι δου̃λος οὐδὲ ἐλεύθερος οὐκ ἔνι ἄρσεν καὶ θη̃λυ πάντες γὰρ ὑμει̃ς εἱ̃ς ἐστε ἐν Χριστω̨̃ ’Ιησου̃ |
29 εἰ δὲ ὑμει̃ς Χριστου̃ ἄρα του̃ ’Αβραὰμ σπέρμα ἐστέ κατ' ἐπαγγελίαν κληρονόμοι |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.