1 ἴδετε ὡς ὁ δίκαιος ἀπώλετο καὶ οὐδεὶς ἐκδέχεται τη̨̃ καρδία̨ καὶ ἄνδρες δίκαιοι αἴρονται καὶ οὐδεὶς κατανοει̃ ἀπὸ γὰρ προσώπου ἀδικίας ἠ̃ρται ὁ δίκαιος |
2 ἔσται ἐν εἰρήνη̨ ἡ ταφὴ αὐτου̃ ἠ̃ρται ἐκ του̃ μέσου |
3 ὑμει̃ς δὲ προσαγάγετε ὡ̃δε υἱοὶ ἄνομοι σπέρμα μοιχω̃ν καὶ πόρνης |
4 ἐν τίνι ἐνετρυφήσατε καὶ ἐπὶ τίνα ἠνοίξατε τὸ στόμα ὑμω̃ν καὶ ἐπὶ τίνα ἐχαλάσατε τὴν γλω̃σσαν ὑμω̃ν οὐχ ὑμει̃ς ἐστε τέκνα ἀπωλείας σπέρμα ἄνομον |
5 οἱ παρακαλου̃ντες ἐπὶ τὰ εἴδωλα ὑπὸ δένδρα δασέα σφάζοντες τὰ τέκνα αὐτω̃ν ἐν ται̃ς φάραγξιν ἀνὰ μέσον τω̃ν πετρω̃ν |
6 ἐκείνη σου ἡ μερίς οὑ̃τός σου ὁ κλη̃ρος κἀκείνοις ἐξέχεας σπονδὰς κἀκείνοις ἀνήνεγκας θυσίας ἐπὶ τούτοις οὐ̃ν οὐκ ὀργισθήσομαι |
7 ἐπ' ὄρος ὑψηλὸν καὶ μετέωρον ἐκει̃ σου ἡ κοίτη κἀκει̃ ἀνεβίβασας θυσίας |
8 καὶ ὀπίσω τω̃ν σταθμω̃ν τη̃ς θύρας σου ἔθηκας μνημόσυνά σου ὤ̨ου ὅτι ἐὰν ἀπ' ἐμου̃ ἀποστη̨̃ς πλει̃όν τι ἕξεις ἠγάπησας τοὺς κοιμωμένους μετὰ σου̃ |
9 καὶ ἐπλήθυνας τὴν πορνείαν σου μετ' αὐτω̃ν καὶ πολλοὺς ἐποίησας τοὺς μακρὰν ἀπὸ σου̃ καὶ ἀπέστειλας πρέσβεις ὑπὲρ τὰ ὅριά σου καὶ ἀπέστρεψας καὶ ἐταπεινώθης ἕως ἅ̨δου |
10 ται̃ς πολυοδίαις σου ἐκοπίασας καὶ οὐκ εἰ̃πας παύσομαι ἐνισχύουσα ὅτι ἔπραξας ταυ̃τα διὰ του̃το οὐ κατεδεήθης μου |
11 σύ τίνα εὐλαβηθει̃σα ἐφοβήθης καὶ ἐψεύσω με καὶ οὐκ ἐμνήσθης μου οὐδὲ ἔλαβές με εἰς τὴν διάνοιαν οὐδὲ εἰς τὴν καρδίαν σου κἀγώ σε ἰδὼν παρορω̃ καὶ ἐμὲ οὐκ ἐφοβήθης |
12 κἀγὼ ἀπαγγελω̃ τὴν δικαιοσύνην μου καὶ τὰ κακά σου ἃ οὐκ ὠφελήσουσίν σε |
13 ὅταν ἀναβοήση̨ς ἐξελέσθωσάν σε ἐν τη̨̃ θλίψει σου τούτους γὰρ πάντας ἄνεμος λήμψεται καὶ ἀποίσει καταιγίς οἱ δὲ ἀντεχόμενοί μου κτήσονται γη̃ν καὶ κληρονομήσουσιν τὸ ὄρος τὸ ἅγιόν μου |
14 καὶ ἐρου̃σιν καθαρίσατε ἀπὸ προσώπου αὐτου̃ ὁδοὺς καὶ ἄρατε σκω̃λα ἀπὸ τη̃ς ὁδου̃ του̃ λαου̃ μου |
15 τάδε λέγει κύριος ὁ ὕψιστος ὁ ἐν ὑψηλοι̃ς κατοικω̃ν τὸν αἰω̃να ἅγιος ἐν ἁγίοις ὄνομα αὐτω̨̃ κύριος ὕψιστος ἐν ἁγίοις ἀναπαυόμενος καὶ ὀλιγοψύχοις διδοὺς μακροθυμίαν καὶ διδοὺς ζωὴν τοι̃ς συντετριμμένοις τὴν καρδίαν |
16 οὐκ εἰς τὸν αἰω̃να ἐκδικήσω ὑμα̃ς οὐδὲ διὰ παντὸς ὀργισθήσομαι ὑμι̃ν πνευ̃μα γὰρ παρ' ἐμου̃ ἐξελεύσεται καὶ πνοὴν πα̃σαν ἐγὼ ἐποίησα |
17 δι' ἁμαρτίαν βραχύ τι ἐλύπησα αὐτὸν καὶ ἐπάταξα αὐτὸν καὶ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπ' αὐτου̃ καὶ ἐλυπήθη καὶ ἐπορεύθη στυγνὸς ἐν ται̃ς ὁδοι̃ς αὐτου̃ |
18 τὰς ὁδοὺς αὐτου̃ ἑώρακα καὶ ἰασάμην αὐτὸν καὶ παρεκάλεσα αὐτὸν καὶ ἔδωκα αὐτω̨̃ παράκλησιν ἀληθινήν |
19 εἰρήνην ἐπ' εἰρήνην τοι̃ς μακρὰν καὶ τοι̃ς ἐγγὺς οὐ̃σιν καὶ εἰ̃πεν κύριος ἰάσομαι αὐτούς |
20 οἱ δὲ ἄδικοι οὕτως κλυδωνισθήσονται καὶ ἀναπαύσασθαι οὐ δυνήσονται |
21 οὐκ ἔστιν χαίρειν τοι̃ς ἀσεβέσιν εἰ̃πεν κύριος ὁ θεός |