ΗΣΑΙΑΣ,
κεφαλίς 27
1 τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἐπάξει ὁ θεὸς τὴν μάχαιραν τὴν ἁγίαν καὶ τὴν μεγάλην καὶ τὴν ἰσχυρὰν ἐπὶ τὸν δράκοντα ὄφιν φεύγοντα ἐπὶ τὸν δράκοντα ὄφιν σκολιὸν καὶ ἀνελει̃ τὸν δράκοντα |
2 τη̨̃ ἡμέρα̨ ἐκείνη̨ ἀμπελὼν καλός ἐπιθύμημα ἐξάρχειν κατ' αὐτη̃ς |
3 ἐγὼ πόλις ἰσχυρά πόλις πολιορκουμένη μάτην ποτιω̃ αὐτήν ἁλώσεται γὰρ νυκτός ἡμέρας δὲ πεσει̃ται τὸ τει̃χος |
4 οὐκ ἔστιν ἣ οὐκ ἐπελάβετο αὐτη̃ς τίς με θήσει φυλάσσειν καλάμην ἐν ἀγρω̨̃ διὰ τὴν πολεμίαν ταύτην ἠθέτηκα αὐτήν τοίνυν διὰ του̃το ἐποίησεν κύριος ὁ θεὸς πάντα ὅσα συνέταξεν κατακέκαυμαι |
5 βοήσονται οἱ ἐνοικου̃ντες ἐν αὐτη̨̃ ποιήσωμεν εἰρήνην αὐτω̨̃ ποιήσωμεν εἰρήνην |
6 οἱ ἐρχόμενοι τέκνα Ιακωβ βλαστήσει καὶ ἐξανθήσει Ισραηλ καὶ ἐμπλησθήσεται ἡ οἰκουμένη του̃ καρπου̃ αὐτου̃ |
7 μὴ ὡς αὐτὸς ἐπάταξεν καὶ αὐτὸς οὕτως πληγήσεται καὶ ὡς αὐτὸς ἀνει̃λεν οὕτως ἀναιρεθήσεται |
8 μαχόμενος καὶ ὀνειδίζων ἐξαποστελει̃ αὐτούς οὐ σὺ ἠ̃σθα ὁ μελετω̃ν τω̨̃ πνεύματι τω̨̃ σκληρω̨̃ ἀνελει̃ν αὐτοὺς πνεύματι θυμου̃ |
9 διὰ του̃το ἀφαιρεθήσεται ἡ ἀνομία Ιακωβ καὶ του̃τό ἐστιν ἡ εὐλογία αὐτου̃ ὅταν ἀφέλωμαι αὐτου̃ τὴν ἁμαρτίαν ὅταν θω̃σιν πάντας τοὺς λίθους τω̃ν βωμω̃ν κατακεκομμένους ὡς κονίαν λεπτήν καὶ οὐ μὴ μείνη̨ τὰ δένδρα αὐτω̃ν καὶ τὰ εἴδωλα αὐτω̃ν ἐκκεκομμένα ὥσπερ δρυμὸς μακράν |
10 τὸ κατοικούμενον ποίμνιον ἀνειμένον ἔσται ὡς ποίμνιον καταλελειμμένον καὶ ἔσται πολὺν χρόνον εἰς βόσκημα καὶ ἐκει̃ ἀναπαύσονται |
11 καὶ μετὰ χρόνον οὐκ ἔσται ἐν αὐτη̨̃ πα̃ν χλωρὸν διὰ τὸ ξηρανθη̃ναι γυναι̃κες ἐρχόμεναι ἀπὸ θέας δευ̃τε οὐ γὰρ λαός ἐστιν ἔχων σύνεσιν διὰ του̃το οὐ μὴ οἰκτιρήση̨ ὁ ποιήσας αὐτούς οὐδὲ ὁ πλάσας αὐτοὺς οὐ μὴ ἐλεήση̨ |
12 καὶ ἔσται ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ συμφράξει κύριος ἀπὸ τη̃ς διώρυγος του̃ ποταμου̃ ἕως 'Ρινοκορούρων ὑμει̃ς δὲ συναγάγετε τοὺς υἱοὺς Ισραηλ κατὰ ἕνα ἕνα |
13 καὶ ἔσται ἐν τη̨̃ ἡμέρα̨ ἐκείνη̨ σαλπιου̃σιν τη̨̃ σάλπιγγι τη̨̃ μεγάλη̨ καὶ ἥξουσιν οἱ ἀπολόμενοι ἐν τη̨̃ χώρα̨ τω̃ν 'Ασσυρίων καὶ οἱ ἀπολόμενοι ἐν Αἰγύπτω̨ καὶ προσκυνήσουσιν τω̨̃ κυρίω̨ ἐπὶ τὸ ὄρος τὸ ἅγιον ἐν Ιερουσαλημ |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.