ΗΣΑΙΑΣ,
κεφαλίς 35
1 εὐφράνθητι ἔρημος διψω̃σα ἀγαλλιάσθω ἔρημος καὶ ἀνθείτω ὡς κρίνον |
2 καὶ ἐξανθήσει καὶ ἀγαλλιάσεται τὰ ἔρημα του̃ Ιορδάνου καὶ ἡ δόξα του̃ Λιβάνου ἐδόθη αὐτη̨̃ καὶ ἡ τιμὴ του̃ Καρμήλου καὶ ὁ λαός μου ὄψεται τὴν δόξαν κυρίου καὶ τὸ ὕψος του̃ θεου̃ |
3 ἰσχύσατε χει̃ρες ἀνειμέναι καὶ γόνατα παραλελυμένα |
4 παρακαλέσατε οἱ ὀλιγόψυχοι τη̨̃ διανοία̨ ἰσχύσατε μὴ φοβει̃σθε ἰδοὺ ὁ θεὸς ἡμω̃ν κρίσιν ἀνταποδίδωσιν καὶ ἀνταποδώσει αὐτὸς ἥξει καὶ σώσει ἡμα̃ς |
5 τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλω̃ν καὶ ὠ̃τα κωφω̃ν ἀκούσονται |
6 τότε ἁλει̃ται ὡς ἔλαφος ὁ χωλός καὶ τρανὴ ἔσται γλω̃σσα μογιλάλων ὅτι ἐρράγη ἐν τη̨̃ ἐρήμω̨ ὕδωρ καὶ φάραγξ ἐν γη̨̃ διψώση̨ |
7 καὶ ἡ ἄνυδρος ἔσται εἰς ἕλη καὶ εἰς τὴν διψω̃σαν γη̃ν πηγὴ ὕδατος ἔσται ἐκει̃ εὐφροσύνη ὀρνέων ἔπαυλις καλάμου καὶ ἕλη |
8 ἐκει̃ ἔσται ὁδὸς καθαρὰ καὶ ὁδὸς ἁγία κληθήσεται καὶ οὐ μὴ παρέλθη̨ ἐκει̃ ἀκάθαρτος οὐδὲ ἔσται ἐκει̃ ὁδὸς ἀκάθαρτος οἱ δὲ διεσπαρμένοι πορεύσονται ἐπ' αὐτη̃ς καὶ οὐ μὴ πλανηθω̃σιν |
9 καὶ οὐκ ἔσται ἐκει̃ λέων οὐδὲ τω̃ν θηρίων τω̃ν πονηρω̃ν οὐ μὴ ἀναβη̨̃ ἐπ' αὐτὴν οὐδὲ μὴ εὑρεθη̨̃ ἐκει̃ ἀλλὰ πορεύσονται ἐν αὐτη̨̃ λελυτρωμένοι |
10 καὶ συνηγμένοι διὰ κύριον ἀποστραφήσονται καὶ ἥξουσιν εἰς Σιων μετ' εὐφροσύνης καὶ εὐφροσύνη αἰώνιος ὑπὲρ κεφαλη̃ς αὐτω̃ν ἐπὶ γὰρ κεφαλη̃ς αὐτω̃ν αἴνεσις καὶ ἀγαλλίαμα καὶ εὐφροσύνη καταλήμψεται αὐτούς ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.