Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ, κεφαλίς 8

1 κεφάλαιον δὲ ἐπὶ τοι̃ς λεγομένοις τοιου̃τον ἔχομεν ἀρχιερέα ὃς ἐκάθισεν ἐν δεξια̨̃ του̃ θρόνου τη̃ς μεγαλωσύνης ἐν τοι̃ς οὐρανοι̃ς
2 τω̃ν ἁγίων λειτουργòς καὶ τη̃ς σκηνη̃ς τη̃ς ἀληθινη̃ς ἣν ἔπηξεν ὁ κύριος οὐκ ἄνθρωπος
3 πα̃ς γὰρ ἀρχιερεὺς εἰς τò προσφέρειν δω̃ρά τε καὶ θυσίας καθίσταται ὅθεν ἀναγκαι̃ον ἔχειν τι καὶ του̃τον ὃ προσενέγκη̨
4 εἰ μὲν οὐ̃ν ἠ̃ν ἐπὶ γη̃ς οὐδ' ἂν ἠ̃ν ἱερεύς ὄντων τω̃ν προσφερόντων κατὰ νόμον τὰ δω̃ρα
5 οἵτινες ὑποδείγματι καὶ σκια̨̃ λατρεύουσιν τω̃ν ἐπουρανίων καθὼς κεχρημάτισται Μωϋση̃ς μέλλων ἐπιτελει̃ν τὴν σκηνήν ὅρα γάρ φησίν ποιήσεις πάντα κατὰ τòν τύπον τòν δειχθέντα σοι ἐν τω̨̃ ὄρει
6 νυνὶ δὲ διαφορωτέρας τέτυχεν λειτουργίας ὅσω̨ καὶ κρείττονός ἐστιν διαθήκης μεσίτης ἥτις ἐπὶ κρείττοσιν ἐπαγγελίαις νενομοθέτηται
7 εἰ γὰρ ἡ πρώτη ἐκείνη ἠ̃ν ἄμεμπτος οὐκ ἂν δευτέρας ἐζητει̃το τόπος
8 μεμφόμενος γὰρ αὐτοὺς λέγει ἰδοὺ ἡμέραι ἔρχονται λέγει κύριος καὶ συντελέσω ἐπὶ τòν οἰ̃κον ’Ισραὴλ καὶ ἐπὶ τòν οἰ̃κον ’Ιούδα διαθήκην καινήν
9 οὐ κατὰ τὴν διαθήκην ἣν ἐποίησα τοι̃ς πατράσιν αὐτω̃ν ἐν ἡμέρα̨ ἐπιλαβομένου μου τη̃ς χειρòς αὐτω̃ν ἐξαγαγει̃ν αὐτοὺς ἐκ γη̃ς Αἰγύπτου ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τη̨̃ διαθήκη̨ μου κἀγὼ ἠμέλησα αὐτω̃ν λέγει κύριος
10 ὅτι αὕτη ἡ διαθήκη ἣν διαθήσομαι τω̨̃ οἴκω̨ ’Ισραὴλ μετὰ τὰς ἡμέρας ἐκείνας λέγει κύριος διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτω̃ν καὶ ἐπὶ καρδίας αὐτω̃ν ἐπιγράψω αὐτούς καὶ ἔσομαι αὐτοι̃ς εἰς θεòν καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν
11 καὶ οὐ μὴ διδάξωσιν ἕκαστος τòν πολίτην αὐτου̃ καὶ ἕκαστος τòν ἀδελφòν αὐτου̃ λέγων γνω̃θι τòν κύριον ὅτι πάντες εἰδήσουσίν με ἀπò μικρου̃ ἕως μεγάλου αὐτω̃ν
12 ὅτι ἵλεως ἔσομαι ται̃ς ἀδικίαις αὐτω̃ν καὶ τω̃ν ἁμαρτιω̃ν αὐτω̃ν οὐ μὴ μνησθω̃ ἔτι
13 ἐν τω̨̃ λέγειν καινὴν πεπαλαίωκεν τὴν πρώτην τò δὲ παλαιούμενον καὶ γηράσκον ἐγγὺς ἀφανισμου̃

ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ, κεφαλίς 9

1 εἰ̃χε μὲν οὐ̃ν καὶ ἡ πρώτη δικαιώματα λατρείας τό τε ἅγιον κοσμικόν
2 σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτη ἐν ἡ̨̃ ἥ τε λυχνία καὶ ἡ τράπεζα καὶ ἡ πρόθεσις τω̃ν ἄρτων ἥτις λέγεται ἅγια
3 μετὰ δὲ τò δεύτερον καταπέτασμα σκηνὴ ἡ λεγομένη ἅγια ἁγίων
4 χρυσου̃ν ἔχουσα θυμιατήριον καὶ τὴν κιβωτòν τη̃ς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίω̨ ἐν ἡ̨̃ στάμνος χρυση̃ ἔχουσα τò μάννα καὶ ἡ ῥάβδος ’Ααρὼν ἡ βλαστήσασα καὶ αἱ πλάκες τη̃ς διαθήκης
5 ὑπεράνω δὲ αὐτη̃ς Χερουβὶν δόξης κατασκιάζοντα τò ἱλαστήριον περὶ ὡ̃ν οὐκ ἔστιν νυ̃ν λέγειν κατὰ μέρος
6 τούτων δὲ οὕτως κατεσκευασμένων εἰς μὲν τὴν πρώτην σκηνὴν διὰ παντòς εἰσίασιν οἱ ἱερει̃ς τὰς λατρείας ἐπιτελου̃ντες
7 εἰς δὲ τὴν δευτέραν ἅπαξ του̃ ἐνιαυτου̃ μόνος ὁ ἀρχιερεύς οὐ χωρὶς αἵματος ὃ προσφέρει ὑπὲρ ἑαυτου̃ καὶ τω̃ν του̃ λαου̃ ἀγνοημάτων
8 του̃το δηλου̃ντος του̃ πνεύματος του̃ ἁγίου μήπω πεφανερω̃σθαι τὴν τω̃ν ἁγίων ὁδòν ἔτι τη̃ς πρώτης σκηνη̃ς ἐχούσης στάσιν
9 ἥτις παραβολὴ εἰς τòν καιρòν τòν ἐνεστηκότα καθ' ἣν δω̃ρά τε καὶ θυσίαι προσφέρονται μὴ δυνάμεναι κατὰ συνείδησιν τελειω̃σαι τòν λατρεύοντα
10 μόνον ἐπὶ βρώμασιν καὶ πόμασιν καὶ διαφόροις βαπτισμοι̃ς δικαιώματα σαρκòς μέχρι καιρου̃ διορθώσεως ἐπικείμενα
11 Χριστòς δὲ παραγενόμενος ἀρχιερεὺς τω̃ν γενομένων ἀγαθω̃ν διὰ τη̃ς μείζονος καὶ τελειοτέρας σκηνη̃ς οὐ χειροποιήτου του̃τ' ἔστιν οὐ ταύτης τη̃ς κτίσεως
12 οὐδὲ δι' αἵματος τράγων καὶ μόσχων διὰ δὲ του̃ ἰδίου αἵματος εἰση̃λθεν ἐφάπαξ εἰς τὰ ἅγια αἰωνίαν λύτρωσιν εὑράμενος
13 εἰ γὰρ τò αἱ̃μα τράγων καὶ ταύρων καὶ σποδòς δαμάλεως ῥαντίζουσα τοὺς κεκοινωμένους ἁγιάζει πρòς τὴν τη̃ς σαρκòς καθαρότητα
14 πόσω̨ μα̃λλον τò αἱ̃μα του̃ Χριστου̃ ὃς διὰ πνεύματος αἰωνίου ἑαυτòν προσήνεγκεν ἄμωμον τω̨̃ θεω̨̃ καθαριει̃ τὴν συνείδησιν ἡμω̃ν ἀπò νεκρω̃ν ἔργων εἰς τò λατρεύειν θεω̨̃ ζω̃ντι
15 καὶ διὰ του̃το διαθήκης καινη̃ς μεσίτης ἐστίν ὅπως θανάτου γενομένου εἰς ἀπολύτρωσιν τω̃ν ἐπὶ τη̨̃ πρώτη̨ διαθήκη̨ παραβάσεων τὴν ἐπαγγελίαν λάβωσιν οἱ κεκλημένοι τη̃ς αἰωνίου κληρονομίας
16 ὅπου γὰρ διαθήκη θάνατον ἀνάγκη φέρεσθαι του̃ διαθεμένου
17 διαθήκη γὰρ ἐπὶ νεκροι̃ς βεβαία ἐπεὶ μήποτε ἰσχύει ὅτε ζη̨̃ ὁ διαθέμενος
18 ὅθεν οὐδὲ ἡ πρώτη χωρὶς αἵματος ἐγκεκαίνισται
19 λαληθείσης γὰρ πάσης ἐντολη̃ς κατὰ τòν νόμον ὑπò Μωϋσέως παντὶ τω̨̃ λαω̨̃ λαβὼν τò αἱ̃μα τω̃ν μόσχων καὶ τω̃ν τράγων μετὰ ὕδατος καὶ ἐρίου κοκκίνου καὶ ὑσσώπου αὐτό τε τò βιβλίον καὶ πάντα τòν λαòν ἐράντισεν
20 λέγων του̃το τò αἱ̃μα τη̃ς διαθήκης ἡ̃ς ἐνετείλατο πρòς ὑμα̃ς ὁ θεός
21 καὶ τὴν σκηνὴν δὲ καὶ πάντα τὰ σκεύη τη̃ς λειτουργίας τω̨̃ αἵματι ὁμοίως ἐράντισεν
22 καὶ σχεδòν ἐν αἵματι πάντα καθαρίζεται κατὰ τòν νόμον καὶ χωρὶς αἱματεκχυσίας οὐ γίνεται ἄφεσις
23 ἀνάγκη οὐ̃ν τὰ μὲν ὑποδείγματα τω̃ν ἐν τοι̃ς οὐρανοι̃ς τούτοις καθαρίζεσθαι αὐτὰ δὲ τὰ ἐπουράνια κρείττοσιν θυσίαις παρὰ ταύτας
24 οὐ γὰρ εἰς χειροποίητα εἰση̃λθεν ἅγια Χριστός ἀντίτυπα τω̃ν ἀληθινω̃ν ἀλλ' εἰς αὐτòν τòν οὐρανόν νυ̃ν ἐμφανισθη̃ναι τω̨̃ προσώπω̨ του̃ θεου̃ ὑπὲρ ἡμω̃ν
25 οὐδ' ἵνα πολλάκις προσφέρη̨ ἑαυτόν ὥσπερ ὁ ἀρχιερεὺς εἰσέρχεται εἰς τὰ ἅγια κατ' ἐνιαυτòν ἐν αἵματι ἀλλοτρίω̨
26 ἐπεὶ ἔδει αὐτòν πολλάκις παθει̃ν ἀπò καταβολη̃ς κόσμου νυνὶ δὲ ἅπαξ ἐπὶ συντελεία̨ τω̃ν αἰώνων εἰς ἀθέτησιν τη̃ς ἁμαρτίας διὰ τη̃ς θυσίας αὐτου̃ πεφανέρωται
27 καὶ καθ' ὅσον ἀπόκειται τοι̃ς ἀνθρώποις ἅπαξ ἀποθανει̃ν μετὰ δὲ του̃το κρίσις
28 οὕτως καὶ ὁ Χριστός ἅπαξ προσενεχθεὶς εἰς τò πολλω̃ν ἀνενεγκει̃ν ἁμαρτίας ἐκ δευτέρου χωρὶς ἁμαρτίας ὀφθήσεται τοι̃ς αὐτòν ἀπεκδεχομένοις εἰς σωτηρίαν

ΠΡΟΣ ΕΒΡΑΙΟΥΣ, κεφαλίς 10

1 σκιὰν γὰρ ἔχων ὁ νόμος τω̃ν μελλόντων ἀγαθω̃ν οὐκ αὐτὴν τὴν εἰκόνα τω̃ν πραγμάτων κατ' ἐνιαυτòν ται̃ς αὐται̃ς θυσίαις ἃς προσφέρουσιν εἰς τò διηνεκὲς οὐδέποτε δύναται τοὺς προσερχομένους τελειω̃σαι
2 ἐπεὶ οὐκ ἂν ἐπαύσαντο προσφερόμεναι διὰ τò μηδεμίαν ἔχειν ἔτι συνείδησιν ἁμαρτιω̃ν τοὺς λατρεύοντας ἅπαξ κεκαθαρισμένους
3 ἀλλ' ἐν αὐται̃ς ἀνάμνησις ἁμαρτιω̃ν κατ' ἐνιαυτόν
4 ἀδύνατον γὰρ αἱ̃μα ταύρων καὶ τράγων ἀφαιρει̃ν ἁμαρτίας
5 διò εἰσερχόμενος εἰς τòν κόσμον λέγει θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας σω̃μα δὲ κατηρτίσω μοι
6 ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ εὐδόκησας
7 τότε εἰ̃πον ἰδοὺ ἥκω ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμου̃ του̃ ποιη̃σαι ὁ θεός τò θέλημά σου
8 ἀνώτερον λέγων ὅτι θυσίας καὶ προσφορὰς καὶ ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ἠθέλησας οὐδὲ εὐδόκησας αἵτινες κατὰ νόμον προσφέρονται
9 τότε εἴρηκεν ἰδοὺ ἥκω του̃ ποιη̃σαι τò θέλημά σου ἀναιρει̃ τò πρω̃τον ἵνα τò δεύτερον στήση̨
10 ἐν ὡ̨̃ θελήματι ἡγιασμένοι ἐσμὲν διὰ τη̃ς προσφορα̃ς του̃ σώματος ’Ιησου̃ Χριστου̃ ἐφάπαξ
11 καὶ πα̃ς μὲν ἱερεὺς ἕστηκεν καθ' ἡμέραν λειτουργω̃ν καὶ τὰς αὐτὰς πολλάκις προσφέρων θυσίας αἵτινες οὐδέποτε δύνανται περιελει̃ν ἁμαρτίας
12 οὑ̃τος δὲ μίαν ὑπὲρ ἁμαρτιω̃ν προσενέγκας θυσίαν εἰς τò διηνεκὲς ἐκάθισεν ἐν δεξια̨̃ του̃ θεου̃
13 τò λοιπòν ἐκδεχόμενος ἕως τεθω̃σιν οἱ ἐχθροὶ αὐτου̃ ὑποπόδιον τω̃ν ποδω̃ν αὐτου̃
14 μια̨̃ γὰρ προσφορα̨̃ τετελείωκεν εἰς τò διηνεκὲς τοὺς ἁγιαζομένους
15 μαρτυρει̃ δὲ ἡμι̃ν καὶ τò πνευ̃μα τò ἅγιον μετὰ γὰρ τò εἰρηκέναι
16 αὕτη ἡ διαθήκη ἣν διαθήσομαι πρòς αὐτοὺς μετὰ τὰς ἡμέρας ἐκείνας λέγει κύριος διδοὺς νόμους μου ἐπὶ καρδίας αὐτω̃ν καὶ ἐπὶ τὴν διάνοιαν αὐτω̃ν ἐπιγράψω αὐτούς
17 καὶ τω̃ν ἁμαρτιω̃ν αὐτω̃ν καὶ τω̃ν ἀνομιω̃ν αὐτω̃ν οὐ μὴ μνησθήσομαι ἔτι
18 ὅπου δὲ ἄφεσις τούτων οὐκέτι προσφορὰ περὶ ἁμαρτίας
19 ἔχοντες οὐ̃ν ἀδελφοί παρρησίαν εἰς τὴν εἴσοδον τω̃ν ἁγίων ἐν τω̨̃ αἵματι ’Ιησου̃
20 ἣν ἐνεκαίνισεν ἡμι̃ν ὁδòν πρόσφατον καὶ ζω̃σαν διὰ του̃ καταπετάσματος του̃τ' ἔστιν τη̃ς σαρκòς αὐτου̃
21 καὶ ἱερέα μέγαν ἐπὶ τòν οἰ̃κον του̃ θεου̃
22 προσερχώμεθα μετὰ ἀληθινη̃ς καρδίας ἐν πληροφορία̨ πίστεως ῥεραντισμένοι τὰς καρδίας ἀπò συνειδήσεως πονηρα̃ς καὶ λελουσμένοι τò σω̃μα ὕδατι καθαρω̨̃
23 κατέχωμεν τὴν ὁμολογίαν τη̃ς ἐλπίδος ἀκλινη̃ πιστòς γὰρ ὁ ἐπαγγειλάμενος
24 καὶ κατανοω̃μεν ἀλλήλους εἰς παροξυσμòν ἀγάπης καὶ καλω̃ν ἔργων
25 μὴ ἐγκαταλείποντες τὴν ἐπισυναγωγὴν ἑαυτω̃ν καθὼς ἔθος τισίν ἀλλὰ παρακαλου̃ντες καὶ τοσούτω̨ μα̃λλον ὅσω̨ βλέπετε ἐγγίζουσαν τὴν ἡμέραν
26 ἑκουσίως γὰρ ἁμαρτανόντων ἡμω̃ν μετὰ τò λαβει̃ν τὴν ἐπίγνωσιν τη̃ς ἀληθείας οὐκέτι περὶ ἁμαρτιω̃ν ἀπολείπεται θυσία
27 φοβερὰ δέ τις ἐκδοχὴ κρίσεως καὶ πυρòς ζη̃λος ἐσθίειν μέλλοντος τοὺς ὑπεναντίους
28 ἀθετήσας τις νόμον Μωϋσέως χωρὶς οἰκτιρμω̃ν ἐπὶ δυσὶν ἢ τρισὶν μάρτυσιν ἀποθνή̨σκει
29 πόσω̨ δοκει̃τε χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τòν υἱòν του̃ θεου̃ καταπατήσας καὶ τò αἱ̃μα τη̃ς διαθήκης κοινòν ἡγησάμενος ἐν ὡ̨̃ ἡγιάσθη καὶ τò πνευ̃μα τη̃ς χάριτος ἐνυβρίσας
30 οἴδαμεν γὰρ τòν εἰπόντα ἐμοὶ ἐκδίκησις ἐγὼ ἀνταποδώσω καὶ πάλιν κρινει̃ κύριος τòν λαòν αὐτου̃
31 φοβερòν τò ἐμπεσει̃ν εἰς χει̃ρας θεου̃ ζω̃ντος
32 ἀναμιμνή̨σκεσθε δὲ τὰς πρότερον ἡμέρας ἐν αἱ̃ς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων
33 του̃το μὲν ὀνειδισμοι̃ς τε καὶ θλίψεσιν θεατριζόμενοι του̃το δὲ κοινωνοὶ τω̃ν οὕτως ἀναστρεφομένων γενηθέντες
34 καὶ γὰρ τοι̃ς δεσμίοις συνεπαθήσατε καὶ τὴν ἁρπαγὴν τω̃ν ὑπαρχόντων ὑμω̃ν μετὰ χαρα̃ς προσεδέξασθε γινώσκοντες ἔχειν ἑαυτοὺς κρείττονα ὕπαρξιν καὶ μένουσαν
35 μὴ ἀποβάλητε οὐ̃ν τὴν παρρησίαν ὑμω̃ν ἥτις ἔχει μεγάλην μισθαποδοσίαν
36 ὑπομονη̃ς γὰρ ἔχετε χρείαν ἵνα τò θέλημα του̃ θεου̃ ποιήσαντες κομίσησθε τὴν ἐπαγγελίαν
37 ἔτι γὰρ μικρòν ὅσον ὅσον ὁ ἐρχόμενος ἥξει καὶ οὐ χρονίσει
38 ὁ δὲ δίκαιός μου ἐκ πίστεως ζήσεται καὶ ἐὰν ὑποστείληται οὐκ εὐδοκει̃ ἡ ψυχή μου ἐν αὐτω̨̃
39 ἡμει̃ς δὲ οὐκ ἐσμὲν ὑποστολη̃ς εἰς ἀπώλειαν ἀλλὰ πίστεως εἰς περιποίησιν ψυχη̃ς

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).