Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΓΕΝΕΣΙΣ, κεφαλίς 20

καὶ ἐκίνησεν ἐκει̃θεν Αβρααμ εἰς γη̃ν πρὸς λίβα καὶ ὤ̨κησεν ἀνὰ μέσον Καδης καὶ ἀνὰ μέσον Σουρ καὶ παρώ̨κησεν ἐν Γεραροις
εἰ̃πεν δὲ Αβρααμ περὶ Σαρρας τη̃ς γυναικὸς αὐτου̃ ὅτι ἀδελφή μού ἐστιν ἐφοβήθη γὰρ εἰπει̃ν ὅτι γυνή μού ἐστιν μήποτε ἀποκτείνωσιν αὐτὸν οἱ ἄνδρες τη̃ς πόλεως δι' αὐτήν ἀπέστειλεν δὲ Αβιμελεχ βασιλεὺς Γεραρων καὶ ἔλαβεν τὴν Σαρραν
καὶ εἰση̃λθεν ὁ θεὸς πρὸς Αβιμελεχ ἐν ὕπνω̨ τὴν νύκτα καὶ εἰ̃πεν ἰδοὺ σὺ ἀποθνή̨σκεις περὶ τη̃ς γυναικός ἡ̃ς ἔλαβες αὕτη δέ ἐστιν συνω̨κηκυι̃α ἀνδρί
Αβιμελεχ δὲ οὐχ ἥψατο αὐτη̃ς καὶ εἰ̃πεν κύριε ἔθνος ἀγνοου̃ν καὶ δίκαιον ἀπολει̃ς
οὐκ αὐτός μοι εἰ̃πεν ἀδελφή μού ἐστιν καὶ αὐτή μοι εἰ̃πεν ἀδελφός μού ἐστιν ἐν καθαρα̨̃ καρδία̨ καὶ ἐν δικαιοσύνη̨ χειρω̃ν ἐποίησα του̃το
εἰ̃πεν δὲ αὐτω̨̃ ὁ θεὸς καθ' ὕπνον κἀγὼ ἔγνων ὅτι ἐν καθαρα̨̃ καρδία̨ ἐποίησας του̃το καὶ ἐφεισάμην ἐγώ σου του̃ μὴ ἁμαρτει̃ν σε εἰς ἐμέ ἕνεκεν τούτου οὐκ ἀφη̃κά σε ἅψασθαι αὐτη̃ς
νυ̃ν δὲ ἀπόδος τὴν γυναι̃κα τω̨̃ ἀνθρώπω̨ ὅτι προφήτης ἐστὶν καὶ προσεύξεται περὶ σου̃ καὶ ζήση̨ εἰ δὲ μὴ ἀποδίδως γνω̃θι ὅτι ἀποθανη̨̃ σὺ καὶ πάντα τὰ σά
καὶ ὤρθρισεν Αβιμελεχ τὸ πρωὶ καὶ ἐκάλεσεν πάντας τοὺς παι̃δας αὐτου̃ καὶ ἐλάλησεν πάντα τὰ ῥήματα ταυ̃τα εἰς τὰ ὠ̃τα αὐτω̃ν ἐφοβήθησαν δὲ πάντες οἱ ἄνθρωποι σφόδρα
καὶ ἐκάλεσεν Αβιμελεχ τὸν Αβρααμ καὶ εἰ̃πεν αὐτω̨̃ τί του̃το ἐποίησας ἡμι̃ν μή τι ἡμάρτομεν εἰς σέ ὅτι ἐπήγαγες ἐπ' ἐμὲ καὶ ἐπὶ τὴν βασιλείαν μου ἁμαρτίαν μεγάλην ἔργον ὃ οὐδεὶς ποιήσει πεποίηκάς μοι
10 εἰ̃πεν δὲ Αβιμελεχ τω̨̃ Αβρααμ τί ἐνιδὼν ἐποίησας του̃το
11 εἰ̃πεν δὲ Αβρααμ εἰ̃πα γάρ ἄρα οὐκ ἔστιν θεοσέβεια ἐν τω̨̃ τόπω̨ τούτω̨ ἐμέ τε ἀποκτενου̃σιν ἕνεκεν τη̃ς γυναικός μου
12 καὶ γὰρ ἀληθω̃ς ἀδελφή μού ἐστιν ἐκ πατρός ἀλλ' οὐκ ἐκ μητρός ἐγενήθη δέ μοι εἰς γυναι̃κα
13 ἐγένετο δὲ ἡνίκα ἐξήγαγέν με ὁ θεὸς ἐκ του̃ οἴκου του̃ πατρός μου καὶ εἰ̃πα αὐτη̨̃ ταύτην τὴν δικαιοσύνην ποιήσεις ἐπ' ἐμέ εἰς πάντα τόπον οὑ̃ ἐὰν εἰσέλθωμεν ἐκει̃ εἰπὸν ἐμὲ ὅτι ἀδελφός μού ἐστιν
14 ἔλαβεν δὲ Αβιμελεχ χίλια δίδραχμα πρόβατα καὶ μόσχους καὶ παι̃δας καὶ παιδίσκας καὶ ἔδωκεν τω̨̃ Αβρααμ καὶ ἀπέδωκεν αὐτω̨̃ Σαρραν τὴν γυναι̃κα αὐτου̃
15 καὶ εἰ̃πεν Αβιμελεχ τω̨̃ Αβρααμ ἰδοὺ ἡ γη̃ μου ἐναντίον σου οὑ̃ ἐάν σοι ἀρέσκη̨ κατοίκει
16 τη̨̃ δὲ Σαρρα εἰ̃πεν ἰδοὺ δέδωκα χίλια δίδραχμα τω̨̃ ἀδελφω̨̃ σου ταυ̃τα ἔσται σοι εἰς τιμὴν του̃ προσώπου σου καὶ πάσαις ται̃ς μετὰ σου̃ καὶ πάντα ἀλήθευσον
17 προσηύξατο δὲ Αβρααμ πρὸς τὸν θεόν καὶ ἰάσατο ὁ θεὸς τὸν Αβιμελεχ καὶ τὴν γυναι̃κα αὐτου̃ καὶ τὰς παιδίσκας αὐτου̃ καὶ ἔτεκον
18 ὅτι συγκλείων συνέκλεισεν κύριος ἔξωθεν πα̃σαν μήτραν ἐν τω̨̃ οἴκω̨ του̃ Αβιμελεχ ἕνεκεν Σαρρας τη̃ς γυναικὸς Αβρααμ
Читать далее:ΓΕΝΕΣΙΣ, κεφαλίς 21
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).