Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΓΕΝΕΣΙΣ, κεφαλίς 22

καὶ ἐγένετο μετὰ τὰ ῥήματα ταυ̃τα ὁ θεὸς ἐπείραζεν τὸν Αβρααμ καὶ εἰ̃πεν πρὸς αὐτόν Αβρααμ Αβρααμ ὁ δὲ εἰ̃πεν ἰδοὺ ἐγώ
καὶ εἰ̃πεν λαβὲ τὸν υἱόν σου τὸν ἀγαπητόν ὃν ἠγάπησας τὸν Ισαακ καὶ πορεύθητι εἰς τὴν γη̃ν τὴν ὑψηλὴν καὶ ἀνένεγκον αὐτὸν ἐκει̃ εἰς ὁλοκάρπωσιν ἐφ' ἓν τω̃ν ὀρέων ὡ̃ν ἄν σοι εἴπω
ἀναστὰς δὲ Αβρααμ τὸ πρωὶ ἐπέσαξεν τὴν ὄνον αὐτου̃ παρέλαβεν δὲ μεθ' ἑαυτου̃ δύο παι̃δας καὶ Ισαακ τὸν υἱὸν αὐτου̃ καὶ σχίσας ξύλα εἰς ὁλοκάρπωσιν ἀναστὰς ἐπορεύθη καὶ ἠ̃λθεν ἐπὶ τὸν τόπον ὃν εἰ̃πεν αὐτω̨̃ ὁ θεός
τη̨̃ ἡμέρα̨ τη̨̃ τρίτη̨ καὶ ἀναβλέψας Αβρααμ τοι̃ς ὀφθαλμοι̃ς εἰ̃δεν τὸν τόπον μακρόθεν
καὶ εἰ̃πεν Αβρααμ τοι̃ς παισὶν αὐτου̃ καθίσατε αὐτου̃ μετὰ τη̃ς ὄνου ἐγὼ δὲ καὶ τὸ παιδάριον διελευσόμεθα ἕως ὡ̃δε καὶ προσκυνήσαντες ἀναστρέψωμεν πρὸς ὑμα̃ς
ἔλαβεν δὲ Αβρααμ τὰ ξύλα τη̃ς ὁλοκαρπώσεως καὶ ἐπέθηκεν Ισαακ τω̨̃ υἱω̨̃ αὐτου̃ ἔλαβεν δὲ καὶ τὸ πυ̃ρ μετὰ χει̃ρα καὶ τὴν μάχαιραν καὶ ἐπορεύθησαν οἱ δύο ἅμα
εἰ̃πεν δὲ Ισαακ πρὸς Αβρααμ τὸν πατέρα αὐτου̃ εἴπας πάτερ ὁ δὲ εἰ̃πεν τί ἐστιν τέκνον λέγων ἰδοὺ τὸ πυ̃ρ καὶ τὰ ξύλα που̃ ἐστιν τὸ πρόβατον τὸ εἰς ὁλοκάρπωσιν
εἰ̃πεν δὲ Αβρααμ ὁ θεὸς ὄψεται ἑαυτω̨̃ πρόβατον εἰς ὁλοκάρπωσιν τέκνον πορευθέντες δὲ ἀμφότεροι ἅμα
ἠ̃λθον ἐπὶ τὸν τόπον ὃν εἰ̃πεν αὐτω̨̃ ὁ θεός καὶ ὠ̨κοδόμησεν ἐκει̃ Αβρααμ θυσιαστήριον καὶ ἐπέθηκεν τὰ ξύλα καὶ συμποδίσας Ισαακ τὸν υἱὸν αὐτου̃ ἐπέθηκεν αὐτὸν ἐπὶ τὸ θυσιαστήριον ἐπάνω τω̃ν ξύλων
10 καὶ ἐξέτεινεν Αβρααμ τὴν χει̃ρα αὐτου̃ λαβει̃ν τὴν μάχαιραν σφάξαι τὸν υἱὸν αὐτου̃
11 καὶ ἐκάλεσεν αὐτὸν ἄγγελος κυρίου ἐκ του̃ οὐρανου̃ καὶ εἰ̃πεν αὐτω̨̃ Αβρααμ Αβρααμ ὁ δὲ εἰ̃πεν ἰδοὺ ἐγώ
12 καὶ εἰ̃πεν μὴ ἐπιβάλη̨ς τὴν χει̃ρά σου ἐπὶ τὸ παιδάριον μηδὲ ποιήση̨ς αὐτω̨̃ μηδέν νυ̃ν γὰρ ἔγνων ὅτι φοβη̨̃ τὸν θεὸν σὺ καὶ οὐκ ἐφείσω του̃ υἱου̃ σου του̃ ἀγαπητου̃ δι' ἐμέ
13 καὶ ἀναβλέψας Αβρααμ τοι̃ς ὀφθαλμοι̃ς αὐτου̃ εἰ̃δεν καὶ ἰδοὺ κριὸς εἱ̃ς κατεχόμενος ἐν φυτω̨̃ σαβεκ τω̃ν κεράτων καὶ ἐπορεύθη Αβρααμ καὶ ἔλαβεν τὸν κριὸν καὶ ἀνήνεγκεν αὐτὸν εἰς ὁλοκάρπωσιν ἀντὶ Ισαακ του̃ υἱου̃ αὐτου̃
14 καὶ ἐκάλεσεν Αβρααμ τὸ ὄνομα του̃ τόπου ἐκείνου κύριος εἰ̃δεν ἵνα εἴπωσιν σήμερον ἐν τω̨̃ ὄρει κύριος ὤφθη
15 καὶ ἐκάλεσεν ἄγγελος κυρίου τὸν Αβρααμ δεύτερον ἐκ του̃ οὐρανου̃
16 λέγων κατ' ἐμαυτου̃ ὤμοσα λέγει κύριος οὑ̃ εἵνεκεν ἐποίησας τὸ ῥη̃μα του̃το καὶ οὐκ ἐφείσω του̃ υἱου̃ σου του̃ ἀγαπητου̃ δι' ἐμέ
17 ἠ̃ μὴν εὐλογω̃ν εὐλογήσω σε καὶ πληθύνων πληθυνω̃ τὸ σπέρμα σου ὡς τοὺς ἀστέρας του̃ οὐρανου̃ καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χει̃λος τη̃ς θαλάσσης καὶ κληρονομήσει τὸ σπέρμα σου τὰς πόλεις τω̃ν ὑπεναντίων
18 καὶ ἐνευλογηθήσονται ἐν τω̨̃ σπέρματί σου πάντα τὰ ἔθνη τη̃ς γη̃ς ἀνθ' ὡ̃ν ὑπήκουσας τη̃ς ἐμη̃ς φωνη̃ς
19 ἀπεστράφη δὲ Αβρααμ πρὸς τοὺς παι̃δας αὐτου̃ καὶ ἀναστάντες ἐπορεύθησαν ἅμα ἐπὶ τὸ φρέαρ του̃ ὅρκου καὶ κατώ̨κησεν Αβρααμ ἐπὶ τω̨̃ φρέατι του̃ ὅρκου
20 ἐγένετο δὲ μετὰ τὰ ῥήματα ταυ̃τα καὶ ἀνηγγέλη τω̨̃ Αβρααμ λέγοντες ἰδοὺ τέτοκεν Μελχα καὶ αὐτὴ υἱοὺς Ναχωρ τω̨̃ ἀδελφω̨̃ σου
21 τὸν Ωξ πρωτότοκον καὶ τὸν Βαυξ ἀδελφὸν αὐτου̃ καὶ τὸν Καμουηλ πατέρα Σύρων
22 καὶ τὸν Χασαδ καὶ τὸν Αζαυ καὶ τὸν Φαλδας καὶ τὸν Ιεδλαφ καὶ τὸν Βαθουηλ
23 καὶ Βαθουηλ ἐγέννησεν τὴν Ρεβεκκαν ὀκτὼ οὑ̃τοι υἱοί οὓς ἔτεκεν Μελχα τω̨̃ Ναχωρ τω̨̃ ἀδελφω̨̃ Αβρααμ
24 καὶ ἡ παλλακὴ αὐτου̃ ἡ̨̃ ὄνομα Ρεημα ἔτεκεν καὶ αὐτὴ τὸν Ταβεκ καὶ τὸν Γααμ καὶ τὸν Τοχος καὶ τὸν Μωχα
Читать далее:ΓΕΝΕΣΙΣ, κεφαλίς 23
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).