ΗΣΑΙΑΣ,
κεφαλίς 58
1 ἀναβόησον ἐν ἰσχύι καὶ μὴ φείση̨ ὡς σάλπιγγα ὕψωσον τὴν φωνήν σου καὶ ἀνάγγειλον τω̨̃ λαω̨̃ μου τὰ ἁμαρτήματα αὐτω̃ν καὶ τω̨̃ οἴκω̨ Ιακωβ τὰς ἀνομίας αὐτω̃ν |
2 ἐμὲ ἡμέραν ἐξ ἡμέρας ζητου̃σιν καὶ γνω̃ναί μου τὰς ὁδοὺς ἐπιθυμου̃σιν ὡς λαὸς δικαιοσύνην πεποιηκὼς καὶ κρίσιν θεου̃ αὐτου̃ μὴ ἐγκαταλελοιπὼς αἰτου̃σίν με νυ̃ν κρίσιν δικαίαν καὶ ἐγγίζειν θεω̨̃ ἐπιθυμου̃σιν |
3 λέγοντες τί ὅτι ἐνηστεύσαμεν καὶ οὐκ εἰ̃δες ἐταπεινώσαμεν τὰς ψυχὰς ἡμω̃ν καὶ οὐκ ἔγνως ἐν γὰρ ται̃ς ἡμέραις τω̃ν νηστειω̃ν ὑμω̃ν εὑρίσκετε τὰ θελήματα ὑμω̃ν καὶ πάντας τοὺς ὑποχειρίους ὑμω̃ν ὑπονύσσετε |
4 εἰ εἰς κρίσεις καὶ μάχας νηστεύετε καὶ τύπτετε πυγμαι̃ς ταπεινόν ἵνα τί μοι νηστεύετε ὡς σήμερον ἀκουσθη̃ναι ἐν κραυγη̨̃ τὴν φωνὴν ὑμω̃ν |
5 οὐ ταύτην τὴν νηστείαν ἐξελεξάμην καὶ ἡμέραν ταπεινου̃ν ἄνθρωπον τὴν ψυχὴν αὐτου̃ οὐδ' ἂν κάμψη̨ς ὡς κρίκον τὸν τράχηλόν σου καὶ σάκκον καὶ σποδὸν ὑποστρώση̨ οὐδ' οὕτως καλέσετε νηστείαν δεκτήν |
6 οὐχὶ τοιαύτην νηστείαν ἐγὼ ἐξελεξάμην λέγει κύριος ἀλλὰ λυ̃ε πάντα σύνδεσμον ἀδικίας διάλυε στραγγαλιὰς βιαίων συναλλαγμάτων ἀπόστελλε τεθραυσμένους ἐν ἀφέσει καὶ πα̃σαν συγγραφὴν ἄδικον διάσπα |
7 διάθρυπτε πεινω̃ντι τὸν ἄρτον σου καὶ πτωχοὺς ἀστέγους εἴσαγε εἰς τὸν οἰ̃κόν σου ἐὰν ἴδη̨ς γυμνόν περίβαλε καὶ ἀπὸ τω̃ν οἰκείων του̃ σπέρματός σου οὐχ ὑπερόψη̨ |
8 τότε ῥαγήσεται πρόιμον τὸ φω̃ς σου καὶ τὰ ἰάματά σου ταχὺ ἀνατελει̃ καὶ προπορεύσεται ἔμπροσθέν σου ἡ δικαιοσύνη σου καὶ ἡ δόξα του̃ θεου̃ περιστελει̃ σε |
9 τότε βοήση̨ καὶ ὁ θεὸς εἰσακούσεταί σου ἔτι λαλου̃ντός σου ἐρει̃ ἰδοὺ πάρειμι ἐὰν ἀφέλη̨ς ἀπὸ σου̃ σύνδεσμον καὶ χειροτονίαν καὶ ῥη̃μα γογγυσμου̃ |
10 καὶ δω̨̃ς πεινω̃ντι τὸν ἄρτον ἐκ ψυχη̃ς σου καὶ ψυχὴν τεταπεινωμένην ἐμπλήση̨ς τότε ἀνατελει̃ ἐν τω̨̃ σκότει τὸ φω̃ς σου καὶ τὸ σκότος σου ὡς μεσημβρία |
11 καὶ ἔσται ὁ θεός σου μετὰ σου̃ διὰ παντός καὶ ἐμπλησθήση̨ καθάπερ ἐπιθυμει̃ ἡ ψυχή σου καὶ τὰ ὀστα̃ σου πιανθήσεται καὶ ἔση̨ ὡς κη̃πος μεθύων καὶ ὡς πηγὴ ἣν μὴ ἐξέλιπεν ὕδωρ καὶ τὰ ὀστα̃ σου ὡς βοτάνη ἀνατελει̃ καὶ πιανθήσεται καὶ κληρονομήσουσι γενεὰς γενεω̃ν |
12 καὶ οἰκοδομηθήσονταί σου αἱ ἔρημοι αἰώνιοι καὶ ἔσται σου τὰ θεμέλια αἰώνια γενεω̃ν γενεαι̃ς καὶ κληθήση̨ οἰκοδόμος φραγμω̃ν καὶ τοὺς τρίβους τοὺς ἀνὰ μέσον παύσεις |
13 ἐὰν ἀποστρέψη̨ς τὸν πόδα σου ἀπὸ τω̃ν σαββάτων του̃ μὴ ποιει̃ν τὰ θελήματά σου ἐν τη̨̃ ἡμέρα̨ τη̨̃ ἁγία̨ καὶ καλέσεις τὰ σάββατα τρυφερά ἅγια τω̨̃ θεω̨̃ σου οὐκ ἀρει̃ς τὸν πόδα σου ἐπ' ἔργω̨ οὐδὲ λαλήσεις λόγον ἐν ὀργη̨̃ ἐκ του̃ στόματός σου |
14 καὶ ἔση̨ πεποιθὼς ἐπὶ κύριον καὶ ἀναβιβάσει σε ἐπὶ τὰ ἀγαθὰ τη̃ς γη̃ς καὶ ψωμιει̃ σε τὴν κληρονομίαν Ιακωβ του̃ πατρός σου τὸ γὰρ στόμα κυρίου ἐλάλησεν ταυ̃τα |
Для корректного отображения некириллических текстов желательно установить шрифты
Lucida Sans Unicode (для текстов на греческом) и
Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.