Библия-Центр
РУ
Вся Библия
Greek/Septuagint (gr)

ΗΣΑΙΑΣ, κεφαλίς 59

1 μὴ οὐκ ἰσχύει ἡ χεὶρ κυρίου του̃ σω̃σαι ἢ ἐβάρυνεν τὸ οὐ̃ς αὐτου̃ του̃ μὴ εἰσακου̃σαι
2 ἀλλὰ τὰ ἁμαρτήματα ὑμω̃ν διιστω̃σιν ἀνὰ μέσον ὑμω̃ν καὶ του̃ θεου̃ καὶ διὰ τὰς ἁμαρτίας ὑμω̃ν ἀπέστρεψεν τὸ πρόσωπον αὐτου̃ ἀφ' ὑμω̃ν του̃ μὴ ἐλεη̃σαι
3 αἱ γὰρ χει̃ρες ὑμω̃ν μεμολυμμέναι αἵματι καὶ οἱ δάκτυλοι ὑμω̃ν ἐν ἁμαρτίαις τὰ δὲ χείλη ὑμω̃ν ἐλάλησεν ἀνομίαν καὶ ἡ γλω̃σσα ὑμω̃ν ἀδικίαν μελετα̨̃
4 οὐδεὶς λαλει̃ δίκαια οὐδὲ ἔστιν κρίσις ἀληθινή πεποίθασιν ἐπὶ ματαίοις καὶ λαλου̃σιν κενά ὅτι κύουσιν πόνον καὶ τίκτουσιν ἀνομίαν
5 ὠ̨ὰ ἀσπίδων ἔρρηξαν καὶ ἱστὸν ἀράχνης ὑφαίνουσιν καὶ ὁ μέλλων τω̃ν ὠ̨ω̃ν αὐτω̃ν φαγει̃ν συντρίψας οὔριον εὑ̃ρεν καὶ ἐν αὐτω̨̃ βασιλίσκος
6 ὁ ἱστὸς αὐτω̃ν οὐκ ἔσται εἰς ἱμάτιον οὐδὲ μὴ περιβάλωνται ἀπὸ τω̃ν ἔργων αὐτω̃ν τὰ γὰρ ἔργα αὐτω̃ν ἔργα ἀνομίας
7 οἱ δὲ πόδες αὐτω̃ν ἐπὶ πονηρίαν τρέχουσιν ταχινοὶ ἐκχέαι αἱ̃μα καὶ οἱ διαλογισμοὶ αὐτω̃ν διαλογισμοὶ ἀφρόνων σύντριμμα καὶ ταλαιπωρία ἐν ται̃ς ὁδοι̃ς αὐτω̃ν
8 καὶ ὁδὸν εἰρήνης οὐκ οἴδασιν καὶ οὐκ ἔστιν κρίσις ἐν ται̃ς ὁδοι̃ς αὐτω̃ν αἱ γὰρ τρίβοι αὐτω̃ν διεστραμμέναι ἃς διοδεύουσιν καὶ οὐκ οἴδασιν εἰρήνην
9 διὰ του̃το ἀπέστη ἡ κρίσις ἀπ' αὐτω̃ν καὶ οὐ μὴ καταλάβη̨ αὐτοὺς δικαιοσύνη ὑπομεινάντων αὐτω̃ν φω̃ς ἐγένετο αὐτοι̃ς σκότος μείναντες αὐγὴν ἐν ἀωρία̨ περιεπάτησαν
10 ψηλαφήσουσιν ὡς τυφλοὶ τοι̃χον καὶ ὡς οὐχ ὑπαρχόντων ὀφθαλμω̃ν ψηλαφήσουσιν καὶ πεσου̃νται ἐν μεσημβρία̨ ὡς ἐν μεσονυκτίω̨ ὡς ἀποθνή̨σκοντες στενάξουσιν
11 ὡς ἄρκος καὶ ὡς περιστερὰ ἅμα πορεύσονται ἀνεμείναμεν κρίσιν καὶ οὐκ ἔστιν σωτηρία μακρὰν ἀφέστηκεν ἀφ' ἡμω̃ν
12 πολλὴ γὰρ ἡμω̃ν ἡ ἀνομία ἐναντίον σου καὶ αἱ ἁμαρτίαι ἡμω̃ν ἀντέστησαν ἡμι̃ν αἱ γὰρ ἀνομίαι ἡμω̃ν ἐν ἡμι̃ν καὶ τὰ ἀδικήματα ἡμω̃ν ἔγνωμεν
13 ἠσεβήσαμεν καὶ ἐψευσάμεθα καὶ ἀπέστημεν ἀπὸ ὄπισθεν του̃ θεου̃ ἡμω̃ν ἐλαλήσαμεν ἄδικα καὶ ἠπειθήσαμεν ἐκύομεν καὶ ἐμελετήσαμεν ἀπὸ καρδίας ἡμω̃ν λόγους ἀδίκους
14 καὶ ἀπεστήσαμεν ὀπίσω τὴν κρίσιν καὶ ἡ δικαιοσύνη μακρὰν ἀφέστηκεν ὅτι καταναλώθη ἐν ται̃ς ὁδοι̃ς αὐτω̃ν ἡ ἀλήθεια καὶ δι' εὐθείας οὐκ ἠδύναντο διελθει̃ν
15 καὶ ἡ ἀλήθεια ἠ̃ρται καὶ μετέστησαν τὴν διάνοιαν του̃ συνιέναι καὶ εἰ̃δεν κύριος καὶ οὐκ ἤρεσεν αὐτω̨̃ ὅτι οὐκ ἠ̃ν κρίσις
16 καὶ εἰ̃δεν καὶ οὐκ ἠ̃ν ἀνήρ καὶ κατενόησεν καὶ οὐκ ἠ̃ν ὁ ἀντιλημψόμενος καὶ ἠμύνατο αὐτοὺς τω̨̃ βραχίονι αὐτου̃ καὶ τη̨̃ ἐλεημοσύνη̨ ἐστηρίσατο
17 καὶ ἐνεδύσατο δικαιοσύνην ὡς θώρακα καὶ περιέθετο περικεφαλαίαν σωτηρίου ἐπὶ τη̃ς κεφαλη̃ς καὶ περιεβάλετο ἱμάτιον ἐκδικήσεως καὶ τὸ περιβόλαιον
18 ὡς ἀνταποδώσων ἀνταπόδοσιν ὄνειδος τοι̃ς ὑπεναντίοις
19 καὶ φοβηθήσονται οἱ ἀπὸ δυσμω̃ν τὸ ὄνομα κυρίου καὶ οἱ ἀπ' ἀνατολω̃ν ἡλίου τὸ ὄνομα τὸ ἔνδοξον ἥξει γὰρ ὡς ποταμὸς βίαιος ἡ ὀργὴ παρὰ κυρίου ἥξει μετὰ θυμου̃
20 καὶ ἥξει ἕνεκεν Σιων ὁ ῥυόμενος καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ Ιακωβ
21 καὶ αὕτη αὐτοι̃ς ἡ παρ' ἐμου̃ διαθήκη εἰ̃πεν κύριος τὸ πνευ̃μα τὸ ἐμόν ὅ ἐστιν ἐπὶ σοί καὶ τὰ ῥήματα ἃ ἔδωκα εἰς τὸ στόμα σου οὐ μὴ ἐκλίπη̨ ἐκ του̃ στόματός σου καὶ ἐκ του̃ στόματος του̃ σπέρματός σου εἰ̃πεν γὰρ κύριος ἀπὸ του̃ νυ̃ν καὶ εἰς τὸν αἰω̃να
Читать далее:ΗΣΑΙΑΣ, κεφαλίς 60
Для корректного отображения некириллических текстов желательно установить шрифты Lucida Sans Unicode (для текстов на греческом) и Hirmos (для текстов на церковнославянском). Если Ваш браузер поддерживает технологию CSS3, шрифты будут загружены автоматически.

Благодаря регистрации Вы можете подписаться на рассылку текстов любого из планов чтения Библии

Мы планируем постепенно развивать возможности самостоятельной настройки сайта и другие дополнительные сервисы для зарегистрированных пользователей, так что советуем регистрироваться уже сейчас (разумеется, бесплатно).