Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΗΣΑΙΑΣ, κεφαλίς 1

1 ὅρασις ἣν εἰ̃δεν Ησαιας υἱὸς Αμως ἣν εἰ̃δεν κατὰ τη̃ς Ιουδαίας καὶ κατὰ Ιερουσαλημ ἐν βασιλεία̨ Οζιου καὶ Ιωαθαμ καὶ Αχαζ καὶ Εζεκιου οἳ ἐβασίλευσαν τη̃ς Ιουδαίας
2 ἄκουε οὐρανέ καὶ ἐνωτίζου γη̃ ὅτι κύριος ἐλάλησεν υἱοὺς ἐγέννησα καὶ ὕψωσα αὐτοὶ δέ με ἠθέτησαν
3 ἔγνω βου̃ς τὸν κτησάμενον καὶ ὄνος τὴν φάτνην του̃ κυρίου αὐτου̃ Ισραηλ δέ με οὐκ ἔγνω καὶ ὁ λαός με οὐ συνη̃κεν
4 οὐαὶ ἔθνος ἁμαρτωλόν λαὸς πλήρης ἁμαρτιω̃ν σπέρμα πονηρόν υἱοὶ ἄνομοι ἐγκατελίπατε τὸν κύριον καὶ παρωργίσατε τὸν ἅγιον του̃ Ισραηλ
5 τί ἔτι πληγη̃τε προστιθέντες ἀνομίαν πα̃σα κεφαλὴ εἰς πόνον καὶ πα̃σα καρδία εἰς λύπην
6 ἀπὸ ποδω̃ν ἕως κεφαλη̃ς οὔτε τραυ̃μα οὔτε μώλωψ οὔτε πληγὴ φλεγμαίνουσα οὐκ ἔστιν μάλαγμα ἐπιθει̃ναι οὔτε ἔλαιον οὔτε καταδέσμους
7 ἡ γη̃ ὑμω̃ν ἔρημος αἱ πόλεις ὑμω̃ν πυρίκαυστοι τὴν χώραν ὑμω̃ν ἐνώπιον ὑμω̃ν ἀλλότριοι κατεσθίουσιν αὐτήν καὶ ἠρήμωται κατεστραμμένη ὑπὸ λαω̃ν ἀλλοτρίων
8 ἐγκαταλειφθήσεται ἡ θυγάτηρ Σιων ὡς σκηνὴ ἐν ἀμπελω̃νι καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυηράτω̨ ὡς πόλις πολιορκουμένη
9 καὶ εἰ μὴ κύριος σαβαωθ ἐγκατέλιπεν ἡμι̃ν σπέρμα ὡς Σοδομα ἂν ἐγενήθημεν καὶ ὡς Γομορρα ἂν ὡμοιώθημεν
10 ἀκούσατε λόγον κυρίου ἄρχοντες Σοδομων προσέχετε νόμον θεου̃ λαὸς Γομορρας
11 τί μοι πλη̃θος τω̃ν θυσιω̃ν ὑμω̃ν λέγει κύριος πλήρης εἰμὶ ὁλοκαυτωμάτων κριω̃ν καὶ στέαρ ἀρνω̃ν καὶ αἱ̃μα ταύρων καὶ τράγων οὐ βούλομαι
12 οὐδ' ἐὰν ἔρχησθε ὀφθη̃ναί μοι τίς γὰρ ἐξεζήτησεν ταυ̃τα ἐκ τω̃ν χειρω̃ν ὑμω̃ν πατει̃ν τὴν αὐλήν μου
13 οὐ προσθήσεσθε ἐὰν φέρητε σεμίδαλιν μάταιον θυμίαμα βδέλυγμά μοί ἐστιν τὰς νουμηνίας ὑμω̃ν καὶ τὰ σάββατα καὶ ἡμέραν μεγάλην οὐκ ἀνέχομαι νηστείαν καὶ ἀργίαν
14 καὶ τὰς νουμηνίας ὑμω̃ν καὶ τὰς ἑορτὰς ὑμω̃ν μισει̃ ἡ ψυχή μου ἐγενήθητέ μοι εἰς πλησμονήν οὐκέτι ἀνήσω τὰς ἁμαρτίας ὑμω̃ν
15 ὅταν τὰς χει̃ρας ἐκτείνητε πρός με ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ' ὑμω̃ν καὶ ἐὰν πληθύνητε τὴν δέησιν οὐκ εἰσακούσομαι ὑμω̃ν αἱ γὰρ χει̃ρες ὑμω̃ν αἵματος πλήρεις
16 λούσασθε καθαροὶ γένεσθε ἀφέλετε τὰς πονηρίας ἀπὸ τω̃ν ψυχω̃ν ὑμω̃ν ἀπέναντι τω̃ν ὀφθαλμω̃ν μου παύσασθε ἀπὸ τω̃ν πονηριω̃ν ὑμω̃ν
17 μάθετε καλὸν ποιει̃ν ἐκζητήσατε κρίσιν ῥύσασθε ἀδικούμενον κρίνατε ὀρφανω̨̃ καὶ δικαιώσατε χήραν
18 καὶ δευ̃τε καὶ διελεγχθω̃μεν λέγει κύριος καὶ ἐὰν ὠ̃σιν αἱ ἁμαρτίαι ὑμω̃ν ὡς φοινικου̃ν ὡς χιόνα λευκανω̃ ἐὰν δὲ ὠ̃σιν ὡς κόκκινον ὡς ἔριον λευκανω̃
19 καὶ ἐὰν θέλητε καὶ εἰσακούσητέ μου τὰ ἀγαθὰ τη̃ς γη̃ς φάγεσθε
20 ἐὰν δὲ μὴ θέλητε μηδὲ εἰσακούσητέ μου μάχαιρα ὑμα̃ς κατέδεται τὸ γὰρ στόμα κυρίου ἐλάλησεν ταυ̃τα
21 πω̃ς ἐγένετο πόρνη πόλις πιστὴ Σιων πλήρης κρίσεως ἐν ἡ̨̃ δικαιοσύνη ἐκοιμήθη ἐν αὐτη̨̃ νυ̃ν δὲ φονευταί
22 τὸ ἀργύριον ὑμω̃ν ἀδόκιμον οἱ κάπηλοί σου μίσγουσι τὸν οἰ̃νον ὕδατι
23 οἱ ἄρχοντές σου ἀπειθου̃σιν κοινωνοὶ κλεπτω̃ν ἀγαπω̃ντες δω̃ρα διώκοντες ἀνταπόδομα ὀρφανοι̃ς οὐ κρίνοντες καὶ κρίσιν χηρω̃ν οὐ προσέχοντες
24 διὰ του̃το τάδε λέγει ὁ δεσπότης κύριος σαβαωθ οὐαὶ οἱ ἰσχύοντες Ισραηλ οὐ παύσεται γάρ μου ὁ θυμὸς ἐν τοι̃ς ὑπεναντίοις καὶ κρίσιν ἐκ τω̃ν ἐχθρω̃ν μου ποιήσω
25 καὶ ἐπάξω τὴν χει̃ρά μου ἐπὶ σὲ καὶ πυρώσω σε εἰς καθαρόν τοὺς δὲ ἀπειθου̃ντας ἀπολέσω καὶ ἀφελω̃ πάντας ἀνόμους ἀπὸ σου̃ καὶ πάντας ὑπερηφάνους ταπεινώσω
26 καὶ ἐπιστήσω τοὺς κριτάς σου ὡς τὸ πρότερον καὶ τοὺς συμβούλους σου ὡς τὸ ἀπ' ἀρχη̃ς καὶ μετὰ ταυ̃τα κληθήση̨ πόλις δικαιοσύνης μητρόπολις πιστὴ Σιων
27 μετὰ γὰρ κρίματος σωθήσεται ἡ αἰχμαλωσία αὐτη̃ς καὶ μετὰ ἐλεημοσύνης
28 καὶ συντριβήσονται οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα καὶ οἱ ἐγκαταλείποντες τὸν κύριον συντελεσθήσονται
29 διότι αἰσχυνθήσονται ἐπὶ τοι̃ς εἰδώλοις αὐτω̃ν ἃ αὐτοὶ ἠβούλοντο καὶ ἐπη̨σχύνθησαν ἐπὶ τοι̃ς κήποις αὐτω̃ν ἃ ἐπεθύμησαν
30 ἔσονται γὰρ ὡς τερέβινθος ἀποβεβληκυι̃α τὰ φύλλα καὶ ὡς παράδεισος ὕδωρ μὴ ἔχων
31 καὶ ἔσται ἡ ἰσχὺς αὐτω̃ν ὡς καλάμη στιππύου καὶ αἱ ἐργασίαι αὐτω̃ν ὡς σπινθη̃ρες πυρός καὶ κατακαυθήσονται οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα καὶ οὐκ ἔσται ὁ σβέσων

ΗΣΑΙΑΣ, κεφαλίς 2

1 ὁ λόγος ὁ γενόμενος παρὰ κυρίου πρὸς Ησαιαν υἱὸν Αμως περὶ τη̃ς Ιουδαίας καὶ περὶ Ιερουσαλημ
2 ὅτι ἔσται ἐν ται̃ς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος κυρίου καὶ ὁ οἰ̃κος του̃ θεου̃ ἐπ' ἄκρων τω̃ν ὀρέων καὶ ὑψωθήσεται ὑπεράνω τω̃ν βουνω̃ν καὶ ἥξουσιν ἐπ' αὐτὸ πάντα τὰ ἔθνη
3 καὶ πορεύσονται ἔθνη πολλὰ καὶ ἐρου̃σιν δευ̃τε καὶ ἀναβω̃μεν εἰς τὸ ὄρος κυρίου καὶ εἰς τὸν οἰ̃κον του̃ θεου̃ Ιακωβ καὶ ἀναγγελει̃ ἡμι̃ν τὴν ὁδὸν αὐτου̃ καὶ πορευσόμεθα ἐν αὐτη̨̃ ἐκ γὰρ Σιων ἐξελεύσεται νόμος καὶ λόγος κυρίου ἐξ Ιερουσαλημ
4 καὶ κρινει̃ ἀνὰ μέσον τω̃ν ἐθνω̃ν καὶ ἐλέγξει λαὸν πολύν καὶ συγκόψουσιν τὰς μαχαίρας αὐτω̃ν εἰς ἄροτρα καὶ τὰς ζιβύνας αὐτω̃ν εἰς δρέπανα καὶ οὐ λήμψεται ἔτι ἔθνος ἐπ' ἔθνος μάχαιραν καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμει̃ν
5 καὶ νυ̃ν ὁ οἰ̃κος του̃ Ιακωβ δευ̃τε πορευθω̃μεν τω̨̃ φωτὶ κυρίου
6 ἀνη̃κεν γὰρ τὸν λαὸν αὐτου̃ τὸν οἰ̃κον του̃ Ισραηλ ὅτι ἐνεπλήσθη ὡς τὸ ἀπ' ἀρχη̃ς ἡ χώρα αὐτω̃ν κληδονισμω̃ν ὡς ἡ τω̃ν ἀλλοφύλων καὶ τέκνα πολλὰ ἀλλόφυλα ἐγενήθη αὐτοι̃ς
7 ἐνεπλήσθη γὰρ ἡ χώρα αὐτω̃ν ἀργυρίου καὶ χρυσίου καὶ οὐκ ἠ̃ν ἀριθμὸς τω̃ν θησαυρω̃ν αὐτω̃ν καὶ ἐνεπλήσθη ἡ γη̃ ἵππων καὶ οὐκ ἠ̃ν ἀριθμὸς τω̃ν ἁρμάτων αὐτω̃ν
8 καὶ ἐνεπλήσθη ἡ γη̃ βδελυγμάτων τω̃ν ἔργων τω̃ν χειρω̃ν αὐτω̃ν καὶ προσεκύνησαν οἱ̃ς ἐποίησαν οἱ δάκτυλοι αὐτω̃ν
9 καὶ ἔκυψεν ἄνθρωπος καὶ ἐταπεινώθη ἀνήρ καὶ οὐ μὴ ἀνήσω αὐτούς
10 καὶ νυ̃ν εἰσέλθετε εἰς τὰς πέτρας καὶ κρύπτεσθε εἰς τὴν γη̃ν ἀπὸ προσώπου του̃ φόβου κυρίου καὶ ἀπὸ τη̃ς δόξης τη̃ς ἰσχύος αὐτου̃ ὅταν ἀναστη̨̃ θραυ̃σαι τὴν γη̃ν
11 οἱ γὰρ ὀφθαλμοὶ κυρίου ὑψηλοί ὁ δὲ ἄνθρωπος ταπεινός καὶ ταπεινωθήσεται τὸ ὕψος τω̃ν ἀνθρώπων καὶ ὑψωθήσεται κύριος μόνος ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨
12 ἡμέρα γὰρ κυρίου σαβαωθ ἐπὶ πάντα ὑβριστὴν καὶ ὑπερήφανον καὶ ἐπὶ πάντα ὑψηλὸν καὶ μετέωρον καὶ ταπεινωθήσονται
13 καὶ ἐπὶ πα̃σαν κέδρον του̃ Λιβάνου τω̃ν ὑψηλω̃ν καὶ μετεώρων καὶ ἐπὶ πα̃ν δένδρον βαλάνου Βασαν
14 καὶ ἐπὶ πα̃ν ὄρος καὶ ἐπὶ πάντα βουνὸν ὑψηλὸν
15 καὶ ἐπὶ πάντα πύργον ὑψηλὸν καὶ ἐπὶ πα̃ν τει̃χος ὑψηλὸν
16 καὶ ἐπὶ πα̃ν πλοι̃ον θαλάσσης καὶ ἐπὶ πα̃σαν θέαν πλοίων κάλλους
17 καὶ ταπεινωθήσεται πα̃ς ἄνθρωπος καὶ πεσει̃ται ὕψος ἀνθρώπων καὶ ὑψωθήσεται κύριος μόνος ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨
18 καὶ τὰ χειροποίητα πάντα κατακρύψουσιν
19 εἰσενέγκαντες εἰς τὰ σπήλαια καὶ εἰς τὰς σχισμὰς τω̃ν πετρω̃ν καὶ εἰς τὰς τρώγλας τη̃ς γη̃ς ἀπὸ προσώπου του̃ φόβου κυρίου καὶ ἀπὸ τη̃ς δόξης τη̃ς ἰσχύος αὐτου̃ ὅταν ἀναστη̨̃ θραυ̃σαι τὴν γη̃ν
20 τη̨̃ γὰρ ἡμέρα̨ ἐκείνη̨ ἐκβαλει̃ ἄνθρωπος τὰ βδελύγματα αὐτου̃ τὰ ἀργυρα̃ καὶ τὰ χρυσα̃ ἃ ἐποίησαν προσκυνει̃ν τοι̃ς ματαίοις καὶ ται̃ς νυκτερίσιν
21 του̃ εἰσελθει̃ν εἰς τὰς τρώγλας τη̃ς στερεα̃ς πέτρας καὶ εἰς τὰς σχισμὰς τω̃ν πετρω̃ν ἀπὸ προσώπου του̃ φόβου κυρίου καὶ ἀπὸ τη̃ς δόξης τη̃ς ἰσχύος αὐτου̃ ὅταν ἀναστη̨̃ θραυ̃σαι τὴν γη̃ν

ΗΣΑΙΑΣ, κεφαλίς 3

1 ἰδοὺ δὴ ὁ δεσπότης κύριος σαβαωθ ἀφελει̃ ἀπὸ τη̃ς Ιουδαίας καὶ ἀπὸ Ιερουσαλημ ἰσχύοντα καὶ ἰσχύουσαν ἰσχὺν ἄρτου καὶ ἰσχὺν ὕδατος
2 γίγαντα καὶ ἰσχύοντα καὶ ἄνθρωπον πολεμιστὴν καὶ δικαστὴν καὶ προφήτην καὶ στοχαστὴν καὶ πρεσβύτερον
3 καὶ πεντηκόνταρχον καὶ θαυμαστὸν σύμβουλον καὶ σοφὸν ἀρχιτέκτονα καὶ συνετὸν ἀκροατήν
4 καὶ ἐπιστήσω νεανίσκους ἄρχοντας αὐτω̃ν καὶ ἐμπαι̃κται κυριεύσουσιν αὐτω̃ν
5 καὶ συμπεσει̃ται ὁ λαός ἄνθρωπος πρὸς ἄνθρωπον καὶ ἄνθρωπος πρὸς τὸν πλησίον αὐτου̃ προσκόψει τὸ παιδίον πρὸς τὸν πρεσβύτην ὁ ἄτιμος πρὸς τὸν ἔντιμον
6 ὅτι ἐπιλήμψεται ἄνθρωπος του̃ ἀδελφου̃ αὐτου̃ ἢ του̃ οἰκείου του̃ πατρὸς αὐτου̃ λέγων ἱμάτιον ἔχεις ἀρχηγὸς ἡμω̃ν γενου̃ καὶ τὸ βρω̃μα τὸ ἐμὸν ὑπὸ σὲ ἔστω
7 καὶ ἀποκριθεὶς ἐρει̃ ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ οὐκ ἔσομαί σου ἀρχηγός οὐ γὰρ ἔστιν ἐν τω̨̃ οἴκω̨ μου ἄρτος οὐδὲ ἱμάτιον οὐκ ἔσομαι ἀρχηγὸς του̃ λαου̃ τούτου
8 ὅτι ἀνει̃ται Ιερουσαλημ καὶ ἡ Ιουδαία συμπέπτωκεν καὶ αἱ γλω̃σσαι αὐτω̃ν μετὰ ἀνομίας τὰ πρὸς κύριον ἀπειθου̃ντες διότι νυ̃ν ἐταπεινώθη ἡ δόξα αὐτω̃ν
9 καὶ ἡ αἰσχύνη του̃ προσώπου αὐτω̃ν ἀντέστη αὐτοι̃ς τὴν δὲ ἁμαρτίαν αὐτω̃ν ὡς Σοδομων ἀνήγγειλαν καὶ ἐνεφάνισαν οὐαὶ τη̨̃ ψυχη̨̃ αὐτω̃ν διότι βεβούλευνται βουλὴν πονηρὰν καθ' ἑαυτω̃ν
10 εἰπόντες δήσωμεν τὸν δίκαιον ὅτι δύσχρηστος ἡμι̃ν ἐστιν τοίνυν τὰ γενήματα τω̃ν ἔργων αὐτω̃ν φάγονται
11 οὐαὶ τω̨̃ ἀνόμω̨ πονηρὰ κατὰ τὰ ἔργα τω̃ν χειρω̃ν αὐτου̃ συμβήσεται αὐτω̨̃
12 λαός μου οἱ πράκτορες ὑμω̃ν καλαμω̃νται ὑμα̃ς καὶ οἱ ἀπαιτου̃ντες κυριεύουσιν ὑμω̃ν λαός μου οἱ μακαρίζοντες ὑμα̃ς πλανω̃σιν ὑμα̃ς καὶ τὸν τρίβον τω̃ν ποδω̃ν ὑμω̃ν ταράσσουσιν
13 ἀλλὰ νυ̃ν καταστήσεται εἰς κρίσιν κύριος καὶ στήσει εἰς κρίσιν τὸν λαὸν αὐτου̃
14 αὐτὸς κύριος εἰς κρίσιν ἥξει μετὰ τω̃ν πρεσβυτέρων του̃ λαου̃ καὶ μετὰ τω̃ν ἀρχόντων αὐτου̃ ὑμει̃ς δὲ τί ἐνεπυρίσατε τὸν ἀμπελω̃νά μου καὶ ἡ ἁρπαγὴ του̃ πτωχου̃ ἐν τοι̃ς οἴκοις ὑμω̃ν
15 τί ὑμει̃ς ἀδικει̃τε τὸν λαόν μου καὶ τὸ πρόσωπον τω̃ν πτωχω̃ν καταισχύνετε
16 τάδε λέγει κύριος ἀνθ' ὡ̃ν ὑψώθησαν αἱ θυγατέρες Σιων καὶ ἐπορεύθησαν ὑψηλω̨̃ τραχήλω̨ καὶ ἐν νεύμασιν ὀφθαλμω̃ν καὶ τη̨̃ πορεία̨ τω̃ν ποδω̃ν ἅμα σύρουσαι τοὺς χιτω̃νας καὶ τοι̃ς ποσὶν ἅμα παίζουσαι
17 καὶ ταπεινώσει ὁ θεὸς ἀρχούσας θυγατέρας Σιων καὶ κύριος ἀποκαλύψει τὸ σχη̃μα αὐτω̃ν
18 ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ καὶ ἀφελει̃ κύριος τὴν δόξαν του̃ ἱματισμου̃ αὐτω̃ν καὶ τοὺς κόσμους αὐτω̃ν καὶ τὰ ἐμπλόκια καὶ τοὺς κοσύμβους καὶ τοὺς μηνίσκους
19 καὶ τὸ κάθεμα καὶ τὸν κόσμον του̃ προσώπου αὐτω̃ν
20 καὶ τὴν σύνθεσιν του̃ κόσμου τη̃ς δόξης καὶ τοὺς χλιδω̃νας καὶ τὰ ψέλια καὶ τὸ ἐμπλόκιον καὶ τὰ περιδέξια καὶ τοὺς δακτυλίους καὶ τὰ ἐνώτια
21 καὶ τὰ περιπόρφυρα καὶ τὰ μεσοπόρφυρα
22 καὶ τὰ ἐπιβλήματα τὰ κατὰ τὴν οἰκίαν καὶ τὰ διαφανη̃ λακωνικὰ
23 καὶ τὰ βύσσινα καὶ τὰ ὑακίνθινα καὶ τὰ κόκκινα καὶ τὴν βύσσον σὺν χρυσίω̨ καὶ ὑακίνθω̨ συγκαθυφασμένα καὶ θέριστρα κατάκλιτα
24 καὶ ἔσται ἀντὶ ὀσμη̃ς ἡδείας κονιορτός καὶ ἀντὶ ζώνης σχοινίω̨ ζώση̨ καὶ ἀντὶ του̃ κόσμου τη̃ς κεφαλη̃ς του̃ χρυσίου φαλάκρωμα ἕξεις διὰ τὰ ἔργα σου καὶ ἀντὶ του̃ χιτω̃νος του̃ μεσοπορφύρου περιζώση̨ σάκκον
25 καὶ ὁ υἱός σου ὁ κάλλιστος ὃν ἀγαπα̨̃ς μαχαίρα̨ πεσει̃ται καὶ οἱ ἰσχύοντες ὑμω̃ν μαχαίρα̨ πεσου̃νται
26 καὶ ταπεινωθήσονται καὶ πενθήσουσιν αἱ θη̃και του̃ κόσμου ὑμω̃ν καὶ καταλειφθήση̨ μόνη καὶ εἰς τὴν γη̃ν ἐδαφισθήση̨

ΗΣΑΙΑΣ, κεφαλίς 4

1 καὶ ἐπιλήμψονται ἑπτὰ γυναι̃κες ἀνθρώπου ἑνὸς λέγουσαι τὸν ἄρτον ἡμω̃ν φαγόμεθα καὶ τὰ ἱμάτια ἡμω̃ν περιβαλούμεθα πλὴν τὸ ὄνομα τὸ σὸν κεκλήσθω ἐφ' ἡμα̃ς ἄφελε τὸν ὀνειδισμὸν ἡμω̃ν
2 τη̨̃ δὲ ἡμέρα̨ ἐκείνη̨ ἐπιλάμψει ὁ θεὸς ἐν βουλη̨̃ μετὰ δόξης ἐπὶ τη̃ς γη̃ς του̃ ὑψω̃σαι καὶ δοξάσαι τὸ καταλειφθὲν του̃ Ισραηλ
3 καὶ ἔσται τὸ ὑπολειφθὲν ἐν Σιων καὶ τὸ καταλειφθὲν ἐν Ιερουσαλημ ἅγιοι κληθήσονται πάντες οἱ γραφέντες εἰς ζωὴν ἐν Ιερουσαλημ
4 ὅτι ἐκπλυνει̃ κύριος τὸν ῥύπον τω̃ν υἱω̃ν καὶ τω̃ν θυγατέρων Σιων καὶ τὸ αἱ̃μα ἐκκαθαριει̃ ἐκ μέσου αὐτω̃ν ἐν πνεύματι κρίσεως καὶ πνεύματι καύσεως
5 καὶ ἥξει καὶ ἔσται πα̃ς τόπος του̃ ὄρους Σιων καὶ πάντα τὰ περικύκλω̨ αὐτη̃ς σκιάσει νεφέλη ἡμέρας καὶ ὡς καπνου̃ καὶ ὡς φωτὸς πυρὸς καιομένου νυκτός πάση̨ τη̨̃ δόξη̨ σκεπασθήσεται
6 καὶ ἔσται εἰς σκιὰν ἀπὸ καύματος καὶ ἐν σκέπη̨ καὶ ἐν ἀποκρύφω̨ ἀπὸ σκληρότητος καὶ ὑετου̃

ΗΣΑΙΑΣ, κεφαλίς 5

1 ἄ̨σω δὴ τω̨̃ ἠγαπημένω̨ ἀ̨̃σμα του̃ ἀγαπητου̃ τω̨̃ ἀμπελω̃νί μου ἀμπελὼν ἐγενήθη τω̨̃ ἠγαπημένω̨ ἐν κέρατι ἐν τόπω̨ πίονι
2 καὶ φραγμὸν περιέθηκα καὶ ἐχαράκωσα καὶ ἐφύτευσα ἄμπελον σωρηχ καὶ ὠ̨κοδόμησα πύργον ἐν μέσω̨ αὐτου̃ καὶ προλήνιον ὤρυξα ἐν αὐτω̨̃ καὶ ἔμεινα του̃ ποιη̃σαι σταφυλήν ἐποίησεν δὲ ἀκάνθας
3 καὶ νυ̃ν ἄνθρωπος του̃ Ιουδα καὶ οἱ ἐνοικου̃ντες ἐν Ιερουσαλημ κρίνατε ἐν ἐμοὶ καὶ ἀνὰ μέσον του̃ ἀμπελω̃νός μου
4 τί ποιήσω ἔτι τω̨̃ ἀμπελω̃νί μου καὶ οὐκ ἐποίησα αὐτω̨̃ διότι ἔμεινα του̃ ποιη̃σαι σταφυλήν ἐποίησεν δὲ ἀκάνθας
5 νυ̃ν δὲ ἀναγγελω̃ ὑμι̃ν τί ποιήσω τω̨̃ ἀμπελω̃νί μου ἀφελω̃ τὸν φραγμὸν αὐτου̃ καὶ ἔσται εἰς διαρπαγήν καὶ καθελω̃ τὸν τοι̃χον αὐτου̃ καὶ ἔσται εἰς καταπάτημα
6 καὶ ἀνήσω τὸν ἀμπελω̃νά μου καὶ οὐ μὴ τμηθη̨̃ οὐδὲ μὴ σκαφη̨̃ καὶ ἀναβήσεται εἰς αὐτὸν ὡς εἰς χέρσον ἄκανθα καὶ ται̃ς νεφέλαις ἐντελου̃μαι του̃ μὴ βρέξαι εἰς αὐτὸν ὑετόν
7 ὁ γὰρ ἀμπελὼν κυρίου σαβαωθ οἰ̃κος του̃ Ισραηλ ἐστίν καὶ ἄνθρωπος του̃ Ιουδα νεόφυτον ἠγαπημένον ἔμεινα του̃ ποιη̃σαι κρίσιν ἐποίησεν δὲ ἀνομίαν καὶ οὐ δικαιοσύνην ἀλλὰ κραυγήν
8 οὐαὶ οἱ συνάπτοντες οἰκίαν πρὸς οἰκίαν καὶ ἀγρὸν πρὸς ἀγρὸν ἐγγίζοντες ἵνα του̃ πλησίον ἀφέλωνταί τι μὴ οἰκήσετε μόνοι ἐπὶ τη̃ς γη̃ς
9 ἠκούσθη γὰρ εἰς τὰ ὠ̃τα κυρίου σαβαωθ ταυ̃τα ἐὰν γὰρ γένωνται οἰκίαι πολλαί εἰς ἔρημον ἔσονται μεγάλαι καὶ καλαί καὶ οὐκ ἔσονται οἱ ἐνοικου̃ντες ἐν αὐται̃ς
10 οὑ̃ γὰρ ἐργω̃νται δέκα ζεύγη βοω̃ν ποιήσει κεράμιον ἕν καὶ ὁ σπείρων ἀρτάβας ἓξ ποιήσει μέτρα τρία
11 οὐαὶ οἱ ἐγειρόμενοι τὸ πρωὶ καὶ τὸ σικερα διώκοντες οἱ μένοντες τὸ ὀψέ ὁ γὰρ οἰ̃νος αὐτοὺς συγκαύσει
12 μετὰ γὰρ κιθάρας καὶ ψαλτηρίου καὶ τυμπάνων καὶ αὐλω̃ν τὸν οἰ̃νον πίνουσιν τὰ δὲ ἔργα κυρίου οὐκ ἐμβλέπουσιν καὶ τὰ ἔργα τω̃ν χειρω̃ν αὐτου̃ οὐ κατανοου̃σιν
13 τοίνυν αἰχμάλωτος ὁ λαός μου ἐγενήθη διὰ τὸ μὴ εἰδέναι αὐτοὺς τὸν κύριον καὶ πλη̃θος ἐγενήθη νεκρω̃ν διὰ λιμὸν καὶ δίψαν ὕδατος
14 καὶ ἐπλάτυνεν ὁ ἅ̨δης τὴν ψυχὴν αὐτου̃ καὶ διήνοιξεν τὸ στόμα αὐτου̃ του̃ μὴ διαλιπει̃ν καὶ καταβήσονται οἱ ἔνδοξοι καὶ οἱ μεγάλοι καὶ οἱ πλούσιοι καὶ οἱ λοιμοὶ αὐτη̃ς
15 καὶ ταπεινωθήσεται ἄνθρωπος καὶ ἀτιμασθήσεται ἀνήρ καὶ οἱ ὀφθαλμοὶ οἱ μετέωροι ταπεινωθήσονται
16 καὶ ὑψωθήσεται κύριος σαβαωθ ἐν κρίματι καὶ ὁ θεὸς ὁ ἅγιος δοξασθήσεται ἐν δικαιοσύνη̨
17 καὶ βοσκηθήσονται οἱ διηρπασμένοι ὡς ταυ̃ροι καὶ τὰς ἐρήμους τω̃ν ἀπειλημμένων ἄρνες φάγονται
18 οὐαὶ οἱ ἐπισπώμενοι τὰς ἁμαρτίας ὡς σχοινίω̨ μακρω̨̃ καὶ ὡς ζυγου̃ ἱμάντι δαμάλεως τὰς ἀνομίας
19 οἱ λέγοντες τὸ τάχος ἐγγισάτω ἃ ποιήσει ἵνα ἴδωμεν καὶ ἐλθάτω ἡ βουλὴ του̃ ἁγίου Ισραηλ ἵνα γνω̃μεν
20 οὐαὶ οἱ λέγοντες τὸ πονηρὸν καλὸν καὶ τὸ καλὸν πονηρόν οἱ τιθέντες τὸ σκότος φω̃ς καὶ τὸ φω̃ς σκότος οἱ τιθέντες τὸ πικρὸν γλυκὺ καὶ τὸ γλυκὺ πικρόν
21 οὐαὶ οἱ συνετοὶ ἐν ἑαυτοι̃ς καὶ ἐνώπιον ἑαυτω̃ν ἐπιστήμονες
22 οὐαὶ οἱ ἰσχύοντες ὑμω̃ν οἱ τὸν οἰ̃νον πίνοντες καὶ οἱ δυνάσται οἱ κεραννύντες τὸ σικερα
23 οἱ δικαιου̃ντες τὸν ἀσεβη̃ ἕνεκεν δώρων καὶ τὸ δίκαιον του̃ δικαίου αἴροντες
24 διὰ του̃το ὃν τρόπον καυθήσεται καλάμη ὑπὸ ἄνθρακος πυρὸς καὶ συγκαυθήσεται ὑπὸ φλογὸς ἀνειμένης ἡ ῥίζα αὐτω̃ν ὡς χνου̃ς ἔσται καὶ τὸ ἄνθος αὐτω̃ν ὡς κονιορτὸς ἀναβήσεται οὐ γὰρ ἠθέλησαν τὸν νόμον κυρίου σαβαωθ ἀλλὰ τὸ λόγιον του̃ ἁγίου Ισραηλ παρώξυναν
25 καὶ ἐθυμώθη ὀργη̨̃ κύριος σαβαωθ ἐπὶ τὸν λαὸν αὐτου̃ καὶ ἐπέβαλεν τὴν χει̃ρα αὐτου̃ ἐπ' αὐτοὺς καὶ ἐπάταξεν αὐτούς καὶ παρωξύνθη τὰ ὄρη καὶ ἐγενήθη τὰ θνησιμαι̃α αὐτω̃ν ὡς κοπρία ἐν μέσω̨ ὁδου̃ καὶ ἐν πα̃σι τούτοις οὐκ ἀπεστράφη ὁ θυμός ἀλλ' ἔτι ἡ χεὶρ ὑψηλή
26 τοιγαρου̃ν ἀρει̃ σύσσημον ἐν τοι̃ς ἔθνεσιν τοι̃ς μακρὰν καὶ συριει̃ αὐτοι̃ς ἀπ' ἄκρου τη̃ς γη̃ς καὶ ἰδοὺ ταχὺ κούφως ἔρχονται
27 οὐ πεινάσουσιν οὐδὲ κοπιάσουσιν οὐδὲ νυστάξουσιν οὐδὲ κοιμηθήσονται οὐδὲ λύσουσιν τὰς ζώνας αὐτω̃ν ἀπὸ τη̃ς ὀσφύος αὐτω̃ν οὐδὲ μὴ ῥαγω̃σιν οἱ ἱμάντες τω̃ν ὑποδημάτων αὐτω̃ν
28 ὡ̃ν τὰ βέλη ὀξει̃ά ἐστιν καὶ τὰ τόξα αὐτω̃ν ἐντεταμένα οἱ πόδες τω̃ν ἵππων αὐτω̃ν ὡς στερεὰ πέτρα ἐλογίσθησαν οἱ τροχοὶ τω̃ν ἁρμάτων αὐτω̃ν ὡς καταιγίς
29 ὁρμω̃σιν ὡς λέοντες καὶ παρέστηκαν ὡς σκύμνος λέοντος καὶ ἐπιλήμψεται καὶ βοήσει ὡς θηρίου καὶ ἐκβαλει̃ καὶ οὐκ ἔσται ὁ ῥυόμενος αὐτούς
30 καὶ βοήσει δι' αὐτοὺς ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ὡς φωνὴ θαλάσσης κυμαινούσης καὶ ἐμβλέψονται εἰς τὴν γη̃ν καὶ ἰδοὺ σκότος σκληρὸν ἐν τη̨̃ ἀπορία̨ αὐτω̃ν

ΗΣΑΙΑΣ, κεφαλίς 6

1 καὶ ἐγένετο του̃ ἐνιαυτου̃ οὑ̃ ἀπέθανεν Οζιας ὁ βασιλεύς εἰ̃δον τὸν κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλου̃ καὶ ἐπηρμένου καὶ πλήρης ὁ οἰ̃κος τη̃ς δόξης αὐτου̃
2 καὶ σεραφιν εἱστήκεισαν κύκλω̨ αὐτου̃ ἓξ πτέρυγες τω̨̃ ἑνὶ καὶ ἓξ πτέρυγες τω̨̃ ἑνί καὶ ται̃ς μὲν δυσὶν κατεκάλυπτον τὸ πρόσωπον καὶ ται̃ς δυσὶν κατεκάλυπτον τοὺς πόδας καὶ ται̃ς δυσὶν ἐπέταντο
3 καὶ ἐκέκραγον ἕτερος πρὸς τὸν ἕτερον καὶ ἔλεγον ἅγιος ἅγιος ἅγιος κύριος σαβαωθ πλήρης πα̃σα ἡ γη̃ τη̃ς δόξης αὐτου̃
4 καὶ ἐπήρθη τὸ ὑπέρθυρον ἀπὸ τη̃ς φωνη̃ς ἡ̃ς ἐκέκραγον καὶ ὁ οἰ̃κος ἐπλήσθη καπνου̃
5 καὶ εἰ̃πα ὠ̃ τάλας ἐγώ ὅτι κατανένυγμαι ὅτι ἄνθρωπος ὢν καὶ ἀκάθαρτα χείλη ἔχων ἐν μέσω̨ λαου̃ ἀκάθαρτα χείλη ἔχοντος ἐγὼ οἰκω̃ καὶ τὸν βασιλέα κύριον σαβαωθ εἰ̃δον τοι̃ς ὀφθαλμοι̃ς μου
6 καὶ ἀπεστάλη πρός με ἓν τω̃ν σεραφιν καὶ ἐν τη̨̃ χειρὶ εἰ̃χεν ἄνθρακα ὃν τη̨̃ λαβίδι ἔλαβεν ἀπὸ του̃ θυσιαστηρίου
7 καὶ ἥψατο του̃ στόματός μου καὶ εἰ̃πεν ἰδοὺ ἥψατο του̃το τω̃ν χειλέων σου καὶ ἀφελει̃ τὰς ἀνομίας σου καὶ τὰς ἁμαρτίας σου περικαθαριει̃
8 καὶ ἤκουσα τη̃ς φωνη̃ς κυρίου λέγοντος τίνα ἀποστείλω καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν του̃τον καὶ εἰ̃πα ἰδού εἰμι ἐγώ ἀπόστειλόν με
9 καὶ εἰ̃πεν πορεύθητι καὶ εἰπὸν τω̨̃ λαω̨̃ τούτω̨ ἀκοη̨̃ ἀκούσετε καὶ οὐ μὴ συνη̃τε καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε
10 ἐπαχύνθη γὰρ ἡ καρδία του̃ λαου̃ τούτου καὶ τοι̃ς ὠσὶν αὐτω̃ν βαρέως ἤκουσαν καὶ τοὺς ὀφθαλμοὺς αὐτω̃ν ἐκάμμυσαν μήποτε ἴδωσιν τοι̃ς ὀφθαλμοι̃ς καὶ τοι̃ς ὠσὶν ἀκούσωσιν καὶ τη̨̃ καρδία̨ συνω̃σιν καὶ ἐπιστρέψωσιν καὶ ἰάσομαι αὐτούς
11 καὶ εἰ̃πα ἕως πότε κύριε καὶ εἰ̃πεν ἕως ἂν ἐρημωθω̃σιν πόλεις παρὰ τὸ μὴ κατοικει̃σθαι καὶ οἰ̃κοι παρὰ τὸ μὴ εἰ̃ναι ἀνθρώπους καὶ ἡ γη̃ καταλειφθήσεται ἔρημος
12 καὶ μετὰ ταυ̃τα μακρυνει̃ ὁ θεὸς τοὺς ἀνθρώπους καὶ οἱ καταλειφθέντες πληθυνθήσονται ἐπὶ τη̃ς γη̃ς
13 καὶ ἔτι ἐπ' αὐτη̃ς ἔστιν τὸ ἐπιδέκατον καὶ πάλιν ἔσται εἰς προνομὴν ὡς τερέβινθος καὶ ὡς βάλανος ὅταν ἐκπέση̨ ἀπὸ τη̃ς θήκης αὐτη̃ς

ΗΣΑΙΑΣ, κεφαλίς 7

1 καὶ ἐγένετο ἐν ται̃ς ἡμέραις Αχαζ του̃ Ιωαθαμ του̃ υἱου̃ Οζιου βασιλέως Ιουδα ἀνέβη Ραασσων βασιλεὺς Αραμ καὶ Φακεε υἱὸς Ρομελιου βασιλεὺς Ισραηλ ἐπὶ Ιερουσαλημ πολεμη̃σαι αὐτὴν καὶ οὐκ ἠδυνήθησαν πολιορκη̃σαι αὐτήν
2 καὶ ἀνηγγέλη εἰς τὸν οἰ̃κον Δαυιδ λέγοντες συνεφώνησεν Αραμ πρὸς τὸν Εφραιμ καὶ ἐξέστη ἡ ψυχὴ αὐτου̃ καὶ ἡ ψυχὴ του̃ λαου̃ αὐτου̃ ὃν τρόπον ὅταν ἐν δρυμω̨̃ ξύλον ὑπὸ πνεύματος σαλευθη̨̃
3 καὶ εἰ̃πεν κύριος πρὸς Ησαιαν ἔξελθε εἰς συνάντησιν Αχαζ σὺ καὶ ὁ καταλειφθεὶς Ιασουβ ὁ υἱός σου πρὸς τὴν κολυμβήθραν τη̃ς ἄνω ὁδου̃ του̃ ἀγρου̃ του̃ γναφέως
4 καὶ ἐρει̃ς αὐτω̨̃ φύλαξαι του̃ ἡσυχάσαι καὶ μὴ φοβου̃ μηδὲ ἡ ψυχή σου ἀσθενείτω ἀπὸ τω̃ν δύο ξύλων τω̃ν δαλω̃ν τω̃ν καπνιζομένων τούτων ὅταν γὰρ ὀργὴ του̃ θυμου̃ μου γένηται πάλιν ἰάσομαι
5 καὶ ὁ υἱὸς του̃ Αραμ καὶ ὁ υἱὸς του̃ Ρομελιου ὅτι ἐβουλεύσαντο βουλὴν πονηρὰν περὶ σου̃ λέγοντες
6 ἀναβησόμεθα εἰς τὴν Ιουδαίαν καὶ συλλαλήσαντες αὐτοι̃ς ἀποστρέψομεν αὐτοὺς πρὸς ἡμα̃ς καὶ βασιλεύσομεν αὐτη̃ς τὸν υἱὸν Ταβεηλ
7 τάδε λέγει κύριος σαβαωθ οὐ μὴ ἐμμείνη̨ ἡ βουλὴ αὕτη οὐδὲ ἔσται
8 ἀλλ' ἡ κεφαλὴ Αραμ Δαμασκός ἀλλ' ἔτι ἑξήκοντα καὶ πέντε ἐτω̃ν ἐκλείψει ἡ βασιλεία Εφραιμ ἀπὸ λαου̃
9 καὶ ἡ κεφαλὴ Εφραιμ Σομορων καὶ ἡ κεφαλὴ Σομορων υἱὸς του̃ Ρομελιου καὶ ἐὰν μὴ πιστεύσητε οὐδὲ μὴ συνη̃τε
10 καὶ προσέθετο κύριος λαλη̃σαι τω̨̃ Αχαζ λέγων
11 αἴτησαι σεαυτω̨̃ σημει̃ον παρὰ κυρίου θεου̃ σου εἰς βάθος ἢ εἰς ὕψος
12 καὶ εἰ̃πεν Αχαζ οὐ μὴ αἰτήσω οὐδ' οὐ μὴ πειράσω κύριον
13 καὶ εἰ̃πεν ἀκούσατε δή οἰ̃κος Δαυιδ μὴ μικρὸν ὑμι̃ν ἀγω̃να παρέχειν ἀνθρώποις καὶ πω̃ς κυρίω̨ παρέχετε ἀγω̃να
14 διὰ του̃το δώσει κύριος αὐτὸς ὑμι̃ν σημει̃ον ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν καὶ καλέσεις τὸ ὄνομα αὐτου̃ Εμμανουηλ
15 βούτυρον καὶ μέλι φάγεται πρὶν ἢ γνω̃ναι αὐτὸν ἢ προελέσθαι πονηρὰ ἐκλέξεται τὸ ἀγαθόν
16 διότι πρὶν ἢ γνω̃ναι τὸ παιδίον ἀγαθὸν ἢ κακὸν ἀπειθει̃ πονηρία̨ του̃ ἐκλέξασθαι τὸ ἀγαθόν καὶ καταλειφθήσεται ἡ γη̃ ἣν σὺ φοβη̨̃ ἀπὸ προσώπου τω̃ν δύο βασιλέων
17 ἀλλὰ ἐπάξει ὁ θεὸς ἐπὶ σὲ καὶ ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὸν οἰ̃κον του̃ πατρός σου ἡμέρας αἳ οὔπω ἥκασιν ἀφ' ἡ̃ς ἡμέρας ἀφει̃λεν Εφραιμ ἀπὸ Ιουδα τὸν βασιλέα τω̃ν 'Ασσυρίων
18 καὶ ἔσται ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ συριει̃ κύριος μυίαις ὃ κυριεύει μέρους ποταμου̃ Αἰγύπτου καὶ τη̨̃ μελίσση̨ ἥ ἐστιν ἐν χώρα̨ 'Ασσυρίων
19 καὶ ἐλεύσονται πάντες καὶ ἀναπαύσονται ἐν ται̃ς φάραγξι τη̃ς χώρας καὶ ἐν ται̃ς τρώγλαις τω̃ν πετρω̃ν καὶ εἰς τὰ σπήλαια καὶ εἰς πα̃σαν ῥαγάδα καὶ ἐν παντὶ ξύλω̨
20 ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ξυρήσει κύριος τω̨̃ ξυρω̨̃ τω̨̃ μεγάλω̨ καὶ μεμεθυσμένω̨ ὅ ἐστιν πέραν του̃ ποταμου̃ βασιλέως 'Ασσυρίων τὴν κεφαλὴν καὶ τὰς τρίχας τω̃ν ποδω̃ν καὶ τὸν πώγωνα ἀφελει̃
21 καὶ ἔσται ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ θρέψει ἄνθρωπος δάμαλιν βοω̃ν καὶ δύο πρόβατα
22 καὶ ἔσται ἀπὸ του̃ πλει̃στον ποιει̃ν γάλα βούτυρον καὶ μέλι φάγεται πα̃ς ὁ καταλειφθεὶς ἐπὶ τη̃ς γη̃ς
23 καὶ ἔσται ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ πα̃ς τόπος οὑ̃ ἐὰν ὠ̃σιν χίλιαι ἄμπελοι χιλίων σίκλων εἰς χέρσον ἔσονται καὶ εἰς ἄκανθαν
24 μετὰ βέλους καὶ τοξεύματος εἰσελεύσονται ἐκει̃ ὅτι χέρσος καὶ ἄκανθα ἔσται πα̃σα ἡ γη̃
25 καὶ πα̃ν ὄρος ἀροτριώμενον ἀροτριαθήσεται καὶ οὐ μὴ ἐπέλθη̨ ἐκει̃ φόβος ἔσται γὰρ ἀπὸ τη̃ς χέρσου καὶ ἀκάνθης εἰς βόσκημα προβάτου καὶ εἰς καταπάτημα βοός

ΗΣΑΙΑΣ, κεφαλίς 8

1 καὶ εἰ̃πεν κύριος πρός με λαβὲ σεαυτω̨̃ τόμον καινου̃ μεγάλου καὶ γράψον εἰς αὐτὸν γραφίδι ἀνθρώπου του̃ ὀξέως προνομὴν ποιη̃σαι σκύλων πάρεστιν γάρ
2 καὶ μάρτυράς μοι ποίησον πιστοὺς ἀνθρώπους τὸν Ουριαν καὶ τὸν Ζαχαριαν υἱὸν Βαραχιου
3 καὶ προση̃λθον πρὸς τὴν προφη̃τιν καὶ ἐν γαστρὶ ἔλαβεν καὶ ἔτεκεν υἱόν καὶ εἰ̃πεν κύριός μοι κάλεσον τὸ ὄνομα αὐτου̃ ταχέως σκύλευσον ὀξέως προνόμευσον
4 διότι πρὶν ἢ γνω̃ναι τὸ παιδίον καλει̃ν πατέρα ἢ μητέρα λήμψεται δύναμιν Δαμασκου̃ καὶ τὰ σκυ̃λα Σαμαρείας ἔναντι βασιλέως 'Ασσυρίων
5 καὶ προσέθετο κύριος λαλη̃σαί μοι ἔτι
6 διὰ τὸ μὴ βούλεσθαι τὸν λαὸν του̃τον τὸ ὕδωρ του̃ Σιλωαμ τὸ πορευόμενον ἡσυχη̨̃ ἀλλὰ βούλεσθαι ἔχειν τὸν Ραασσων καὶ τὸν υἱὸν Ρομελιου βασιλέα ἐφ' ὑμω̃ν
7 διὰ του̃το ἰδοὺ ἀνάγει κύριος ἐφ' ὑμα̃ς τὸ ὕδωρ του̃ ποταμου̃ τὸ ἰσχυρὸν καὶ τὸ πολύ τὸν βασιλέα τω̃ν 'Ασσυρίων καὶ τὴν δόξαν αὐτου̃ καὶ ἀναβήσεται ἐπὶ πα̃σαν φάραγγα ὑμω̃ν καὶ περιπατήσει ἐπὶ πα̃ν τει̃χος ὑμω̃ν
8 καὶ ἀφελει̃ ἀπὸ τη̃ς Ιουδαίας ἄνθρωπον ὃς δυνήσεται κεφαλὴν ἀ̃ραι ἢ δυνατὸν συντελέσασθαί τι καὶ ἔσται ἡ παρεμβολὴ αὐτου̃ ὥστε πληρω̃σαι τὸ πλάτος τη̃ς χώρας σου μεθ' ἡμω̃ν ὁ θεός
9 γνω̃τε ἔθνη καὶ ἡττα̃σθε ἐπακούσατε ἕως ἐσχάτου τη̃ς γη̃ς ἰσχυκότες ἡττα̃σθε ἐὰν γὰρ πάλιν ἰσχύσητε πάλιν ἡττηθήσεσθε
10 καὶ ἣν ἂν βουλεύσησθε βουλήν διασκεδάσει κύριος καὶ λόγον ὃν ἐὰν λαλήσητε οὐ μὴ ἐμμείνη̨ ὑμι̃ν ὅτι μεθ' ἡμω̃ν κύριος ὁ θεός
11 οὕτως λέγει κύριος τη̨̃ ἰσχυρα̨̃ χειρὶ ἀπειθου̃σιν τη̨̃ πορεία̨ τη̃ς ὁδου̃ του̃ λαου̃ τούτου λέγοντες
12 μήποτε εἴπητε σκληρόν πα̃ν γάρ ὃ ἐὰν εἴπη̨ ὁ λαὸς οὑ̃τος σκληρόν ἐστιν τὸν δὲ φόβον αὐτου̃ οὐ μὴ φοβηθη̃τε οὐδὲ μὴ ταραχθη̃τε
13 κύριον αὐτὸν ἁγιάσατε καὶ αὐτὸς ἔσται σου φόβος
14 καὶ ἐὰν ἐπ' αὐτω̨̃ πεποιθὼς ἠ̨̃ς ἔσται σοι εἰς ἁγίασμα καὶ οὐχ ὡς λίθου προσκόμματι συναντήσεσθε αὐτω̨̃ οὐδὲ ὡς πέτρας πτώματι ὁ δὲ οἰ̃κος Ιακωβ ἐν παγίδι καὶ ἐν κοιλάσματι ἐγκαθήμενοι ἐν Ιερουσαλημ
15 διὰ του̃το ἀδυνατήσουσιν ἐν αὐτοι̃ς πολλοὶ καὶ πεσου̃νται καὶ συντριβήσονται καὶ ἐγγιου̃σιν καὶ ἁλώσονται ἄνθρωποι ἐν ἀσφαλεία̨ ὄντες
16 τότε φανεροὶ ἔσονται οἱ σφραγιζόμενοι τὸν νόμον του̃ μὴ μαθει̃ν
17 καὶ ἐρει̃ μενω̃ τὸν θεὸν τὸν ἀποστρέψαντα τὸ πρόσωπον αὐτου̃ ἀπὸ του̃ οἴκου Ιακωβ καὶ πεποιθὼς ἔσομαι ἐπ' αὐτω̨̃
18 ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ θεός καὶ ἔσται εἰς σημει̃α καὶ τέρατα ἐν τω̨̃ οἴκω̨ Ισραηλ παρὰ κυρίου σαβαωθ ὃς κατοικει̃ ἐν τω̨̃ ὄρει Σιων
19 καὶ ἐὰν εἴπωσιν πρὸς ὑμα̃ς ζητήσατε τοὺς ἀπὸ τη̃ς γη̃ς φωνου̃ντας καὶ τοὺς ἐγγαστριμύθους τοὺς κενολογου̃ντας οἳ ἐκ τη̃ς κοιλίας φωνου̃σιν οὐκ ἔθνος πρὸς θεὸν αὐτου̃ τί ἐκζητου̃σιν περὶ τω̃ν ζώντων τοὺς νεκρούς
20 νόμον γὰρ εἰς βοήθειαν ἔδωκεν ἵνα εἴπωσιν οὐχ ὡς τὸ ῥη̃μα του̃το περὶ οὑ̃ οὐκ ἔστιν δω̃ρα δου̃ναι περὶ αὐτου̃
21 καὶ ἥξει ἐφ' ὑμα̃ς σκληρὰ λιμός καὶ ἔσται ὡς ἂν πεινάσητε λυπηθήσεσθε καὶ κακω̃ς ἐρει̃τε τὸν ἄρχοντα καὶ τὰ παταχρα καὶ ἀναβλέψονται εἰς τὸν οὐρανὸν ἄνω
22 καὶ εἰς τὴν γη̃ν κάτω ἐμβλέψονται καὶ ἰδοὺ θλι̃ψις καὶ στενοχωρία καὶ σκότος ἀπορία στενὴ καὶ σκότος ὥστε μὴ βλέπειν
23 καὶ οὐκ ἀπορηθήσεται ὁ ἐν στενοχωρία̨ ὢν ἕως καιρου̃ του̃το πρω̃τον ποίει ταχὺ ποίει χώρα Ζαβουλων ἡ γη̃ Νεφθαλιμ ὁδὸν θαλάσσης καὶ οἱ λοιποὶ οἱ τὴν παραλίαν κατοικου̃ντες καὶ πέραν του̃ Ιορδάνου Γαλιλαία τω̃ν ἐθνω̃ν τὰ μέρη τη̃ς Ιουδαίας

ΗΣΑΙΑΣ, κεφαλίς 9

1 ὁ λαὸς ὁ πορευόμενος ἐν σκότει ἴδετε φω̃ς μέγα οἱ κατοικου̃ντες ἐν χώρα̨ καὶ σκια̨̃ θανάτου φω̃ς λάμψει ἐφ' ὑμα̃ς
2 τὸ πλει̃στον του̃ λαου̃ ὃ κατήγαγες ἐν εὐφροσύνη̨ σου καὶ εὐφρανθήσονται ἐνώπιόν σου ὡς οἱ εὐφραινόμενοι ἐν ἀμήτω̨ καὶ ὃν τρόπον οἱ διαιρούμενοι σκυ̃λα
3 διότι ἀφή̨ρηται ὁ ζυγὸς ὁ ἐπ' αὐτω̃ν κείμενος καὶ ἡ ῥάβδος ἡ ἐπὶ του̃ τραχήλου αὐτω̃ν τὴν γὰρ ῥάβδον τω̃ν ἀπαιτούντων διεσκέδασεν κύριος ὡς τη̨̃ ἡμέρα̨ τη̨̃ ἐπὶ Μαδιαμ
4 ὅτι πα̃σαν στολὴν ἐπισυνηγμένην δόλω̨ καὶ ἱμάτιον μετὰ καταλλαγη̃ς ἀποτείσουσιν καὶ θελήσουσιν εἰ ἐγενήθησαν πυρίκαυστοι
5 ὅτι παιδίον ἐγεννήθη ἡμι̃ν υἱὸς καὶ ἐδόθη ἡμι̃ν οὑ̃ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ του̃ ὤμου αὐτου̃ καὶ καλει̃ται τὸ ὄνομα αὐτου̃ μεγάλης βουλη̃ς ἄγγελος ἐγὼ γὰρ ἄξω εἰρήνην ἐπὶ τοὺς ἄρχοντας εἰρήνην καὶ ὑγίειαν αὐτω̨̃
6 μεγάλη ἡ ἀρχὴ αὐτου̃ καὶ τη̃ς εἰρήνης αὐτου̃ οὐκ ἔστιν ὅριον ἐπὶ τὸν θρόνον Δαυιδ καὶ τὴν βασιλείαν αὐτου̃ κατορθω̃σαι αὐτὴν καὶ ἀντιλαβέσθαι αὐτη̃ς ἐν δικαιοσύνη̨ καὶ ἐν κρίματι ἀπὸ του̃ νυ̃ν καὶ εἰς τὸν αἰω̃να χρόνον ὁ ζη̃λος κυρίου σαβαωθ ποιήσει ταυ̃τα
7 θάνατον ἀπέστειλεν κύριος ἐπὶ Ιακωβ καὶ ἠ̃λθεν ἐπὶ Ισραηλ
8 καὶ γνώσονται πα̃ς ὁ λαὸς του̃ Εφραιμ καὶ οἱ ἐγκαθήμενοι ἐν Σαμαρεία̨ ἐφ' ὕβρει καὶ ὑψηλη̨̃ καρδία̨ λέγοντες
9 πλίνθοι πεπτώκασιν ἀλλὰ δευ̃τε λαξεύσωμεν λίθους καὶ ἐκκόψωμεν συκαμίνους καὶ κέδρους καὶ οἰκοδομήσωμεν ἑαυτοι̃ς πύργον
10 καὶ ῥάξει ὁ θεὸς τοὺς ἐπανιστανομένους ἐπ' ὄρος Σιων ἐπ' αὐτοὺς καὶ τοὺς ἐχθροὺς αὐτω̃ν διασκεδάσει
11 Συρίαν ἀφ' ἡλίου ἀνατολω̃ν καὶ τοὺς 'Έλληνας ἀφ' ἡλίου δυσμω̃ν τοὺς κατεσθίοντας τὸν Ισραηλ ὅλω̨ τω̨̃ στόματι ἐπὶ τούτοις πα̃σιν οὐκ ἀπεστράφη ὁ θυμός ἀλλ' ἔτι ἡ χεὶρ ὑψηλή
12 καὶ ὁ λαὸς οὐκ ἀπεστράφη ἕως ἐπλήγη καὶ τὸν κύριον οὐκ ἐξεζήτησαν
13 καὶ ἀφει̃λεν κύριος ἀπὸ Ισραηλ κεφαλὴν καὶ οὐράν μέγαν καὶ μικρὸν ἐν μια̨̃ ἡμέρα̨
14 πρεσβύτην καὶ τοὺς τὰ πρόσωπα θαυμάζοντας αὕτη ἡ ἀρχή καὶ προφήτην διδάσκοντα ἄνομα οὑ̃τος ἡ οὐρά
15 καὶ ἔσονται οἱ μακαρίζοντες τὸν λαὸν του̃τον πλανω̃ντες καὶ πλανω̃σιν ὅπως καταπίωσιν αὐτούς
16 διὰ του̃το ἐπὶ τοὺς νεανίσκους αὐτω̃ν οὐκ εὐφρανθήσεται ὁ θεὸς καὶ τοὺς ὀρφανοὺς αὐτω̃ν καὶ τὰς χήρας αὐτω̃ν οὐκ ἐλεήσει ὅτι πάντες ἄνομοι καὶ πονηροί καὶ πα̃ν στόμα λαλει̃ ἄδικα ἐπὶ πα̃σιν τούτοις οὐκ ἀπεστράφη ὁ θυμός ἀλλ' ἔτι ἡ χεὶρ ὑψηλή
17 καὶ καυθήσεται ὡς πυ̃ρ ἡ ἀνομία καὶ ὡς ἄγρωστις ξηρὰ βρωθήσεται ὑπὸ πυρός καὶ καυθήσεται ἐν τοι̃ς δάσεσι του̃ δρυμου̃ καὶ συγκαταφάγεται τὰ κύκλω̨ τω̃ν βουνω̃ν πάντα
18 διὰ θυμὸν ὀργη̃ς κυρίου συγκέκαυται ἡ γη̃ ὅλη καὶ ἔσται ὁ λαὸς ὡς ὑπὸ πυρὸς κατακεκαυμένος ἄνθρωπος τὸν ἀδελφὸν αὐτου̃ οὐκ ἐλεήσει
19 ἀλλὰ ἐκκλινει̃ εἰς τὰ δεξιά ὅτι πεινάσει καὶ φάγεται ἐκ τω̃ν ἀριστερω̃ν καὶ οὐ μὴ ἐμπλησθη̨̃ ἄνθρωπος ἔσθων τὰς σάρκας του̃ βραχίονος αὐτου̃
20 φάγεται γὰρ Μανασση του̃ Εφραιμ καὶ Εφραιμ του̃ Μανασση ὅτι ἅμα πολιορκήσουσιν τὸν Ιουδαν ἐπὶ τούτοις πα̃σιν οὐκ ἀπεστράφη ὁ θυμός ἀλλ' ἔτι ἡ χεὶρ ὑψηλή

ΗΣΑΙΑΣ, κεφαλίς 10

1 οὐαὶ τοι̃ς γράφουσιν πονηρίαν γράφοντες γὰρ πονηρίαν γράφουσιν
2 ἐκκλίνοντες κρίσιν πτωχω̃ν ἁρπάζοντες κρίμα πενήτων του̃ λαου̃ μου ὥστε εἰ̃ναι αὐτοι̃ς χήραν εἰς ἁρπαγὴν καὶ ὀρφανὸν εἰς προνομήν
3 καὶ τί ποιήσουσιν ἐν τη̨̃ ἡμέρα̨ τη̃ς ἐπισκοπη̃ς ἡ γὰρ θλι̃ψις ὑμι̃ν πόρρωθεν ἥξει καὶ πρὸς τίνα καταφεύξεσθε του̃ βοηθηθη̃ναι καὶ που̃ καταλείψετε τὴν δόξαν ὑμω̃ν
4 του̃ μὴ ἐμπεσει̃ν εἰς ἐπαγωγήν ἐπὶ πα̃σι τούτοις οὐκ ἀπεστράφη ὁ θυμός ἀλλ' ἔτι ἡ χεὶρ ὑψηλή
5 οὐαὶ 'Ασσυρίοις ἡ ῥάβδος του̃ θυμου̃ μου καὶ ὀργη̃ς ἐστιν ἐν ται̃ς χερσὶν αὐτω̃ν
6 τὴν ὀργήν μου εἰς ἔθνος ἄνομον ἀποστελω̃ καὶ τω̨̃ ἐμω̨̃ λαω̨̃ συντάξω ποιη̃σαι σκυ̃λα καὶ προνομὴν καὶ καταπατει̃ν τὰς πόλεις καὶ θει̃ναι αὐτὰς εἰς κονιορτόν
7 αὐτὸς δὲ οὐχ οὕτως ἐνεθυμήθη καὶ τη̨̃ ψυχη̨̃ οὐχ οὕτως λελόγισται ἀλλὰ ἀπαλλάξει ὁ νου̃ς αὐτου̃ καὶ του̃ ἔθνη ἐξολεθρευ̃σαι οὐκ ὀλίγα
8 καὶ ἐὰν εἴπωσιν αὐτω̨̃ σὺ μόνος εἰ̃ ἄρχων
9 καὶ ἐρει̃ οὐκ ἔλαβον τὴν χώραν τὴν ἐπάνω Βαβυλω̃νος καὶ Χαλαννη οὑ̃ ὁ πύργος ὠ̨κοδομήθη καὶ ἔλαβον 'Αραβίαν καὶ Δαμασκὸν καὶ Σαμάρειαν
10 ὃν τρόπον ταύτας ἔλαβον ἐν τη̨̃ χειρί μου καὶ πάσας τὰς ἀρχὰς λήμψομαι ὀλολύξατε τὰ γλυπτὰ ἐν Ιερουσαλημ καὶ ἐν Σαμαρεία̨
11 ὃν τρόπον γὰρ ἐποίησα Σαμαρεία̨ καὶ τοι̃ς χειροποιήτοις αὐτη̃ς οὕτως ποιήσω καὶ Ιερουσαλημ καὶ τοι̃ς εἰδώλοις αὐτη̃ς
12 καὶ ἔσται ὅταν συντελέση̨ κύριος πάντα ποιω̃ν ἐν τω̨̃ ὄρει Σιων καὶ ἐν Ιερουσαλημ ἐπάξει ἐπὶ τὸν νου̃ν τὸν μέγαν τὸν ἄρχοντα τω̃ν 'Ασσυρίων καὶ ἐπὶ τὸ ὕψος τη̃ς δόξης τω̃ν ὀφθαλμω̃ν αὐτου̃
13 εἰ̃πεν γάρ τη̨̃ ἰσχύι ποιήσω καὶ τη̨̃ σοφία̨ τη̃ς συνέσεως ἀφελω̃ ὅρια ἐθνω̃ν καὶ τὴν ἰσχὺν αὐτω̃ν προνομεύσω καὶ σείσω πόλεις κατοικουμένας
14 καὶ τὴν οἰκουμένην ὅλην καταλήμψομαι τη̨̃ χειρὶ ὡς νοσσιὰν καὶ ὡς καταλελειμμένα ὠ̨ὰ ἀρω̃ καὶ οὐκ ἔστιν ὃς διαφεύξεταί με ἢ ἀντείπη̨ μοι
15 μὴ δοξασθήσεται ἀξίνη ἄνευ του̃ κόπτοντος ἐν αὐτη̨̃ ἢ ὑψωθήσεται πρίων ἄνευ του̃ ἕλκοντος αὐτόν ὡσαύτως ἐάν τις ἄρη̨ ῥάβδον ἢ ξύλον
16 καὶ οὐχ οὕτως ἀλλὰ ἀποστελει̃ κύριος σαβαωθ εἰς τὴν σὴν τιμὴν ἀτιμίαν καὶ εἰς τὴν σὴν δόξαν πυ̃ρ καιόμενον καυθήσεται
17 καὶ ἔσται τὸ φω̃ς του̃ Ισραηλ εἰς πυ̃ρ καὶ ἁγιάσει αὐτὸν ἐν πυρὶ καιομένω̨ καὶ φάγεται ὡσεὶ χόρτον τὴν ὕλην τη̨̃ ἡμέρα̨ ἐκείνη̨
18 ἀποσβεσθήσεται τὰ ὄρη καὶ οἱ βουνοὶ καὶ οἱ δρυμοί καὶ καταφάγεται ἀπὸ ψυχη̃ς ἕως σαρκω̃ν καὶ ἔσται ὁ φεύγων ὡς ὁ φεύγων ἀπὸ φλογὸς καιομένης
19 καὶ οἱ καταλειφθέντες ἀπ' αὐτω̃ν ἔσονται ἀριθμός καὶ παιδίον γράψει αὐτούς
20 καὶ ἔσται ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ οὐκέτι προστεθήσεται τὸ καταλειφθὲν Ισραηλ καὶ οἱ σωθέντες του̃ Ιακωβ οὐκέτι μὴ πεποιθότες ὠ̃σιν ἐπὶ τοὺς ἀδικήσαντας αὐτούς ἀλλὰ ἔσονται πεποιθότες ἐπὶ τὸν θεὸν τὸν ἅγιον του̃ Ισραηλ τη̨̃ ἀληθεία̨
21 καὶ ἔσται τὸ καταλειφθὲν του̃ Ιακωβ ἐπὶ θεὸν ἰσχύοντα
22 καὶ ἐὰν γένηται ὁ λαὸς Ισραηλ ὡς ἡ ἄμμος τη̃ς θαλάσσης τὸ κατάλειμμα αὐτω̃ν σωθήσεται λόγον γὰρ συντελω̃ν καὶ συντέμνων ἐν δικαιοσύνη̨
23 ὅτι λόγον συντετμημένον ποιήσει ὁ θεὸς ἐν τη̨̃ οἰκουμένη̨ ὅλη̨
24 διὰ του̃το τάδε λέγει κύριος σαβαωθ μὴ φοβου̃ ὁ λαός μου οἱ κατοικου̃ντες ἐν Σιων ἀπὸ 'Ασσυρίων ὅτι ἐν ῥάβδω̨ πατάξει σε πληγὴν γὰρ ἐγὼ ἐπάγω ἐπὶ σὲ του̃ ἰδει̃ν ὁδὸν Αἰγύπτου
25 ἔτι γὰρ μικρὸν καὶ παύσεται ἡ ὀργή ὁ δὲ θυμός μου ἐπὶ τὴν βουλὴν αὐτω̃ν
26 καὶ ἐπεγερει̃ ὁ θεὸς ἐπ' αὐτοὺς κατὰ τὴν πληγὴν τὴν Μαδιαμ ἐν τόπω̨ θλίψεως καὶ ὁ θυμὸς αὐτου̃ τη̨̃ ὁδω̨̃ τη̨̃ κατὰ θάλασσαν εἰς τὴν ὁδὸν τὴν κατ' Αἴγυπτον
27 καὶ ἔσται ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἀφαιρεθήσεται ὁ φόβος αὐτου̃ ἀπὸ σου̃ καὶ ὁ ζυγὸς αὐτου̃ ἀπὸ του̃ ὤμου σου καὶ καταφθαρήσεται ὁ ζυγὸς ἀπὸ τω̃ν ὤμων ὑμω̃ν
28 ἥξει γὰρ εἰς τὴν πόλιν Αγγαι καὶ παρελεύσεται εἰς Μαγεδω καὶ ἐν Μαχμας θήσει τὰ σκεύη αὐτου̃
29 καὶ παρελεύσεται φάραγγα καὶ ἥξει εἰς Αγγαι φόβος λήμψεται Ραμα πόλιν Σαουλ φεύξεται
30 ἡ θυγάτηρ Γαλλιμ ἐπακούσεται Λαισα ἐπακούσεται Αναθωθ
31 ἐξέστη Μαδεβηνα καὶ οἱ κατοικου̃ντες Γιββιρ παρακαλει̃τε
32 σήμερον ἐν ὁδω̨̃ του̃ μει̃ναι τη̨̃ χειρὶ παρακαλει̃τε τὸ ὄρος τὴν θυγατέρα Σιων καὶ οἱ βουνοὶ οἱ ἐν Ιερουσαλημ
33 ἰδοὺ γὰρ ὁ δεσπότης κύριος σαβαωθ συνταράσσει τοὺς ἐνδόξους μετὰ ἰσχύος καὶ οἱ ὑψηλοὶ τη̨̃ ὕβρει συντριβήσονται καὶ οἱ ὑψηλοὶ ταπεινωθήσονται
34 καὶ πεσου̃νται οἱ ὑψηλοὶ μαχαίρα̨ ὁ δὲ Λίβανος σὺν τοι̃ς ὑψηλοι̃ς πεσει̃ται

ΗΣΑΙΑΣ, κεφαλίς 11

1 καὶ ἐξελεύσεται ῥάβδος ἐκ τη̃ς ῥίζης Ιεσσαι καὶ ἄνθος ἐκ τη̃ς ῥίζης ἀναβήσεται
2 καὶ ἀναπαύσεται ἐπ' αὐτὸν πνευ̃μα του̃ θεου̃ πνευ̃μα σοφίας καὶ συνέσεως πνευ̃μα βουλη̃ς καὶ ἰσχύος πνευ̃μα γνώσεως καὶ εὐσεβείας
3 ἐμπλήσει αὐτὸν πνευ̃μα φόβου θεου̃ οὐ κατὰ τὴν δόξαν κρινει̃ οὐδὲ κατὰ τὴν λαλιὰν ἐλέγξει
4 ἀλλὰ κρινει̃ ταπεινω̨̃ κρίσιν καὶ ἐλέγξει τοὺς ταπεινοὺς τη̃ς γη̃ς καὶ πατάξει γη̃ν τω̨̃ λόγω̨ του̃ στόματος αὐτου̃ καὶ ἐν πνεύματι διὰ χειλέων ἀνελει̃ ἀσεβη̃
5 καὶ ἔσται δικαιοσύνη̨ ἐζωσμένος τὴν ὀσφὺν αὐτου̃ καὶ ἀληθεία̨ εἰλημένος τὰς πλευράς
6 καὶ συμβοσκηθήσεται λύκος μετὰ ἀρνός καὶ πάρδαλις συναναπαύσεται ἐρίφω̨ καὶ μοσχάριον καὶ ταυ̃ρος καὶ λέων ἅμα βοσκηθήσονται καὶ παιδίον μικρὸν ἄξει αὐτούς
7 καὶ βου̃ς καὶ ἄρκος ἅμα βοσκηθήσονται καὶ ἅμα τὰ παιδία αὐτω̃ν ἔσονται καὶ λέων καὶ βου̃ς ἅμα φάγονται ἄχυρα
8 καὶ παιδίον νήπιον ἐπὶ τρώγλην ἀσπίδων καὶ ἐπὶ κοίτην ἐκγόνων ἀσπίδων τὴν χει̃ρα ἐπιβαλει̃
9 καὶ οὐ μὴ κακοποιήσωσιν οὐδὲ μὴ δύνωνται ἀπολέσαι οὐδένα ἐπὶ τὸ ὄρος τὸ ἅγιόν μου ὅτι ἐνεπλήσθη ἡ σύμπασα του̃ γνω̃ναι τὸν κύριον ὡς ὕδωρ πολὺ κατακαλύψαι θαλάσσας
10 καὶ ἔσται ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἡ ῥίζα του̃ Ιεσσαι καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνω̃ν ἐπ' αὐτω̨̃ ἔθνη ἐλπιου̃σιν καὶ ἔσται ἡ ἀνάπαυσις αὐτου̃ τιμή
11 καὶ ἔσται τη̨̃ ἡμέρα̨ ἐκείνη̨ προσθήσει κύριος του̃ δει̃ξαι τὴν χει̃ρα αὐτου̃ του̃ ζηλω̃σαι τὸ καταλειφθὲν ὑπόλοιπον του̃ λαου̃ ὃ ἂν καταλειφθη̨̃ ἀπὸ τω̃ν 'Ασσυρίων καὶ ἀπὸ Αἰγύπτου καὶ Βαβυλωνίας καὶ Αἰθιοπίας καὶ ἀπὸ Αιλαμιτω̃ν καὶ ἀπὸ ἡλίου ἀνατολω̃ν καὶ ἐξ 'Αραβίας
12 καὶ ἀρει̃ σημει̃ον εἰς τὰ ἔθνη καὶ συνάξει τοὺς ἀπολομένους Ισραηλ καὶ τοὺς διεσπαρμένους του̃ Ιουδα συνάξει ἐκ τω̃ν τεσσάρων πτερύγων τη̃ς γη̃ς
13 καὶ ἀφαιρεθήσεται ὁ ζη̃λος Εφραιμ καὶ οἱ ἐχθροὶ Ιουδα ἀπολου̃νται Εφραιμ οὐ ζηλώσει Ιουδαν καὶ Ιουδας οὐ θλίψει Εφραιμ
14 καὶ πετασθήσονται ἐν πλοίοις ἀλλοφύλων θάλασσαν ἅμα προνομεύσουσιν καὶ τοὺς ἀφ' ἡλίου ἀνατολω̃ν καὶ Ιδουμαίαν καὶ ἐπὶ Μωαβ πρω̃τον τὰς χει̃ρας ἐπιβαλου̃σιν οἱ δὲ υἱοὶ Αμμων πρω̃τοι ὑπακούσονται
15 καὶ ἐρημώσει κύριος τὴν θάλασσαν Αἰγύπτου καὶ ἐπιβαλει̃ τὴν χει̃ρα αὐτου̃ ἐπὶ τὸν ποταμὸν πνεύματι βιαίω̨ καὶ πατάξει ἑπτὰ φάραγγας ὥστε διαπορεύεσθαι αὐτὸν ἐν ὑποδήμασιν
16 καὶ ἔσται δίοδος τω̨̃ καταλειφθέντι μου λαω̨̃ ἐν Αἰγύπτω̨ καὶ ἔσται τω̨̃ Ισραηλ ὡς ἡ ἡμέρα ὅτε ἐξη̃λθεν ἐκ γη̃ς Αἰγύπτου

ΗΣΑΙΑΣ, κεφαλίς 12

1 καὶ ἐρει̃ς ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ εὐλογήσω σε κύριε διότι ὠργίσθης μοι καὶ ἀπέστρεψας τὸν θυμόν σου καὶ ἠλέησάς με
2 ἰδοὺ ὁ θεός μου σωτήρ μου κύριος πεποιθὼς ἔσομαι ἐπ' αὐτω̨̃ καὶ σωθήσομαι ἐν αὐτω̨̃ καὶ οὐ φοβηθήσομαι διότι ἡ δόξα μου καὶ ἡ αἴνεσίς μου κύριος καὶ ἐγένετό μοι εἰς σωτηρίαν
3 καὶ ἀντλήσετε ὕδωρ μετ' εὐφροσύνης ἐκ τω̃ν πηγω̃ν του̃ σωτηρίου
4 καὶ ἐρει̃ς ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ὑμνει̃τε κύριον βοα̃τε τὸ ὄνομα αὐτου̃ ἀναγγείλατε ἐν τοι̃ς ἔθνεσιν τὰ ἔνδοξα αὐτου̃ μιμνή̨σκεσθε ὅτι ὑψώθη τὸ ὄνομα αὐτου̃
5 ὑμνήσατε τὸ ὄνομα κυρίου ὅτι ὑψηλὰ ἐποίησεν ἀναγγείλατε ταυ̃τα ἐν πάση̨ τη̨̃ γη̨̃
6 ἀγαλλια̃σθε καὶ εὐφραίνεσθε οἱ κατοικου̃ντες Σιων ὅτι ὑψώθη ὁ ἅγιος του̃ Ισραηλ ἐν μέσω̨ αὐτη̃ς
Читать далее:ΗΣΑΙΑΣ, κεφαλίς 13

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).