Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΓΕΝΕΣΙΣ, κεφαλίς 2

καὶ συνετελέσθησαν ὁ οὐρανὸς καὶ ἡ γη̃ καὶ πα̃ς ὁ κόσμος αὐτω̃ν
καὶ συνετέλεσεν ὁ θεὸς ἐν τη̨̃ ἡμέρα̨ τη̨̃ ἕκτη̨ τὰ ἔργα αὐτου̃ ἃ ἐποίησεν καὶ κατέπαυσεν τη̨̃ ἡμέρα̨ τη̨̃ ἑβδόμη̨ ἀπὸ πάντων τω̃ν ἔργων αὐτου̃ ὡ̃ν ἐποίησεν
καὶ ηὐλόγησεν ὁ θεὸς τὴν ἡμέραν τὴν ἑβδόμην καὶ ἡγίασεν αὐτήν ὅτι ἐν αὐτη̨̃ κατέπαυσεν ἀπὸ πάντων τω̃ν ἔργων αὐτου̃ ὡ̃ν ἤρξατο ὁ θεὸς ποιη̃σαι
αὕτη ἡ βίβλος γενέσεως οὐρανου̃ καὶ γη̃ς ὅτε ἐγένετο ἡ̨̃ ἡμέρα̨ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γη̃ν
καὶ πα̃ν χλωρὸν ἀγρου̃ πρὸ του̃ γενέσθαι ἐπὶ τη̃ς γη̃ς καὶ πάντα χόρτον ἀγρου̃ πρὸ του̃ ἀνατει̃λαι οὐ γὰρ ἔβρεξεν ὁ θεὸς ἐπὶ τὴν γη̃ν καὶ ἄνθρωπος οὐκ ἠ̃ν ἐργάζεσθαι τὴν γη̃ν
πηγὴ δὲ ἀνέβαινεν ἐκ τη̃ς γη̃ς καὶ ἐπότιζεν πα̃ν τὸ πρόσωπον τη̃ς γη̃ς
καὶ ἔπλασεν ὁ θεὸς τὸν ἄνθρωπον χου̃ν ἀπὸ τη̃ς γη̃ς καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτου̃ πνοὴν ζωη̃ς καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζω̃σαν
καὶ ἐφύτευσεν κύριος ὁ θεὸς παράδεισον ἐν Εδεμ κατὰ ἀνατολὰς καὶ ἔθετο ἐκει̃ τὸν ἄνθρωπον ὃν ἔπλασεν
καὶ ἐξανέτειλεν ὁ θεὸς ἔτι ἐκ τη̃ς γη̃ς πα̃ν ξύλον ὡραι̃ον εἰς ὅρασιν καὶ καλὸν εἰς βρω̃σιν καὶ τὸ ξύλον τη̃ς ζωη̃ς ἐν μέσω̨ τω̨̃ παραδείσω̨ καὶ τὸ ξύλον του̃ εἰδέναι γνωστὸν καλου̃ καὶ πονηρου̃
10 ποταμὸς δὲ ἐκπορεύεται ἐξ Εδεμ ποτίζειν τὸν παράδεισον ἐκει̃θεν ἀφορίζεται εἰς τέσσαρας ἀρχάς
11 ὄνομα τω̨̃ ἑνὶ Φισων οὑ̃τος ὁ κυκλω̃ν πα̃σαν τὴν γη̃ν Ευιλατ ἐκει̃ οὑ̃ ἐστιν τὸ χρυσίον
12 τὸ δὲ χρυσίον τη̃ς γη̃ς ἐκείνης καλόν καὶ ἐκει̃ ἐστιν ὁ ἄνθραξ καὶ ὁ λίθος ὁ πράσινος
13 καὶ ὄνομα τω̨̃ ποταμω̨̃ τω̨̃ δευτέρω̨ Γηων οὑ̃τος ὁ κυκλω̃ν πα̃σαν τὴν γη̃ν Αἰθιοπίας
14 καὶ ὁ ποταμὸς ὁ τρίτος Τίγρις οὑ̃τος ὁ πορευόμενος κατέναντι 'Ασσυρίων ὁ δὲ ποταμὸς ὁ τέταρτος οὑ̃τος Εὐφράτης
15 καὶ ἔλαβεν κύριος ὁ θεὸς τὸν ἄνθρωπον ὃν ἔπλασεν καὶ ἔθετο αὐτὸν ἐν τω̨̃ παραδείσω̨ ἐργάζεσθαι αὐτὸν καὶ φυλάσσειν
16 καὶ ἐνετείλατο κύριος ὁ θεὸς τω̨̃ Αδαμ λέγων ἀπὸ παντὸς ξύλου του̃ ἐν τω̨̃ παραδείσω̨ βρώσει φάγη̨
17 ἀπὸ δὲ του̃ ξύλου του̃ γινώσκειν καλὸν καὶ πονηρόν οὐ φάγεσθε ἀπ' αὐτου̃ ἡ̨̃ δ' ἂν ἡμέρα̨ φάγητε ἀπ' αὐτου̃ θανάτω̨ ἀποθανει̃σθε
18 καὶ εἰ̃πεν κύριος ὁ θεός οὐ καλὸν εἰ̃ναι τὸν ἄνθρωπον μόνον ποιήσωμεν αὐτω̨̃ βοηθὸν κατ' αὐτόν
19 καὶ ἔπλασεν ὁ θεὸς ἔτι ἐκ τη̃ς γη̃ς πάντα τὰ θηρία του̃ ἀγρου̃ καὶ πάντα τὰ πετεινὰ του̃ οὐρανου̃ καὶ ἤγαγεν αὐτὰ πρὸς τὸν Αδαμ ἰδει̃ν τί καλέσει αὐτά καὶ πα̃ν ὃ ἐὰν ἐκάλεσεν αὐτὸ Αδαμ ψυχὴν ζω̃σαν του̃το ὄνομα αὐτου̃
20 καὶ ἐκάλεσεν Αδαμ ὀνόματα πα̃σιν τοι̃ς κτήνεσιν καὶ πα̃σι τοι̃ς πετεινοι̃ς του̃ οὐρανου̃ καὶ πα̃σι τοι̃ς θηρίοις του̃ ἀγρου̃ τω̨̃ δὲ Αδαμ οὐχ εὑρέθη βοηθὸς ὅμοιος αὐτω̨̃
21 καὶ ἐπέβαλεν ὁ θεὸς ἔκστασιν ἐπὶ τὸν Αδαμ καὶ ὕπνωσεν καὶ ἔλαβεν μίαν τω̃ν πλευρω̃ν αὐτου̃ καὶ ἀνεπλήρωσεν σάρκα ἀντ' αὐτη̃ς
22 καὶ ὠ̨κοδόμησεν κύριος ὁ θεὸς τὴν πλευράν ἣν ἔλαβεν ἀπὸ του̃ Αδαμ εἰς γυναι̃κα καὶ ἤγαγεν αὐτὴν πρὸς τὸν Αδαμ
23 καὶ εἰ̃πεν Αδαμ του̃το νυ̃ν ὀστου̃ν ἐκ τω̃ν ὀστέων μου καὶ σὰρξ ἐκ τη̃ς σαρκός μου αὕτη κληθήσεται γυνή ὅτι ἐκ του̃ ἀνδρὸς αὐτη̃ς ἐλήμφθη αὕτη
24 ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτου̃ καὶ τὴν μητέρα αὐτου̃ καὶ προσκολληθήσεται πρὸς τὴν γυναι̃κα αὐτου̃ καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν
25 καὶ ἠ̃σαν οἱ δύο γυμνοί ὅ τε Αδαμ καὶ ἡ γυνὴ αὐτου̃ καὶ οὐκ ἠ̨σχύνοντο
Читать далее:ΓΕΝΕΣΙΣ, κεφαλίς 3
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).