Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΗΣΑΙΑΣ, κεφαλίς 33

οὐαὶ τοι̃ς ταλαιπωρου̃σιν ὑμα̃ς ὑμα̃ς δὲ οὐδεὶς ποιει̃ ταλαιπώρους καὶ ὁ ἀθετω̃ν ὑμα̃ς οὐκ ἀθετει̃ ἁλώσονται οἱ ἀθετου̃ντες καὶ παραδοθήσονται καὶ ὡς σὴς ἐπὶ ἱματίου οὕτως ἡττηθήσονται
κύριε ἐλέησον ἡμα̃ς ἐπὶ σοὶ γὰρ πεποίθαμεν ἐγενήθη τὸ σπέρμα τω̃ν ἀπειθούντων εἰς ἀπώλειαν ἡ δὲ σωτηρία ἡμω̃ν ἐν καιρω̨̃ θλίψεως
διὰ φωνὴν του̃ φόβου σου ἐξέστησαν λαοὶ ἀπὸ του̃ φόβου σου καὶ διεσπάρησαν τὰ ἔθνη
νυ̃ν δὲ συναχθήσεται τὰ σκυ̃λα ὑμω̃ν μικρου̃ καὶ μεγάλου ὃν τρόπον ἐάν τις συναγάγη̨ ἀκρίδας οὕτως ἐμπαίξουσιν ὑμι̃ν
ἅγιος ὁ θεὸς ὁ κατοικω̃ν ἐν ὑψηλοι̃ς ἐνεπλήσθη Σιων κρίσεως καὶ δικαιοσύνης
ἐν νόμω̨ παραδοθήσονται ἐν θησαυροι̃ς ἡ σωτηρία ἡμω̃ν ἐκει̃ σοφία καὶ ἐπιστήμη καὶ εὐσέβεια πρὸς τὸν κύριον οὑ̃τοί εἰσιν θησαυροὶ δικαιοσύνης
ἰδοὺ δὴ ἐν τω̨̃ φόβω̨ ὑμω̃ν αὐτοὶ φοβηθήσονται οὓς ἐφοβει̃σθε φοβηθήσονται ἀφ' ὑμω̃ν ἄγγελοι γὰρ ἀποσταλήσονται ἀξιου̃ντες εἰρήνην πικρω̃ς κλαίοντες παρακαλου̃ντες εἰρήνην
ἐρημωθήσονται γὰρ αἱ τούτων ὁδοί πέπαυται ὁ φόβος τω̃ν ἐθνω̃ν καὶ ἡ πρὸς τούτους διαθήκη αἴρεται καὶ οὐ μὴ λογίσησθε αὐτοὺς ἀνθρώπους
ἐπένθησεν ἡ γη̃ ἠ̨σχύνθη ὁ Λίβανος ἕλη ἐγένετο ὁ Σαρων φανερὰ ἔσται ἡ Γαλιλαία καὶ ὁ Κάρμηλος
10 νυ̃ν ἀναστήσομαι λέγει κύριος νυ̃ν δοξασθήσομαι νυ̃ν ὑψωθήσομαι
11 νυ̃ν ὄψεσθε νυ̃ν αἰσθηθήσεσθε ματαία ἔσται ἡ ἰσχὺς του̃ πνεύματος ὑμω̃ν πυ̃ρ ὑμα̃ς κατέδεται
12 καὶ ἔσονται ἔθνη κατακεκαυμένα ὡς ἄκανθα ἐν ἀγρω̨̃ ἐρριμμένη καὶ κατακεκαυμένη
13 ἀκούσονται οἱ πόρρωθεν ἃ ἐποίησα γνώσονται οἱ ἐγγίζοντες τὴν ἰσχύν μου
14 ἀπέστησαν οἱ ἐν Σιων ἄνομοι λήμψεται τρόμος τοὺς ἀσεβει̃ς τίς ἀναγγελει̃ ὑμι̃ν ὅτι πυ̃ρ καίεται τίς ἀναγγελει̃ ὑμι̃ν τὸν τόπον τὸν αἰώνιον
15 πορευόμενος ἐν δικαιοσύνη̨ λαλω̃ν εὐθει̃αν ὁδόν μισω̃ν ἀνομίαν καὶ ἀδικίαν καὶ τὰς χει̃ρας ἀποσειόμενος ἀπὸ δώρων βαρύνων τὰ ὠ̃τα ἵνα μὴ ἀκούση̨ κρίσιν αἵματος καμμύων τοὺς ὀφθαλμοὺς ἵνα μὴ ἴδη̨ ἀδικίαν
16 οὑ̃τος οἰκήσει ἐν ὑψηλω̨̃ σπηλαίω̨ πέτρας ἰσχυρα̃ς ἄρτος αὐτω̨̃ δοθήσεται καὶ τὸ ὕδωρ αὐτου̃ πιστόν
17 βασιλέα μετὰ δόξης ὄψεσθε καὶ οἱ ὀφθαλμοὶ ὑμω̃ν ὄψονται γη̃ν πόρρωθεν
18 ἡ ψυχὴ ὑμω̃ν μελετήσει φόβον που̃ εἰσιν οἱ γραμματικοί που̃ εἰσιν οἱ συμβουλεύοντες που̃ ἐστιν ὁ ἀριθμω̃ν τοὺς τρεφομένους
19 μικρὸν καὶ μέγαν λαόν ὡ̨̃ οὐ συνεβουλεύσαντο οὐδὲ ἤ̨δει βαθύφωνον ὥστε μὴ ἀκου̃σαι λαὸς πεφαυλισμένος καὶ οὐκ ἔστιν τω̨̃ ἀκούοντι σύνεσις
20 ἰδοὺ Σιων ἡ πόλις τὸ σωτήριον ἡμω̃ν οἱ ὀφθαλμοί σου ὄψονται Ιερουσαλημ πόλις πλουσία σκηναὶ αἳ οὐ μὴ σεισθω̃σιν οὐδὲ μὴ κινηθω̃σιν οἱ πάσσαλοι τη̃ς σκηνη̃ς αὐτη̃ς εἰς τὸν αἰω̃να χρόνον οὐδὲ τὰ σχοινία αὐτη̃ς οὐ μὴ διαρραγω̃σιν
21 ὅτι τὸ ὄνομα κυρίου μέγα ὑμι̃ν τόπος ὑμι̃ν ἔσται ποταμοὶ καὶ διώρυγες πλατει̃ς καὶ εὐρύχωροι οὐ πορεύση̨ ταύτην τὴν ὁδόν οὐδὲ πορεύσεται πλοι̃ον ἐλαυ̃νον
22 ὁ γὰρ θεός μου μέγας ἐστίν οὐ παρελεύσεταί με κύριος κριτὴς ἡμω̃ν κύριος ἄρχων ἡμω̃ν κύριος βασιλεὺς ἡμω̃ν κύριος οὑ̃τος ἡμα̃ς σώσει
23 ἐρράγησαν τὰ σχοινία σου ὅτι οὐκ ἐνίσχυσεν ὁ ἱστός σου ἔκλινεν οὐ χαλάσει τὰ ἱστία οὐκ ἀρει̃ σημει̃ον ἕως οὑ̃ παραδοθη̨̃ εἰς προνομήν τοίνυν πολλοὶ χωλοὶ προνομὴν ποιήσουσιν
24 καὶ οὐ μὴ εἴπη̨ κοπιω̃ ὁ λαὸς ὁ ἐνοικω̃ν ἐν αὐτοι̃ς ἀφέθη γὰρ αὐτοι̃ς ἡ ἁμαρτία

ΗΣΑΙΑΣ, κεφαλίς 34

προσαγάγετε ἔθνη καὶ ἀκούσατε ἄρχοντες ἀκουσάτω ἡ γη̃ καὶ οἱ ἐν αὐτη̨̃ ἡ οἰκουμένη καὶ ὁ λαὸς ὁ ἐν αὐτη̨̃
διότι θυμὸς κυρίου ἐπὶ πάντα τὰ ἔθνη καὶ ὀργὴ ἐπὶ τὸν ἀριθμὸν αὐτω̃ν του̃ ἀπολέσαι αὐτοὺς καὶ παραδου̃ναι αὐτοὺς εἰς σφαγήν
οἱ δὲ τραυματίαι αὐτω̃ν ῥιφήσονται καὶ οἱ νεκροί καὶ ἀναβήσεται αὐτω̃ν ἡ ὀσμή καὶ βραχήσεται τὰ ὄρη ἀπὸ του̃ αἵματος αὐτω̃ν
καὶ ἑλιγήσεται ὁ οὐρανὸς ὡς βιβλίον καὶ πάντα τὰ ἄστρα πεσει̃ται ὡς φύλλα ἐξ ἀμπέλου καὶ ὡς πίπτει φύλλα ἀπὸ συκη̃ς
ἐμεθύσθη ἡ μάχαιρά μου ἐν τω̨̃ οὐρανω̨̃ ἰδοὺ ἐπὶ τὴν Ιδουμαίαν καταβήσεται καὶ ἐπὶ τὸν λαὸν τη̃ς ἀπωλείας μετὰ κρίσεως
ἡ μάχαιρα κυρίου ἐνεπλήσθη αἵματος ἐπαχύνθη ἀπὸ στέατος ἀρνω̃ν καὶ ἀπὸ στέατος τράγων καὶ κριω̃ν ὅτι θυσία κυρίω̨ ἐν Βοσορ καὶ σφαγὴ μεγάλη ἐν τη̨̃ Ιδουμαία̨
καὶ συμπεσου̃νται οἱ ἁδροὶ μετ' αὐτω̃ν καὶ οἱ κριοὶ καὶ οἱ ταυ̃ροι καὶ μεθυσθήσεται ἡ γη̃ ἀπὸ του̃ αἵματος καὶ ἀπὸ του̃ στέατος αὐτω̃ν ἐμπλησθήσεται
ἡμέρα γὰρ κρίσεως κυρίου καὶ ἐνιαυτὸς ἀνταποδόσεως κρίσεως Σιων
καὶ στραφήσονται αὐτη̃ς αἱ φάραγγες εἰς πίσσαν καὶ ἡ γη̃ αὐτη̃ς εἰς θει̃ον καὶ ἔσται αὐτη̃ς ἡ γη̃ καιομένη ὡς πίσσα
10 νυκτὸς καὶ ἡμέρας καὶ οὐ σβεσθήσεται εἰς τὸν αἰω̃να χρόνον καὶ ἀναβήσεται ὁ καπνὸς αὐτη̃ς ἄνω εἰς γενεὰς ἐρημωθήσεται καὶ εἰς χρόνον πολύν
11 καὶ κατοικήσουσιν ἐν αὐτη̨̃ ὄρνεα καὶ ἐχι̃νοι καὶ ἴβεις καὶ κόρακες καὶ ἐπιβληθήσεται ἐπ' αὐτὴν σπαρτίον γεωμετρίας ἐρήμου καὶ ὀνοκένταυροι οἰκήσουσιν ἐν αὐτη̨̃
12 οἱ ἄρχοντες αὐτη̃ς οὐκ ἔσονται οἱ γὰρ βασιλει̃ς αὐτη̃ς καὶ οἱ ἄρχοντες αὐτη̃ς καὶ οἱ μεγιστα̃νες αὐτη̃ς ἔσονται εἰς ἀπώλειαν
13 καὶ ἀναφύσει εἰς τὰς πόλεις αὐτω̃ν ἀκάνθινα ξύλα καὶ εἰς τὰ ὀχυρώματα αὐτη̃ς καὶ ἔσται ἔπαυλις σειρήνων καὶ αὐλὴ στρουθω̃ν
14 καὶ συναντήσουσιν δαιμόνια ὀνοκενταύροις καὶ βοήσουσιν ἕτερος πρὸς τὸν ἕτερον ἐκει̃ ἀναπαύσονται ὀνοκένταυροι εὑ̃ρον γὰρ αὑτοι̃ς ἀνάπαυσιν
15 ἐκει̃ ἐνόσσευσεν ἐχι̃νος καὶ ἔσωσεν ἡ γη̃ τὰ παιδία αὐτη̃ς μετὰ ἀσφαλείας ἐκει̃ ἔλαφοι συνήντησαν καὶ εἰ̃δον τὰ πρόσωπα ἀλλήλων
16 ἀριθμω̨̃ παρη̃λθον καὶ μία αὐτω̃ν οὐκ ἀπώλετο ἑτέρα τὴν ἑτέραν οὐκ ἐζήτησαν ὅτι κύριος ἐνετείλατο αὐτοι̃ς καὶ τὸ πνευ̃μα αὐτου̃ συνήγαγεν αὐτάς
17 καὶ αὐτὸς ἐπιβαλει̃ αὐτοι̃ς κλήρους καὶ ἡ χεὶρ αὐτου̃ διεμέρισεν βόσκεσθαι εἰς τὸν αἰω̃να χρόνον κληρονομήσετε εἰς γενεὰς γενεω̃ν ἀναπαύσονται ἐπ' αὐτη̃ς

ΗΣΑΙΑΣ, κεφαλίς 35

εὐφράνθητι ἔρημος διψω̃σα ἀγαλλιάσθω ἔρημος καὶ ἀνθείτω ὡς κρίνον
καὶ ἐξανθήσει καὶ ἀγαλλιάσεται τὰ ἔρημα του̃ Ιορδάνου καὶ ἡ δόξα του̃ Λιβάνου ἐδόθη αὐτη̨̃ καὶ ἡ τιμὴ του̃ Καρμήλου καὶ ὁ λαός μου ὄψεται τὴν δόξαν κυρίου καὶ τὸ ὕψος του̃ θεου̃
ἰσχύσατε χει̃ρες ἀνειμέναι καὶ γόνατα παραλελυμένα
παρακαλέσατε οἱ ὀλιγόψυχοι τη̨̃ διανοία̨ ἰσχύσατε μὴ φοβει̃σθε ἰδοὺ ὁ θεὸς ἡμω̃ν κρίσιν ἀνταποδίδωσιν καὶ ἀνταποδώσει αὐτὸς ἥξει καὶ σώσει ἡμα̃ς
τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλω̃ν καὶ ὠ̃τα κωφω̃ν ἀκούσονται
τότε ἁλει̃ται ὡς ἔλαφος ὁ χωλός καὶ τρανὴ ἔσται γλω̃σσα μογιλάλων ὅτι ἐρράγη ἐν τη̨̃ ἐρήμω̨ ὕδωρ καὶ φάραγξ ἐν γη̨̃ διψώση̨
καὶ ἡ ἄνυδρος ἔσται εἰς ἕλη καὶ εἰς τὴν διψω̃σαν γη̃ν πηγὴ ὕδατος ἔσται ἐκει̃ εὐφροσύνη ὀρνέων ἔπαυλις καλάμου καὶ ἕλη
ἐκει̃ ἔσται ὁδὸς καθαρὰ καὶ ὁδὸς ἁγία κληθήσεται καὶ οὐ μὴ παρέλθη̨ ἐκει̃ ἀκάθαρτος οὐδὲ ἔσται ἐκει̃ ὁδὸς ἀκάθαρτος οἱ δὲ διεσπαρμένοι πορεύσονται ἐπ' αὐτη̃ς καὶ οὐ μὴ πλανηθω̃σιν
καὶ οὐκ ἔσται ἐκει̃ λέων οὐδὲ τω̃ν θηρίων τω̃ν πονηρω̃ν οὐ μὴ ἀναβη̨̃ ἐπ' αὐτὴν οὐδὲ μὴ εὑρεθη̨̃ ἐκει̃ ἀλλὰ πορεύσονται ἐν αὐτη̨̃ λελυτρωμένοι
10 καὶ συνηγμένοι διὰ κύριον ἀποστραφήσονται καὶ ἥξουσιν εἰς Σιων μετ' εὐφροσύνης καὶ εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλη̃ς αὐτω̃ν ἐπὶ γὰρ κεφαλη̃ς αὐτω̃ν αἴνεσις καὶ ἀγαλλίαμα καὶ εὐφροσύνη καταλήμψεται αὐτούς ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός
Читать далее:ΗΣΑΙΑΣ, κεφαλίς 36
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).