Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΓΕΝΕΣΙΣ, κεφαλίς 21

καὶ κύριος ἐπεσκέψατο τὴν Σαρραν καθὰ εἰ̃πεν καὶ ἐποίησεν κύριος τη̨̃ Σαρρα καθὰ ἐλάλησεν
καὶ συλλαβου̃σα ἔτεκεν Σαρρα τω̨̃ Αβρααμ υἱὸν εἰς τὸ γη̃ρας εἰς τὸν καιρόν καθὰ ἐλάλησεν αὐτω̨̃ κύριος
καὶ ἐκάλεσεν Αβρααμ τὸ ὄνομα του̃ υἱου̃ αὐτου̃ του̃ γενομένου αὐτω̨̃ ὃν ἔτεκεν αὐτω̨̃ Σαρρα Ισαακ
περιέτεμεν δὲ Αβρααμ τὸν Ισαακ τη̨̃ ὀγδόη̨ ἡμέρα̨ καθὰ ἐνετείλατο αὐτω̨̃ ὁ θεός
Αβρααμ δὲ ἠ̃ν ἑκατὸν ἐτω̃ν ἡνίκα ἐγένετο αὐτω̨̃ Ισαακ ὁ υἱὸς αὐτου̃
εἰ̃πεν δὲ Σαρρα γέλωτά μοι ἐποίησεν κύριος ὃς γὰρ ἂν ἀκούση̨ συγχαρει̃ταί μοι
καὶ εἰ̃πεν τίς ἀναγγελει̃ τω̨̃ Αβρααμ ὅτι θηλάζει παιδίον Σαρρα ὅτι ἔτεκον υἱὸν ἐν τω̨̃ γήρει μου
καὶ ηὐξήθη τὸ παιδίον καὶ ἀπεγαλακτίσθη καὶ ἐποίησεν Αβρααμ δοχὴν μεγάλην ἡ̨̃ ἡμέρα̨ ἀπεγαλακτίσθη Ισαακ ὁ υἱὸς αὐτου̃
ἰδου̃σα δὲ Σαρρα τὸν υἱὸν Αγαρ τη̃ς Αἰγυπτίας ὃς ἐγένετο τω̨̃ Αβρααμ παίζοντα μετὰ Ισαακ του̃ υἱου̃ αὐτη̃ς
10 καὶ εἰ̃πεν τω̨̃ Αβρααμ ἔκβαλε τὴν παιδίσκην ταύτην καὶ τὸν υἱὸν αὐτη̃ς οὐ γὰρ κληρονομήσει ὁ υἱὸς τη̃ς παιδίσκης ταύτης μετὰ του̃ υἱου̃ μου Ισαακ
11 σκληρὸν δὲ ἐφάνη τὸ ῥη̃μα σφόδρα ἐναντίον Αβρααμ περὶ του̃ υἱου̃ αὐτου̃
12 εἰ̃πεν δὲ ὁ θεὸς τω̨̃ Αβρααμ μὴ σκληρὸν ἔστω τὸ ῥη̃μα ἐναντίον σου περὶ του̃ παιδίου καὶ περὶ τη̃ς παιδίσκης πάντα ὅσα ἐὰν εἴπη̨ σοι Σαρρα ἄκουε τη̃ς φωνη̃ς αὐτη̃ς ὅτι ἐν Ισαακ κληθήσεταί σοι σπέρμα
13 καὶ τὸν υἱὸν δὲ τη̃ς παιδίσκης ταύτης εἰς ἔθνος μέγα ποιήσω αὐτόν ὅτι σπέρμα σόν ἐστιν
14 ἀνέστη δὲ Αβρααμ τὸ πρωὶ καὶ ἔλαβεν ἄρτους καὶ ἀσκὸν ὕδατος καὶ ἔδωκεν Αγαρ καὶ ἐπέθηκεν ἐπὶ τὸν ὠ̃μον καὶ τὸ παιδίον καὶ ἀπέστειλεν αὐτήν ἀπελθου̃σα δὲ ἐπλανα̃το τὴν ἔρημον κατὰ τὸ φρέαρ του̃ ὅρκου
15 ἐξέλιπεν δὲ τὸ ὕδωρ ἐκ του̃ ἀσκου̃ καὶ ἔρριψεν τὸ παιδίον ὑποκάτω μια̃ς ἐλάτης
16 ἀπελθου̃σα δὲ ἐκάθητο ἀπέναντι αὐτου̃ μακρόθεν ὡσεὶ τόξου βολήν εἰ̃πεν γάρ οὐ μὴ ἴδω τὸν θάνατον του̃ παιδίου μου καὶ ἐκάθισεν ἀπέναντι αὐτου̃ ἀναβοη̃σαν δὲ τὸ παιδίον ἔκλαυσεν
17 εἰσήκουσεν δὲ ὁ θεὸς τη̃ς φωνη̃ς του̃ παιδίου ἐκ του̃ τόπου οὑ̃ ἠ̃ν καὶ ἐκάλεσεν ἄγγελος του̃ θεου̃ τὴν Αγαρ ἐκ του̃ οὐρανου̃ καὶ εἰ̃πεν αὐτη̨̃ τί ἐστιν Αγαρ μὴ φοβου̃ ἐπακήκοεν γὰρ ὁ θεὸς τη̃ς φωνη̃ς του̃ παιδίου σου ἐκ του̃ τόπου οὑ̃ ἐστιν
18 ἀνάστηθι λαβὲ τὸ παιδίον καὶ κράτησον τη̨̃ χειρί σου αὐτό εἰς γὰρ ἔθνος μέγα ποιήσω αὐτόν
19 καὶ ἀνέω̨ξεν ὁ θεὸς τοὺς ὀφθαλμοὺς αὐτη̃ς καὶ εἰ̃δεν φρέαρ ὕδατος ζω̃ντος καὶ ἐπορεύθη καὶ ἔπλησεν τὸν ἀσκὸν ὕδατος καὶ ἐπότισεν τὸ παιδίον
20 καὶ ἠ̃ν ὁ θεὸς μετὰ του̃ παιδίου καὶ ηὐξήθη καὶ κατώ̨κησεν ἐν τη̨̃ ἐρήμω̨ ἐγένετο δὲ τοξότης
21 καὶ κατώ̨κησεν ἐν τη̨̃ ἐρήμω̨ τη̨̃ Φαραν καὶ ἔλαβεν αὐτω̨̃ ἡ μήτηρ γυναι̃κα ἐκ γη̃ς Αἰγύπτου
22 ἐγένετο δὲ ἐν τω̨̃ καιρω̨̃ ἐκείνω̨ καὶ εἰ̃πεν Αβιμελεχ καὶ Οχοζαθ ὁ νυμφαγωγὸς αὐτου̃ καὶ Φικολ ὁ ἀρχιστράτηγος τη̃ς δυνάμεως αὐτου̃ πρὸς Αβρααμ λέγων ὁ θεὸς μετὰ σου̃ ἐν πα̃σιν οἱ̃ς ἐὰν ποιη̨̃ς
23 νυ̃ν οὐ̃ν ὄμοσόν μοι τὸν θεὸν μὴ ἀδικήσειν με μηδὲ τὸ σπέρμα μου μηδὲ τὸ ὄνομά μου ἀλλὰ κατὰ τὴν δικαιοσύνην ἣν ἐποίησα μετὰ σου̃ ποιήσεις μετ' ἐμου̃ καὶ τη̨̃ γη̨̃ ἡ̨̃ σὺ παρώ̨κησας ἐν αὐτη̨̃
24 καὶ εἰ̃πεν Αβρααμ ἐγὼ ὀμου̃μαι
25 καὶ ἤλεγξεν Αβρααμ τὸν Αβιμελεχ περὶ τω̃ν φρεάτων του̃ ὕδατος ὡ̃ν ἀφείλαντο οἱ παι̃δες του̃ Αβιμελεχ
26 καὶ εἰ̃πεν αὐτω̨̃ Αβιμελεχ οὐκ ἔγνων τίς ἐποίησεν τὸ πρα̃γμα του̃το οὐδὲ σύ μοι ἀπήγγειλας οὐδὲ ἐγὼ ἤκουσα ἀλλ' ἢ σήμερον
27 καὶ ἔλαβεν Αβρααμ πρόβατα καὶ μόσχους καὶ ἔδωκεν τω̨̃ Αβιμελεχ καὶ διέθεντο ἀμφότεροι διαθήκην
28 καὶ ἔστησεν Αβρααμ ἑπτὰ ἀμνάδας προβάτων μόνας
29 καὶ εἰ̃πεν Αβιμελεχ τω̨̃ Αβρααμ τί εἰσιν αἱ ἑπτὰ ἀμνάδες τω̃ν προβάτων τούτων ἃς ἔστησας μόνας
30 καὶ εἰ̃πεν Αβρααμ ὅτι τὰς ἑπτὰ ἀμνάδας ταύτας λήμψη̨ παρ' ἐμου̃ ἵνα ὠ̃σίν μοι εἰς μαρτύριον ὅτι ἐγὼ ὤρυξα τὸ φρέαρ του̃το
31 διὰ του̃το ἐπωνόμασεν τὸ ὄνομα του̃ τόπου ἐκείνου Φρέαρ ὁρκισμου̃ ὅτι ἐκει̃ ὤμοσαν ἀμφότεροι
32 καὶ διέθεντο διαθήκην ἐν τω̨̃ φρέατι του̃ ὅρκου ἀνέστη δὲ Αβιμελεχ καὶ Οχοζαθ ὁ νυμφαγωγὸς αὐτου̃ καὶ Φικολ ὁ ἀρχιστράτηγος τη̃ς δυνάμεως αὐτου̃ καὶ ἐπέστρεψαν εἰς τὴν γη̃ν τω̃ν Φυλιστιιμ
33 καὶ ἐφύτευσεν Αβρααμ ἄρουραν ἐπὶ τω̨̃ φρέατι του̃ ὅρκου καὶ ἐπεκαλέσατο ἐκει̃ τὸ ὄνομα κυρίου θεὸς αἰώνιος
34 παρώ̨κησεν δὲ Αβρααμ ἐν τη̨̃ γη̨̃ τω̃ν Φυλιστιιμ ἡμέρας πολλάς
Читать далее:ΓΕΝΕΣΙΣ, κεφαλίς 22
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).