Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΓΕΝΕΣΙΣ, κεφαλίς 1

ἐν ἀρχη̨̃ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γη̃ν
ἡ δὲ γη̃ ἠ̃ν ἀόρατος καὶ ἀκατασκεύαστος καὶ σκότος ἐπάνω τη̃ς ἀβύσσου καὶ πνευ̃μα θεου̃ ἐπεφέρετο ἐπάνω του̃ ὕδατος
καὶ εἰ̃πεν ὁ θεός γενηθήτω φω̃ς καὶ ἐγένετο φω̃ς
καὶ εἰ̃δεν ὁ θεὸς τὸ φω̃ς ὅτι καλόν καὶ διεχώρισεν ὁ θεὸς ἀνὰ μέσον του̃ φωτὸς καὶ ἀνὰ μέσον του̃ σκότους
καὶ ἐκάλεσεν ὁ θεὸς τὸ φω̃ς ἡμέραν καὶ τὸ σκότος ἐκάλεσεν νύκτα καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωί ἡμέρα μία
καὶ εἰ̃πεν ὁ θεός γενηθήτω στερέωμα ἐν μέσω̨ του̃ ὕδατος καὶ ἔστω διαχωρίζον ἀνὰ μέσον ὕδατος καὶ ὕδατος καὶ ἐγένετο οὕτως
καὶ ἐποίησεν ὁ θεὸς τὸ στερέωμα καὶ διεχώρισεν ὁ θεὸς ἀνὰ μέσον του̃ ὕδατος ὃ ἠ̃ν ὑποκάτω του̃ στερεώματος καὶ ἀνὰ μέσον του̃ ὕδατος του̃ ἐπάνω του̃ στερεώματος
καὶ ἐκάλεσεν ὁ θεὸς τὸ στερέωμα οὐρανόν καὶ εἰ̃δεν ὁ θεὸς ὅτι καλόν καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωί ἡμέρα δευτέρα
καὶ εἰ̃πεν ὁ θεός συναχθήτω τὸ ὕδωρ τὸ ὑποκάτω του̃ οὐρανου̃ εἰς συναγωγὴν μίαν καὶ ὀφθήτω ἡ ξηρά καὶ ἐγένετο οὕτως καὶ συνήχθη τὸ ὕδωρ τὸ ὑποκάτω του̃ οὐρανου̃ εἰς τὰς συναγωγὰς αὐτω̃ν καὶ ὤφθη ἡ ξηρά
10 καὶ ἐκάλεσεν ὁ θεὸς τὴν ξηρὰν γη̃ν καὶ τὰ συστήματα τω̃ν ὑδάτων ἐκάλεσεν θαλάσσας καὶ εἰ̃δεν ὁ θεὸς ὅτι καλόν
11 καὶ εἰ̃πεν ὁ θεός βλαστησάτω ἡ γη̃ βοτάνην χόρτου σπει̃ρον σπέρμα κατὰ γένος καὶ καθ' ὁμοιότητα καὶ ξύλον κάρπιμον ποιου̃ν καρπόν οὑ̃ τὸ σπέρμα αὐτου̃ ἐν αὐτω̨̃ κατὰ γένος ἐπὶ τη̃ς γη̃ς καὶ ἐγένετο οὕτως
12 καὶ ἐξήνεγκεν ἡ γη̃ βοτάνην χόρτου σπει̃ρον σπέρμα κατὰ γένος καὶ καθ' ὁμοιότητα καὶ ξύλον κάρπιμον ποιου̃ν καρπόν οὑ̃ τὸ σπέρμα αὐτου̃ ἐν αὐτω̨̃ κατὰ γένος ἐπὶ τη̃ς γη̃ς καὶ εἰ̃δεν ὁ θεὸς ὅτι καλόν
13 καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωί ἡμέρα τρίτη
14 καὶ εἰ̃πεν ὁ θεός γενηθήτωσαν φωστη̃ρες ἐν τω̨̃ στερεώματι του̃ οὐρανου̃ εἰς φαυ̃σιν τη̃ς γη̃ς του̃ διαχωρίζειν ἀνὰ μέσον τη̃ς ἡμέρας καὶ ἀνὰ μέσον τη̃ς νυκτὸς καὶ ἔστωσαν εἰς σημει̃α καὶ εἰς καιροὺς καὶ εἰς ἡμέρας καὶ εἰς ἐνιαυτοὺς
15 καὶ ἔστωσαν εἰς φαυ̃σιν ἐν τω̨̃ στερεώματι του̃ οὐρανου̃ ὥστε φαίνειν ἐπὶ τη̃ς γη̃ς καὶ ἐγένετο οὕτως
16 καὶ ἐποίησεν ὁ θεὸς τοὺς δύο φωστη̃ρας τοὺς μεγάλους τὸν φωστη̃ρα τὸν μέγαν εἰς ἀρχὰς τη̃ς ἡμέρας καὶ τὸν φωστη̃ρα τὸν ἐλάσσω εἰς ἀρχὰς τη̃ς νυκτός καὶ τοὺς ἀστέρας
17 καὶ ἔθετο αὐτοὺς ὁ θεὸς ἐν τω̨̃ στερεώματι του̃ οὐρανου̃ ὥστε φαίνειν ἐπὶ τη̃ς γη̃ς
18 καὶ ἄρχειν τη̃ς ἡμέρας καὶ τη̃ς νυκτὸς καὶ διαχωρίζειν ἀνὰ μέσον του̃ φωτὸς καὶ ἀνὰ μέσον του̃ σκότους καὶ εἰ̃δεν ὁ θεὸς ὅτι καλόν
19 καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωί ἡμέρα τετάρτη
20 καὶ εἰ̃πεν ὁ θεός ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχω̃ν ζωσω̃ν καὶ πετεινὰ πετόμενα ἐπὶ τη̃ς γη̃ς κατὰ τὸ στερέωμα του̃ οὐρανου̃ καὶ ἐγένετο οὕτως
21 καὶ ἐποίησεν ὁ θεὸς τὰ κήτη τὰ μεγάλα καὶ πα̃σαν ψυχὴν ζώ̨ων ἑρπετω̃ν ἃ ἐξήγαγεν τὰ ὕδατα κατὰ γένη αὐτω̃ν καὶ πα̃ν πετεινὸν πτερωτὸν κατὰ γένος καὶ εἰ̃δεν ὁ θεὸς ὅτι καλά
22 καὶ ηὐλόγησεν αὐτὰ ὁ θεὸς λέγων αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὰ ὕδατα ἐν ται̃ς θαλάσσαις καὶ τὰ πετεινὰ πληθυνέσθωσαν ἐπὶ τη̃ς γη̃ς
23 καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωί ἡμέρα πέμπτη
24 καὶ εἰ̃πεν ὁ θεός ἐξαγαγέτω ἡ γη̃ ψυχὴν ζω̃σαν κατὰ γένος τετράποδα καὶ ἑρπετὰ καὶ θηρία τη̃ς γη̃ς κατὰ γένος καὶ ἐγένετο οὕτως
25 καὶ ἐποίησεν ὁ θεὸς τὰ θηρία τη̃ς γη̃ς κατὰ γένος καὶ τὰ κτήνη κατὰ γένος καὶ πάντα τὰ ἑρπετὰ τη̃ς γη̃ς κατὰ γένος αὐτω̃ν καὶ εἰ̃δεν ὁ θεὸς ὅτι καλά
26 καὶ εἰ̃πεν ὁ θεός ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν καὶ ἀρχέτωσαν τω̃ν ἰχθύων τη̃ς θαλάσσης καὶ τω̃ν πετεινω̃ν του̃ οὐρανου̃ καὶ τω̃ν κτηνω̃ν καὶ πάσης τη̃ς γη̃ς καὶ πάντων τω̃ν ἑρπετω̃ν τω̃ν ἑρπόντων ἐπὶ τη̃ς γη̃ς
27 καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον κατ' εἰκόνα θεου̃ ἐποίησεν αὐτόν ἄρσεν καὶ θη̃λυ ἐποίησεν αὐτούς
28 καὶ ηὐλόγησεν αὐτοὺς ὁ θεὸς λέγων αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γη̃ν καὶ κατακυριεύσατε αὐτη̃ς καὶ ἄρχετε τω̃ν ἰχθύων τη̃ς θαλάσσης καὶ τω̃ν πετεινω̃ν του̃ οὐρανου̃ καὶ πάντων τω̃ν κτηνω̃ν καὶ πάσης τη̃ς γη̃ς καὶ πάντων τω̃ν ἑρπετω̃ν τω̃ν ἑρπόντων ἐπὶ τη̃ς γη̃ς
29 καὶ εἰ̃πεν ὁ θεός ἰδοὺ δέδωκα ὑμι̃ν πα̃ν χόρτον σπόριμον σπει̃ρον σπέρμα ὅ ἐστιν ἐπάνω πάσης τη̃ς γη̃ς καὶ πα̃ν ξύλον ὃ ἔχει ἐν ἑαυτω̨̃ καρπὸν σπέρματος σπορίμου ὑμι̃ν ἔσται εἰς βρω̃σιν
30 καὶ πα̃σι τοι̃ς θηρίοις τη̃ς γη̃ς καὶ πα̃σι τοι̃ς πετεινοι̃ς του̃ οὐρανου̃ καὶ παντὶ ἑρπετω̨̃ τω̨̃ ἕρποντι ἐπὶ τη̃ς γη̃ς ὃ ἔχει ἐν ἑαυτω̨̃ ψυχὴν ζωη̃ς πάντα χόρτον χλωρὸν εἰς βρω̃σιν καὶ ἐγένετο οὕτως
31 καὶ εἰ̃δεν ὁ θεὸς τὰ πάντα ὅσα ἐποίησεν καὶ ἰδοὺ καλὰ λίαν καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωί ἡμέρα ἕκτη
Читать далее:ΓΕΝΕΣΙΣ, κεφαλίς 2
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).